1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

109

καλέσω ἐγὼ αὐτοὺς ἅμα, καὶ στήσονται καὶ συναχθήσονται, καὶ ἀκούσονται. Τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα; Κύριος ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα, τοῦ ᾆραι σπέρμα Χαλδαίων. Ἐγὼ ἐλάλησα, καὶ ἐγὼ ἐκάλεσα· ἤγαγα αὐτὸν, καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ· προσαγάγετε πρὸς μὲ, καὶ ἀκούσατε ταῦτα, οὐκ ἀπ' ἀρχῆς ἐν κρυφῇ λελάληκα, ἡνίκα ἐγένετο ἐκεῖ ἤμην· καὶ νῦν Κύριος Κύριος ἀπέστειλέ με, καὶ τὸ πνεῦμα αὐτοῦ. Ἑνὸς ὄντος τοῦ ταῦτα ἐν τῇ περικοπῇ λέγοντος προσώπου, τίς δ' ἂν ἄλλος εἴη Κύριος ὁ 206 ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτὸν, καὶ στερεώσας τὴν γῆν, ὁ λέγων ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἐπιφέρων ἐν τοῖς ἑξῆς, κατὰ πάντας τοὺς ἑρμηνεύσαντας τὴν θείαν γραφὴν, τὸ, καὶ νῦν Κύριος ὁ Θεὸς ἀπέσταλκέν με, καὶ τὸ πνεῦμα αὐτοῦ, ἢ ὁ ἱερὸς τοῦ Θεοῦ Λόγος, ὁ μετὰ τὴν ἀγένητον ἀρχὴν τῶν γενητῶν ἁπάντων πρῶτος Θεὸς ὀνομαζόμενος, περὶ οὗ καὶ ἀλλαχόσε γέγραπται, ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς· αὐτὸς γάρ ἐστιν ὁ δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα· ὃν καὶ ἀπέστειλε Κύριος ὁ Θεὸς ὁ Πατὴρ, σὺν αὐτῷ δὲ καὶ τὸ ἅγιον Πνεῦμα οἰκονομήσοντα τὰ ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας; Εἴη δ' ἂν ἁρμόζον ὡς πρὸς Ἰουδαίους τὸ ῥητὸν, διδάσκον ἕτερον εἶναι Κύριον τὸν δημιουργήσαντα τὰ πάντα παρὰ τὸν τῶν ὅλων Θεὸν, ὑφ' οὗ ἀπεστάλθαι ὁμολογεῖ, λέγων, καὶ νῦν Κύριος ἀπέσταλκέ με· αὐτὸς δ' ἂν εἴη ᾧ προστάττων ἐν τῇ κοσμοποιΐᾳ φησὶν ὁ Πατὴρ τὸ, γενηθήτω φῶς, καὶ γενηθήτω τάδε καὶ τάδε· καὶ τὸ, ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν· ταύτην ῃ γὰρ καὶ ἐν Ψαλμοῖς ἀναγέγραπται τὸ, ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. Πρόδηλον γὰρ ὡς ὁ ἐντελλόμενός τι καὶ λέγων ἑτέρῳ παρ' ἑαυτὸν ἐντελλεταί τε καὶ προστάττει. Ἑκάστην μέντοι γε λέξιν τῆς περικοπῆς ἐξετάζειν οὐ τῆς παρούσης ἐστὶν πραγματείας. 207 Ψ. Κ∆ʹ. Ἀκούσατέ μου νῆσοι, καὶ προσέχετε ἔθνη, ∆ιὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος· ἐκ κοιλίας μητρός μου ἐκάλεσα τὸ ὄνομά μου· καὶ ἔθηκεν τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν· καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με· καὶ εἶπέν μοι, ∆οῦλός μου εἶ σὺ, Ἰσραὴλ, καὶ ἐν σοὶ δοξασθήσομαι· καὶ ἐγὼ εἶπα, Κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίῳ· καὶ ὁ πόνος μου ἐναντίον τοῦ Θεοῦ μου· καὶ νῦν οὕτως λέγει Κύριος, ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ, τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν καὶ τὸν Ἰσραήλ· συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ Θεός μου ἔσται μοι ἰσχύς· καὶ εἶπεν· Μέγα σοι ἐστὶν τοῦ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι· ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς· οὕτως λέγει Κύριος, ὁ ῥυσάμενός σε, ὁ Θεὸς Ἰσραὴλ, Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ, ἕνεκεν Κυρίου· ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ, καὶ ἐξελεξάμην σε. Οὕτως λέγει Κύριος, Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔπλασά σε, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι ἐρήμους, λέγοντα τοῖς ἐν δεσμοῖς, Ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλυφθῆναι, καὶ ἐν πάσαις ταῖς 208 ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν· οὐ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων, οὐδὲ ὁ ἥλιος· ἀλλ' ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει αὐτοὺς, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτοὺς, καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν, καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. Εἰκὸς τοὺς ἐκ περιτομῆς οἴεσθαι περὶ ἑαυτῶν εἰρῆσθαι τὰ ἐν τῇ προφητείᾳ, ἐπείπερ λέλεκται, καὶ εἶπέν μοι, ∆οῦλός μου εἶ σὺ Ἰσραὴλ, καὶ ἐν σοὶ ἐνδοξασθήσομαι· πρὸς δὲ τῷ μὴ ἁρμόζειν αὐτοῖς τὰς λέξεις σαφῶς ἀποδείκνυται καὶ ἀπὸ τῶν ἑξῆς, ὅτι δὴ περὶ ἑτέρου Ἰσραὴλ τὰ λεγόμενα