1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

16

δι' αἰνιγμάτων, καὶ τὴν δόξαν Κυρίου εἶδεν, καὶ διατί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωσῆ; Ἄρ' οὖν τὴν δόξαν μὲν Κυρίου εἶδεν καὶ ἐν εἴδει αὐτῷ χρηματίζοντος, στόμα τε κατὰ στόμα λαλοῦντος ἤκουσεν, οὐ μὴν καὶ αὐτόν πω τὸν Κυρίον ὁμοίως τοῖς πατράσιν ἑωράκει. Καὶ οὐ θαυμαστόν γε εἰ τῷ Μωσεῖ στόμα κατὰ στόμα λαλῶν ἀναγέγραπται ὁ Θεὸς, ὅποτε καὶ τῷ παντὶ λαῷ πρόσωπον πρὸς πρόσωπον λελαληκέναι αὐτὸν ἐν ∆ευτερονομίῳ διδάσκει ὁ Μωσῆς λέγων, Οὐχὶ τοῖς πατράσιν ὑμῶν διέθετο Κύριος τὴν διαθήκην ταύτην, ἀλλὰ πρὸς ὑμᾶς· ὑμεῖς αὐτοὶ ὧδε σήμερον πάντες ζῶντες. Πρόσωπον κατὰ πρόσωπον ἐλάλησεν Κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός. Πλὴν 41 εἰ καὶ τῷ Μωσεῖ καὶ τῷ παντὶ λαῷ τοῦτον ἐχρημάτιζεν τὸν τρόπον, ἀλλ' ὅρα ὅτι λελαληκέναι μὲν αὐτοῖς στόμα κατὰ στόμα καὶ πρόσωπον πρὸς πρόσωπον εἴρηται, οὐ μὴν καὶ ἄνευ τοῦ πυρὸς ἢ τῆς νεφέλης ὁμοίως τοῖς πατράσιν ὦφθαι αὐτοῖς· γυμνῶς γὰρ ἐκείνοις καὶ ἄνευ ἐπικαλύμματος τοῦ διὰ νεφέλης ἢ πυρὸς ὁ Κύριος ὀφθεὶς ἀναγέγραπται. Τελείων γοῦν καὶ τὴν διάνοιαν εἰς ἄκρον κεκαθαρμένων καὶ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν τὸ τὸν Θεὸν ὁρᾶν εἶναι διδάσκει, Μακάριοι λέγων οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· διὸ καὶ ὡς τοιούτων ὁ Κύριος Θεὸν ἑαυτὸν ἀναγορεύει, λέγων πρὸς Μωσῆν· Οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραὴλ, Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν, Θεὸς Ἁβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακὼβἀπέσταλκέ με πρὸς ὑμᾶς· τοῦτό ἐστιν ὄνομα μου αἰώνιον, καὶ μνημόσυνον γενεῶν γενεαῖς. Ζηλῶν δὴ οὖν τὰ χαρίσματα τὰ μείζονα, καὶ τῆς ὁμοίας ἐκείνοις ὀρεγόμενος ὁ Μωσῆς προκοπῆς, ἀξιοῖ λέγων τὸν Κύριον, Ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε· ἐφαντάζετο μὲν γὰρ χρηματίζοντος αὐτῷ Θεοῦ Λόγου τό τε μέγεθος καὶ τὸ ὕψος καὶ τὴν ἄφατον καὶ ἀνέφικτον ὑπεροχὴν, ἑώρα δὲ ὡς ὅτι δι' ὑπηρετικῶν ἀγγέλων τὰς πρὸς αὐτὸν ἐποιεῖτο θεωρίας· διὸ παρακαλεῖ τρανότερον καὶ καθαρώτερον ἐμφῆναι ἑαυτὸν αὐτῷ, μηκέτι μὲν δι' ἐπικαλυμμάτων, μὴ δὲ ὑπὸ διακόνων ἑτέρων, γυμνῶς δὲ καὶ τοῖς ἀμφὶ τὸν Ἁβραὰμ παραπλησίως, ἄνευ τοῦ διὰ πυρὸς καὶ νεφέλης εἴδους. Τοῦτο γ' οὖν δοκεῖ μοι σημαίνειν ἡ φάσκουσα λέξις, Ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε· ταύτῃ δὲ καὶ προακούσας 42 εἰρηκότος αὐτῷ τοῦ Κυρίου τὸ, Ἰδοὺ ἄγγελός μου προπορεύσεται πρὸ προσώπου σου, ὑποπαραιτεῖται τοῦ μείζονος ὀρεγόμενος, καὶ φησίν· Εἰ μὴ αὐτὸς σὺ συμπορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν· πρὸς τὴν ἀξίωσιν ἐπινεύσαντος τοῦ Κυρίου καὶ φήσαντος, Καὶ τὸν λόγον σοι τοῦτον, ὃν εἴρηκας, ποιήσω, τὸ ἔτοιμον συνιδὼν τῆς θείας μεγαλοδωρεᾶς, φθανούσης τῆς εὐεργεσίας τοὺς μεγάλων ὀρεγομένους, εἶτα σμικρύνας ἑαυτὸν, καὶ ὡς μὴ ἄξιόν πω τῶν μειζόνων λογισάμενος, ἑτέραν ὡς ἐν συγκρίσει τῆς προτέρας ἐνδέουσαν ἀξίωσιν προτείνει λέγων, ∆εῖξόν μοι τὴν δόξαν σου· πληρῶν δὲ αὐτοῦ τὸν λόγον ὁ Κύριος· Ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου· καὶ καλέσω ἐν ὀνόματι Κυρίου ἐναντίον σου, καὶ τὰ ἑξῆς· διδάσκων ὅτι δὴ πάσης μείζων τῆς πρότερον αὐτῷ θεωρουμένης ὀπτασίας ἡ τοῦ Πατρὸς καὶ Θεοῦ τῶν ὅλων τυγχάνει γνῶσις, ἣν καὶ παραδώσειν αὐτῷ ὑπισχνεῖται, περὶ μὲν ἑαυτοῦ λέγων, Παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου· περὶ δὲ τῆς τοῦ Πατρὸς μυσταγωγίας τὸ, καὶ καλέσω ἐν ὀνόματι Κυρίου· ποίου γὰρ κυρίου, αὐτὸς ὢν ὁ διὰ τοῦ τετραγράμμου δηλούμενος Κύριος, εἰ μὴ ἄρα τοῦ Πατρὸς καλέσειν ἐπαγγέλλεται; Καὶ ἀληθῶς γε εἰ μὴ διέλθοι τινὰ πρότερον ὁ τοῦ Θεοῦ Λόγος, καὶ εἰ μὴ αὐτὸς ἀνακαλέσοιτο τὸν Πατέρα, οὐδ' ἄλλως δυνατὸν τὴν τοῦ Πατρὸς τῶν ὅλων ἀναλαβεῖν γνῶσιν· ἐπεὶ μὴ δ' εἷς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς, καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ. Αὐτὸς γοῦν ἐστιν ἡ θύρα καὶ ἡ ὁδὸς δι' οὗ μόνου ἔστιν ἰδεῖν τὸν ἐπέκεινα καὶ ἀνωτάτω τῶν ὅλων αἴτιον, αὐτὸν τὸν Πατέρα· εἰ γὰρ καὶ τὰ μάλιστα οἷα 43 τις αὐτοῦ πρόδρομος προεπιδημεῖ ταῖς τῶν μακαρίων ψυχαῖς ὁ θεῖος Λόγος, τῆς ἰδίας δόξης μεταδιδοὺς αὐταῖς, ἀλλ' οὐχ ἵσταταί γε εἰς τέλος τὰ τῆς αὐθεντίας εἰς