1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

3

χρηματισμὸς τῷ Ἁβραὰμ ὅτε εἶπεν αὐτῷ Κύριος· Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου εἰς τὴν γῆν ἣν ἄν σοι δείξω· καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλόγητος· καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τὰ τούτοις ἑξῆς. ∆εύτερος, ὅτε ὤφθη αὐτῷ Κύριος καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Καὶ τρίτος, ὅτε ὁ Κύριος εἶπεν τῷ Ἁβραὰμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ' αὐτοῦ τὰ ἀναγεγραμμένα. Τέταρτος, ἐν ᾧ εἴρηται, μετὰ δὲ 7 τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἁβραὰμ ἐν ὁράματι τῆς νυκτὸς λέγων, Μὴ φοβοῦ Ἅβραμ, ἐγὼ ὑπερασπίζω σου· καὶ μεθ' ἕτερα· Ἐγὼ Κύριος ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων. Πέμπτος, ὅτε ὤφθη Κύριος τῷ Ἁβραὰμ καὶ εἶπεν αὐτῷ, Ἐγώ εἰμι ὁ Θεόςσου· εὐαρέστει ἐνώπιον ἐμοῦ, καὶ τὰ λοιπά. Ἕκτος, ἐν ᾧ πάλιν ὤφθη αὐτῷ Κύριος πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας· ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ· καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ· καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ εἶπεν· Κύριε, εἰ εὗρον χάριν ἐναντίον σου μὴ παρέλθῃς τὸν παῖδά σου, ληφθήτω δὴ μικρὸν ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν. Εἶτα μετά τινα ἐπιφέρεται, ὅτι ἐξαναστάντες ἐκεῖθεν ἐπέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων· Ἁβραὰμ δὲ συνεπορεύετο μετ' αὐτῶν συμπροπέμπων αὐτούς· ὁ δὲ Κύριος εἶπεν· Μὴ κρύψω ἐγὼ ἀπὸ Ἁβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ; Ἁβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, καὶ ἐνευλογηθήσεται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς· ἤδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ' αὐτῶν, καὶ φυλάξουσιν τὰς ὁδοὺς Κυρίου, ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἁβραὰμ ἃ ἐλάλησεν πρὸς αὐτόν. Εἶπεν δὲ Κύριος· κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται. Καὶ μετ' ὀλίγα· καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς Σόδομα· Ἁβραὰμ δὲ ἦν ἐστηκὼς ἐναντίον Κυρίου· καὶ ἐγγίσας Ἁβραὰμ εἶπεν, Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς· καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής· ἐὰν 8 ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει ἀπολέσεις αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ; μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ῥῆμα τοῦτο τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς· καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής· μηδαμῶς· ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν; Καὶ μεθ' ἕτερα φησὶν ἡ γραφή· Ἀπῆλθεν δὲ Κύριος ὡς ἐπαύσατο λαλῶν τῷ Ἁβραάμ. Εἰσῆλθον δὲ καὶ οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας· Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων. Ἐπιστῆσαι ἄξιον πότερον ἄγγελος ὁ τυχὼν κατὰ τοὺς τόπους δηλοῦται ὁ τοὺς χρηματισμοὺς πρὸς τὸν Ἁβραὰμ πεποιημένος, ἢ αὐτὸς ὁ τῶν ὅλων Θεὸς, ἢ τρίτος τίς παρὰ τούτους ὁ τοῦ Θεοῦ Λόγος, ὃν μετὰ τὸν ἀνωτάτω Πατέρα καὶ Θεὸν τῶν ὅλων Κύριον καὶ Θεὸν ἀποκαλεῖν ἔθος τῇ ἱερᾷ γραφῇ· ἔτι τε ζητῆσαι, τίς ἦν ὁ τῶν τριῶν τῶν ὀφθέντων τῷ Ἁβραὰμ ἀνδρῶν, πρὸς ὃν αὐτός τε εἶπεν, Κύριε, εἰ εὗρον χάριν ἐναντίον σου· καὶ πάλιν, Μηδαμῶς· ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν; περὶ οὗ καὶ ἡ θεία γραφὴ οὐ μόνον πρῶτον ἀλλὰ καὶ δεύτερον καὶ τρίτον ἱστορηκώς φησιν, ὤφθη δὲ αὐτῷ Κύριος, ἐπὶ τῇ Κύριος προσηγορίᾳ τοῦ ἀνεκφωνήτου ἐν τῷ Ἑβραικῷ τεταγμένου ὀνόματος, ὅπερ οὐδεπώποτε ἐπὶ ἀγγελικῆς δυνάμεως παρείληπται. Ὅτε γοῦν ὁ Λὼτ τοῖς εἰς Σόδομα ἐλθοῦσιν ἀγγέλοις ἀναγέγραπται λέγων, ∆έομαι, κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐνώπιόν σου, κεῖται μὲν ἐν τῷ Ἑβραϊκῷ τὸ κύριε, ἀλλ' οὐ διὰ τῶν τεσσάρων στοιχείων τῶν παρ' Ἑβραίοις ἐπὶ τοῦ ἀρρήτου ὀνόματος τοῦ Θεοῦ παραλαμβανομένων, δι' 9 ἑτέρων δὲ συλλαβῶν δι' ὧν καὶ ὁ παρ' ἀνθρώποις ὀνομαζόμενος κύριος τῶν πρός τι τυγχάνων, οἷον οἰκέτου κύριος, παρ' Ἑβραίοις ἐγγέγραπται· ἀλλ' οὐδέν γε τούτοις ἔχον παραπλήσιον τὸ ἐπὶ τῆς τοῦ Θεοῦ αὐθεντείας διὰ τῶν τεσσάρων στοιχείων παραλαμβανόμενον ἔν τε ταῖς