1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

105

Κύριος· Μακάριος, ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλήμ· ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν. Ὁ Χριστὸς τοῦ Θεοῦ ὁ εἰπὼν, ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ, καὶ διὰ τούτων δηλοῦται· εἶεν δ' ἂν οἱ ὑπ' αὐτὸν ἄρχοντες, ἤτοι ἀπόστολοι, καὶ οἱ μετὰ Θεοῦ κρίσεως τῶν ἐκκλησιῶν ἄρχοντες ἢ ἄγγελοι θεῖοι, τῆς τῶν ἀνθρώπων ἔφοροι σωτηρίας· διὰ τοῦτον δὲ τὸν βασιλεύοντα τῆς Σιὼν καὶ τῆς Ἱερουσαλὴμ, μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερου 195 σαλήμ· ἃ καὶ ἀξίως τοῦ ἀποστολικοῦ πνεύματος ἐκλημπτέον, διδάσκοντος ἡμᾶς τὰ περὶ τῆς ἄνω Ἱερουσαλὴμ, καὶ τοῦ Σιὼν ἐπουρανίου ὄρους. Ψ. Ιʹ. Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον· καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου· καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα· παρακαλέσατε ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει· αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς· τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἀλεῖται ὡς ἔλαφος χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ· καὶ ἡ ἄνυδρος ἔσται εἰς ἔλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὑδάτων ἔσται. Ἐπὶ τῇ τοῦ Θεοῦ παρουσίᾳ τὰς παραδόξους ἰάσεις ἔσεσθαι προαγορεύει. Σαφῶς οὖν καὶ ἐνθάδε τῇ τοῦ Θεοῦ προσηγορίᾳ ὁ Χριστὸς τοῦ Θεοῦ τετίμηται· οὗ ἐπὶ τῇ παρουσίᾳ καὶ σωματικῶς μὲν αἱ προειρημέναι θεραπεῖαι ἐπὶ τῶν πασχόντων ἀπετελέσθησαν, θαυμασιώτερον δ' ἔτι καὶ νῦν ἐνεργοῦνται διὰ τῆς εἰς αὐτὸν πίστεως, παντὸς ἁπαξάπλως τοῦ τῶν ἀνθρώπων γένους τῶν κατὰ ψυχὴν παθῶν ἀπαλλαττομένου. Ἐρράγη δὲ ἐν τῇ ἐρήμῳ ὕδωρ ἐπὶ τῇ Χριστοῦ παρουσίᾳ καὶ φάραγξ ἐν γῇ διψώσῃ, τοῦ ποτίμου καὶ ζωτικοῦ λόγου ἀναβλύσαντος ἐν τῇ πάλαι ἐρήμῳ καὶ 196 διψώσῃ γῇ, τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ, ἐν ᾗ πρότερον οὔσῃ ἀνύδρῳ καὶ διψαλέᾳ ἀθρόως πηγὴ τοῦ τῶν Ἰησοῦ λόγων ὕδατος ζῶντος ἀλλομένου εἰς ζωὴν αἰώνιον ἀνώμβρησεν· ὑφ' ἧς πηγῆς ποτιζομένη ἀνθήσειν ὡς κρίνον λέγεται ἡ ποτὲ ἔρημος, εὐφραίνεσθαί τε καὶ ἀγαλλιᾶν προστάττεται· καὶ ἡ αἰτία δὲ τῆς εὐφροσύνης καὶ τῆς ἀγαλλιάσεως ἐπιλέγεται, ἐπείπερ φησὶν ἐδόθη αὐτῇ ἡ δόξα τοῦ Λιβάνου, τοῦτ' ἔστι τῆς Ἱερουσαλήμ· περὶ ἧς ἐν ταῖς ἀνωτέραις προφητείαις ἐλέγετο, ὡς ὅτι καὶ ὁ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται· οὗ πεσόντος ἡ πρότερον ὑπάρχουσα ἐν αὐτῷ δόξα τῇ νῦν εὐαγγελιζομένῃ ἐρήμῳ, τοῦτ' ἔστιν τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ, ἐδόθη σὺν τῇ τιμῇ τῇ προτέρᾳ τοῦ λεγομένου Καρμήλου, δῆλον δ' ὅτι τοῦ προτέρου λαοῦ. Ταῦτα δὲ σαφῶς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν ἔργοις τέλος εἴληφεν ἀκολούθως τῇ τε μετὰ χεῖρας προφητείᾳ, καὶ τῇ φασκούσῃ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν φωνῇ, ὡς ἄρα ἀρθήσεται ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Ψ. ΙΖʹ. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ· πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ ἡ τραχεῖα εἰς πεδία· καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησεν. Ὁ τοῦ Σωτῆρος ἡμῶν πρόδρομος Ἰωάννης τοῖς ἐπερωτῶσιν αὐτὸν ὅστις εἴη, φησίν, ἐγὼ φωνὴ βοῶντος ἐν 197 τῇ ἐρήμῳ, καὶ τὰ ἑξῆς. Τούτου δὴ οὖν χάριν ἐξεθέμεθα τὸ κεφάλαιον ἐν τοῖς περὶ Χριστοῦ μαρτυρίοις, σύμβολον εἶναι νομίζοντες Ἰωάννην τοῦ ἀποστολικοῦ κηρύγματος· τοιαύτη γάρ τοί ἐστιν ἡ ἐν τῇ ἐρήμῳ βοῶσα φωνὴ, ἄσημός τις οὖσα, καὶ ἀδιάρθρωτος τοῖς ἄρτι στοιχειουμένοις· ἐν τῇ πάλαι δὲ ἐρήμῳ, τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ, ἡ τοιαύτη γενομένη φωνὴ ἑτοιμάζειν παρακελεύεται τὴν ὁδὸν Κυρίου, καὶ τὰ ἑξῆς· ἅπερ ἐπὶ σχολῆς ᾧ μέλει τῆς τούτων γνώσεως ἐρευνήσας εἴσεται. Ψ. ΙΗʹ. Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος