1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

74

Ἰουδαίων λαοῦ προφητεύεται τὰ ἀπὸ τοῦ Ἰακὼβ ὁ παῖς μου ἀντιλήψομαι αὐτοῦ, Ἰσραὴλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου, σαφὲς ἔσται τοῖς ἐθέλουσιν ἑκάστην λέξιν τῶν προκειμένων ἐξετάζειν, ἀλλὰ καὶ ἀπὸ τῆς κατὰ τὸ Ἑβραϊκὸν ἀκριβείας τοῦτο δῆλόν ἐστιν· οὔτ' οὖν τὸ Ἰακὼβ ὄνομα, οὔτε τὸ Ἰσραὴλ ἐν αὐτῷ ἐμφέρεται, ὅθεν καὶ ὠβέλισται παρὰ τοῖς ἀκριβέσιν ἀντιγράφοις τῶν οʹ, καθ' ὅτι γε οὐκ ἄλλος τῶν δικαίων πλὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, οὐδὲ μὴν αὐτὸς ὁ τοῦ Ἰσαὰκ ἢ Ἰακὼβ καὶἸσραὴλ προσαγορευθεὶς τοιοῦτος τίς ἦν ὡς ἐφαρμό 201 ζειν αὐτῷ δύνασθαι τὰ προκείμενα, οὐδένα οἶμαι ἀμφιβάλλειν· ἵνα γὰρ καὶ ἑτέροις ἁρμόσοι τίς τὸ, ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτὸν, τί δ' ἂν εἴποι εἰς τὸ κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει, καὶ εἰς τὰ ἑξῆς, καὶ μάλιστα τὸ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν; Πῶς δὲ κἂν πιθανὸν εἴη ἤτοι τῶν Ἰουδαίων λαῷ, ἢ καὶ αὐτῷ τῷ τοῦ Ἰσαὰκ Ἰακὼβ, ἢ καὶ ἑτέρῳ τινὶ τῶν δικαίων ἐφαρμόζειν τὸ, ἔδωκά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει; Ἀλλὰ ταῦτα ἡμῖν ὡς πρὸς τοὺς ἐκ περιτομῆς ἐπηπορήσθω· σαφῶς γε μὴν ἡμᾶς τὸ εὐαγγέλιον ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ διδάσκει καὶ ταύτην πεπληρῶσθαι τὴν προφητείαν, ὅτε ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον κατ' αὐτοῦ ἔλαβον ὅπως αὐτὸν ἀπολέσωσιν. Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν· καὶ ἠκολούθησαν αὐτῷ πολλοὶ, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας· καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν· τούτοις γὰρ ἐπιφέρεται ἐν τῷ εὐαγγελίῳ, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου, λέγοντος, Ἰδοὺ ὁ παῖς μου, ὃν ἡρέτισα· ὁ ἀγαπητός μου, ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ' αὐτὸν, καὶ τὰ ἑξῆς, ὅσα δὴ ἐν τῇ προφητείᾳ κατείλεκται. Αὐτὸς δ' ἂν οὖν εἴη ἂν ὁ καὶ Ἰακὼβ χρηματίσας, παῖς ὢν μονογενὴς τοῦ Θεοῦ· ὡς ἑτέρωθι λέλεκται, Μέγα σοι ἐστὶν τοῦ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι. Οὗτος δὴ τοίνυν παρὰ τοῦ Πατρὸς ἀκούσας μετὰ τῶν ἄλλων καὶ τὸ, ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, 202 κρίσιν ἐξήγαγε τοῖς ἔθνεσιν, ὥστε κεκριμένῳ λογισμῷ κατὰ τὸ ἱερὸν εὐαγγέλιον αὐτὰ πολιτεύεσθαι· σαφὲς δ' ὅπως ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὰ πιστεύσαντα εἰς αὐτὸν ἔθνη ἤλπικεν, καὶ ὅπως αὐτῷ εἰς φῶς ἐθνῶν ἀναδέδεικται, ὥστε διὰ τοῦ φωτὸς τοῦ λόγου αὐτοῦ διανυγῆναι οιγῆναι τοὺς τῆς διανοίας ὀφθαλμοὺς τῶν πάλαι τούτοις πεπληρωμένων· ἀλλὰ καὶ ἐξήγαγεν ἐκ δεσμῶν τοὺς πρότερον σειραῖς τῶν ἰδίων ἁμαρτιῶν κατεσφιγμένους, ἐξ οἴκου τε τῆς τοῦ διαβόλου φυλακῆς τοὺς διὰ τὴν περὶ τὸν τῶν ὅλων Θεὸν ἄγνοιαν ἐν σκότει καθημένους. Πρόκειται δὲ τῷ φιλομαθεῖ ἑκάστην ἐξετάζειν τῆς προφητείας λέξιν, καὶ ἀναλόγως τοῖς ὑφ' ἡμῶν εἰρημένοις ἐπὶ τὸν Χριστὸν τοῦ Θεοῦ τὰ ὑποπίπτοντα μεταφέρειν. Ψ. ΚΑʹ. Γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς ὃν ἐξελεξάμην. Καὶ τίς ἂν εἴη ὁ παῖς ὃν ἐξελέξατο Κύριος ὁ Θεὸς, ὃν καὶ ἑαυτῷ συνκαταλέγει μάρτυρα γενησόμενον τῶν αὐτῷ μαρτυρούντων, ἢ οὗτος περὶ οὗ καὶ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ ἐλέγετο, Ἰακὼβ ὁ παῖς μου· ἀντιλήψομαι αὐτοῦ, καὶ τὰ ἑξῆς; ἅ τινα σαφῶς ἐπὶ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν ἀπεδείκνυτο προπεφητευμένα. Ψ. ΚΒʹ. Ἐγὼ ἐποίησα γῆν, καὶ ἄνθρωπον ἐπ' αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανὸν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. Ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βα 203 σιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι· οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ δώρων, οὐδὲ μετὰ λύτρων, εἶπεν Κύριος Σαβαώθ. Οὕτως λέγει Κύριος Σαβαὼθ, Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι χειροπέδαις, καὶ διαβήσονται πρός σε, καὶ προσκυνήσουσίν σε, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστιν, καὶ οὐκ ἔστιν Θεὸς πλήν σου· σὺ γὰρ εἶ