1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

32

ἐξεμυκτήρισαν· ἢ περὶ τίνος ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλὴν, λέγοντες, ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν ὅτι θέλει αὐτόν· τίνα δὲ μόσχοι πολλοὶ καὶ ποταποὶ τὴν φύσιν, κύνες τε καὶ ταῦροι πίονες περιεκύκλωσαν· ἤνοιξάν τε στόμα ἐπ' αὐτὸν, ὡς λέων ἁρπάζων καὶ ὡρυόμενος· καὶ ἐπὶ τούτοις, τίνα ἡ συναγωγὴ τῶν πονηρευομένων περιέσχεν· καὶ περιέσχεν οὕτως, ὡς καὶ ὀρύξαι αὐτοῦ χεῖρας καὶ πόδας, καὶ πάντα αὐτοῦ ἐξαριθμῆσαι τὰ ὀστᾶ, διαμερίσασθαί τε ἑαυτοῖς αὐτοῦ τὰ ἱμάτια, βαλλόντας κλῆρον ἐπὶ τὸν 85 ἱματισμὸν αὐτοῦ· τοιαῦτα γὰρ τινὰ φησὶ τὸ ἐν τῷ ψαλμῷ πρόσωπον, ὃ καὶ μετὰ τὸ τοσαῦτα παθεῖν ἐπιφέρει λέγων, διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε· λυέτωσαν δὲ ταῦθ' ἅμα καὶ τὰ λοιπὰ τοῦ ψαλμοῦ διηγούμενοι, μάλιστα ἀπὸ τοῦ, μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς· καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, μέχρι τοῦ, ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ ὃν ἐποίησεν ὁ Κύριος. Παριστάτωσαν γὰρ τὴν τότε μὲν μὴ ὑπάρχουσάν πω γενεὰν, ἥξειν δὲ εἰς μέλλοντα χρόνον προφητευομένην· καὶ τὸν πρότερον μὲν μηδέπω ὄντα λαὸν, τεχθήσεσθαι δὲ ἐν τοῖς μετέπειτα χρόνοις προορώμενον· λεγέτωσάν τε τί ἂν εἴποιεν περὶ τῆς διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν συστάσης ἐκ πάντων τῶν ἐθνῶν ἐκκλησίας· ἆρα γὰρ ἐπὶ τοῖς τοσούτοις πλήθεσι τῶν διὰ τοῦ Χριστοῦ τὸν τῶν ὅλων Θεὸν ἐπεγνωκότων οὐκ ἂν ὁμολογήσαιεν πεπληρῶσθαι τὸ, μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς· καὶ τὸ, προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν. Ἀλλὰ γὰρ ὥρα τοῖς εὐγνωμονεῖν ἐθέλουσιν, οὐκ ἐπ' ἄλλου τινὸς ἢ ἐπὶ μόνου τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὁμολογεῖν πεπληρῶσθαι τὴν προφητείαν, οὗ κατὰ τὴν παρουσίαν αὐτοῦ καὶ ἡ τῶν ἐθνῶν ἐπιστροφὴ γίγνεσθαι ἤρξατο, παραγενομένης τῆς προφητευθείσης γενεᾶς, καὶ τοῦ λαοῦ τοῦ τεχθήσεσθαι οὐ μόνον ἐνταῦθα προδηλουμένου, ἀλλὰ καὶ ἐν ἑκατόστῳ πρώτῳ 86 ψαλμῷ, διὰ τοῦ, γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν· καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον. Οὗτος δὲ ἔστι περὶ οὗ καὶ ἐν ιζʹ εἴρητο, λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου. Τοῦτον οὖν τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν σάρκα ἀναλαβόντα καὶ δι' αὐτὴν σκώληκα χρηματίσαντα, ὃν εἶδός τε ἀνθρώπων γενόμενον καὶ ἐξουδένωμα λαοῦ, πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισαν, μάλιστα κατὰ τὸν καιρὸν τοῦ πάθους, ὅτε τῶν ἐν τῇ προφητείᾳ τέλος ἰσχόντων οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν καὶ ἐμυκτήριζον λέγοντες, ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν· τότε δὲ καὶ ἐλάλησαν ἐν χείλεσι καὶ ἐκίνησαν κεφαλὴν ἑαυτῶν κατ' αὐτοῦ· αὐτοῖς ῥήμασιν εἰπόντες τὸ, ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν ὅτι θέλει αὐτόν· αὐτὰ γὰρ δὴ ταῦτα κατὰ τὸ πάθος εἰρῆσθαι ἐπ' αὐτῷ ἐν τοῖς εὐαγγελίοις ἀναγέγραπται. Τούτῳ οὖν καὶ μόνῳ πρὸς τὸν Πατέρα λέγειν ἁρμόζει ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός· ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας· ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ. Πλὴν ἐπὶ τούτοις ὁ λόγος ἡμᾶς παιδεύει, ὡς ἄρα καὶ δυνάμεις πονηραί τινες καὶ θηριώδεις ἐνήργησαν τὴν κατ' αὐτοῦ ἐπιβουλὴν, δι' ἃς καὶ ἔφασκε, περιεκύκλωσάν με μόσχοι πολλοί· ταῦροι πίονες περιέσχον με· καὶ περὶ τῆς ἐπισυστάσης δὲ κατ' αὐτῶν ἐκ περιτομῆς συναγωγῆς φησὶν, ὅτι ἐκυκλωσάν με κύνες πολλοί· συναγωγὴ πονηρευομένων περιέσχον με· οὗτοι δὲ καὶ ὤρυξαν οὐ μόνον τὰς χεῖρας αὐτοῦ, ἀλλὰ καὶ τοὺς πόδας· ἢ κατὰ τὸν Ἀκύλαν, ἤσχυναν, φήσαντα, ἤσχυναν χεῖράς 87 μου καὶ πόδας μου· ὃ καὶ ἀληθῶς ἐτελέσθη, ὅτε κρεμάσαντες αὐτὸν ἐπὶ τοῦ ἰκρίου ἤλοις αὐτοῦ τάς τε χεῖρας καὶ τοὺς πόδας περιέπειραν· καὶ καλόν γε εἰ ἀπαιτοίη τίς ἀπὸ γραφῆς παραστῆσαι, ὡς ἄρα καὶ σταυρὸν ὑπομεῖναι ὁ Χριστὸς προείρητο, μετὰ καὶ ἄλλων τῶν τούτου