1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

33

παραστατικῶν καὶ τὸ ὤρυξαν, καὶ μᾶλλον τὸ, ἤσχυναν χεῖράς μου καὶ πόδας μου, παραθέσθαι· οἷς ἑξῆς ἐπιφέρεται τὸ, διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον· ὅπερ ὁ μὲν Ἀκύλας οὕτως ἐξέδωκεν, μερίσουσιν ἱμάτιόν μου ἑαυτοῖς, καὶ ἐπὶ ἔνδυσίν μου βαλοῦσι κλῆρον· ὁ δὲ Σύμμαχος, διενέμοντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ περὶ ἐσθῆτος μου ἐλάγχανον· ὃ καὶ αὐτὸ ἅμα τε τῷ πάθει πεπλήρωται, ὅτε οἱ σταυρώσαντες αὐτὸν λαβόντες τὰ ἱμάτια αὐτοῦ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα· ἦν δὲ ἄρραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι' ὅλου, διὸ καὶ εἶπαν πρὸς ἀλλήλους· Μὴ σχίσωμεν αὐτὸν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· οἷς ἐπιφέρει λέγων ὁ εὐαγγελιστὴς, ἵνα ἡ γραφῇ πληρωθῇ, τὸ διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ ταῦτα μὲν ἡ προφητεία περὶ αὐτοῦ τὸ Ἑβραϊκὸν ὡσεὶ ἐννᾶ περιέχει· ᾧ ἀκολούθως ἐπιφέρεται καὶ ἐν τῷ ψαλμῷ ὥσπερ δὴ καὶ ἐν τοῖς εὐαγγελίοις, τὸ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ὅπερ τοιοῦτόν τί μοι δηλοῦν ἔοικεν· σῶσον δὴ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, τοῦ Πατρὸς καὶ Θεοῦ τῶν ὅλων. 88 Ψ. Ψαλμοῦ ρλαʹ. -Ι∆ʹ. Ὤμοσε Κύριος τῷ ∆αυὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτὸν, Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου. Καὶ πάλιν, Ἐκεῖ ἐξανατελῶ κέρας τῷ ∆αυὶδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου. Τοὺς ἐχθρούς σου ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου. Καὶ ἐνταῦθα σαφῶς τῷ ∆αυὶδ μεθ' ὅρκου ὑπὸ τοῦ Θεοῦ ἐπαγγελία περὶ τοῦ Χριστοῦ δίδοται, ὡς ἂν ἐκ σπέρματος αὐτοῦ γεννηθήσεσθαι μέλλοντος, καὶ καθέξοντος αὐτοῦ τὸν θρόνον. Πολλῆς δ' ἐξετάσεως χρῄζοι ἂν τὰ κατὰ τοὺς τόπους, ἐπεὶ μὴ δοκῇ σωματικῶς ὁ Χριστὸς ἐπὶ τὸν θρόνον τοῦ ∆αυὶδ καὶ τὴν βασιλείαν αὐτοῦ κεκαθικέναι, ἃ καὶ ὑπερθησόμεθα διὰ τὸ μὴ τῆς παρούσης εἶναι πραγματείας παρὰ τὸν προκείμενον σκοπὸν κατατρίβειν τὴν σχολὴν ἐπὶ τὴν τοῦ ψαλμοῦ διήγησιν· εὐγνωμόνως δέ τοι χρὴ μὴ ἀπὸ μιᾶς γραφῆς, εἰ μὴ εἴη δυνατὴ κατὰ τὸ σωματικὸν ἐφαρμόζειν τῷ Χριστῷ, τὰ πολλαχῆ σαφῶς περὶ αὐτοῦ εἰρημένα παρακρούεσθαι· ἑπομένους γε μὴν ἀληθεῖ λόγῳ, καὶ αὐτῇ τῇ θείᾳ παρισταμένους γραφῇ, ἐφίσταναι προσήκει, ὃς ποτὲ μὲν αὐτὸν πτωχόν τινα καὶ εὐτελῆ καὶ ἄτιμον, μὴ ἔχοντα εἶδος μὴ δὲ κάλλος, ἐλεύσεσθαι προφητεύει, ἄλλοτε δὲ βασιλέα ἔντιμον αὐτὸν φησίν· ὧν τὰ μὲν καὶ σωματικῶς ἀποπεπληρῶσθαι δύναται, τὰ δὲ κατὰ μόνον τὸν πνευματικὸν τῆς γραφῆς νοῦν, ἤδη δὲ τίνα καὶ κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν πληρωθήσεσθαι προσδοκητέον. Πλὴν καὶ βασιλεὺς Ἰουδαίων ἐχρημάτισεν ὁ Κύριος 89 ἡμῶν κατὰ τὴν πρώτην αὐτοῦ παρουσίαν, οὐχ ὡς ἔτυχε τοῦ Πιλάτου κελεύσαντος ἐπιγραφῆναι αὐτοῦ τῷ σταυρῷ γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς τὸ, οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων. Ψ. Ψαλμοῦ ρμαʹ. -ΙΓʹ. Καὶ τὸ ἐνθάδε λεγόμενον, ἐμὲ ὑπομενοῦσι δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι, ἔοικεν ἐκ προσώπου λέγεσθαι τοῦ Σωτῆρος· τίνα γὰρ ἄλλον ὑπομενοῦσι δίκαιοι ἕως οὗ ἀνταποδῷ αὐτῷ ὁ Θεὸς, ἢ τοῦτον; Ἐπεὶ καθὼς εἴρηταί που περὶ τῶν πάλαι δικαίων, ὡς ἄρα μαρτυρηθέντες οὐκ ἐκομίσαντο τὰς ἐπαγγελίας, τοῦ Θεοῦ κρεῖττόν τι περὶ ἡμῶν προβλεψαμένου ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν. ∆ῆλον δ' ὅτι αὐτὸν ὁρᾷ τὸ ῥητὸν ἀπὸ τοῦ καὶ τὰ κατὰ τὸ πάθος αὐτοῦ ἐν τῷ ψαλμῷ ἀκολούθως ταῖς ἄλλαις προφητείαις προσημαίνεσθαι· γέγραπται γ' οὖν, Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου· ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι· καὶ πάλιν, ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. Τούτοις ἑξῆς καὶ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ εὐχόμενος φησίν· Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου· οἷς ἐπιφέρει τὸ, ἐμὲ ὑπομένουσι δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι. Ὑπέμειναν οὖν τὸν Χριστὸν πάντες ἐκεῖνοι οἱ δίκαιοι ἕως οὗ