1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

75

Θεὸς, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ σωτήρ· αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι, καὶ πορεύσονται ἐν αἰσχύνῃ. Χριστὸν ὁ Πατὴρ ἤγειρεν ἐκ νεκρῶν τοῦ εἶναι αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, ἐπὶ Σιὼν τὸ ἐπουράνιον ὄρος τὸ ἅγιον αὐτοῦ βασιλεύοντα· καὶ ἐπὶ τοῦτό γε αὐτὸν ἤγειρεν, ἐπειδὴ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ, φησὶν, γεγόνασιν εὐθεῖαι, μηδὲν ἔχουσαι σκολιὸν μὴ δὲ στραγγαλιῶδες· ἁμαρτίαν γάρ τοι οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Οὗτος δὲ καὶ τὴν πόλιν ᾠκοδόμησεν τοῦ Θεοῦ, τήν τε ἐπὶ γῆς ἁγίαν ἐκκλησίαν αὐτοῦ καὶ τὴν ἐπουράνιον Ἱερουσαλήμ· ἐπιστρέψας τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, τὴν γενομένην ποτὲ ὑπὸ τὸν νοητὸν Ναβουχοδονόσορ, καὶ τὰς ὑπ' αὐτὸν δυνάμεις πονηράς· καὶ δὴ τὴν προειρημένην αἰχμαλωσίαν ὑπέστρεψεν, οὐ λύτρα δοὺς τοῖς αἰχμαλωτεύσασι, οὐδὲ μὴν δώροις αὐτοὺς πείσας, στρατεύσας δὲ κατ' αὐτῶν καὶ δι' ἀγῶνος αὐτοὺς χειρωσάμενος, ὥστε ἐπὶ τῷ κατορθώματι λαμπρυνάμενον φάναι, Ἐγὼ νενίκηκα τὸν κόσμον. Μαρτυρεῖ 204 τούτοις τὰ πλήθη τῶν ἀπὸ τῆς προτέρας πλάνης ἐπὶ τὸ γινώσκειν τὸν ἀληθῆ Θεὸν δι' αὐτοῦ παλινδρομησάντων, ἢ λεγέτωσαν οἱ ἐκ περιτομῆς ἐπὶ τίνα δ' ἂν ἁρμόζοιεν τῆς μετὰ χεῖρας προφητείας σαφῶς Θεὸν ὁμολογούσης τὸν προφητευόμενον· οἱ δὲ γὰρ, φησὶ, καὶ οἵδε σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι καὶ προσκυνήσουσίν σοι, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεὸς ἐστὶν, καὶ οὐκ ἔστιν ἄλλος πλὴν σοῦ· σὺ γὰρ εἶ Θεὸς καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Σαφῶς γάρ τοι ἐνταῦθα ᾧ λέγετο τὸ, ὅτι ὁ Θεὸς ἐν σοί ἐστιν, τούτῳ προσφωνῶν φησὶν ὁ λόγος τὸ, καὶ οὐκ ἔστιν ἄλλος πλὴν σοῦ· σὺ γὰρ εἶ Θεὸς καὶ οὐκ ᾔδειμεν· ἃ καὶ ἐξακούεται ὡς ἂν ἐκ προσώπου λεγόμενα τῶν ἐπεγνωκότων ἐνανθρωπήσαντα τὸν Χριστὸν τοῦ Θεοῦ· ἐν ᾧ ἐτύγχανεν οἰκῶν Θεὸς ὁ Πατὴρ, κατὰ τὸ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· δι' ὃ καὶ μόνῳ ἂν αὐτῷ ἁρμόσοι τὸ, οὐκ ἔστιν Θεὸς πλὴν σοῦ, ὡς ἂν μόνης τῆς τοῦ Λόγου θεότητος ἡνωμένης καὶ ἀνακεκραμένης τῇ πατρικῇ βασιλείᾳ, καὶ διὰ τοῦτο μιᾶς τῆς ἀμφοτέρων ἐπινοουμένης δόξης τε καὶ ἀρχῆς· ἐν δὲ τῷ, ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, δηλοῦσθαι νομίζω περὶ νοητῶν τινῶν ἀντικειμένων δυνάμεων ἀγῶνα πρὸς τὸν Χριστὸν ἀραμένων, καὶ ὑποχειρίων αὐτῷ γεγενημένων, ἢ καὶ ψυχῶν τοιωνδὶ κατ' ἀρχὰς μὲν ἀντιτεινουσῶν τῷ Λόγῳ, ὕστερον δέ ποτε τὴν ὑπ' αὐτὸν δουλείαν ἀναδεδεγμένων ἐπὶ τῇ ἑαυτῶν εὐεργεσίᾳ. Περὶ τούτων γέ τοι λέγεσθαι νομίζω καὶ τὸ, 205 ἔσονταί σοι δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις, καὶ ἐν σοὶ προσεύξονται· τὸ δὲ, αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι, καὶ πορεύσονται ἐν αἰσχύνῃ, προφητεύεται περὶ τῶν μὴ μετανοησάντων, διαμεινάντων δὲ ἐχθρῶν καὶ πολεμίων, καὶ μηδαμῶς ἆραι ἐφ' ἑαυτοὺς τὸν τοῦ λόγου τοῦ Χριστοῦ ζυγὸν βεβουλημένων. Καὶ ταῦτα μὲν ὡς πρὸς τὴν τοῦ Χριστοῦ σαφήνειαν· ἁρμόζοι δ' ἂν παρατιθέναι τὴν περικοπὴν οὐ μόνον τοῖς ἐκ περιτομῆς, ἀλλὰ καὶ τοῖς ψιλὸν ἄνθρωπον ὑπειληφόσι γεγονέναι τὸν Σωτῆρα, Ἐβιωναίοις, ἢ τοῖς κατὰ Ἀρτέμωνα, καὶ τὸν Σαμωσατέα Παῦλον. Σαφῶς γὰρ καὶ διὰ τούτων ἡ θεότης τοῦ Χριστοῦ τοῖς περὶ αὐτοῦ δυσπειθῶς ἔχουσιν ἀποδείκνυται. Ψ. ΚΓʹ. Ἄκουέ μου Ἰακὼβ, καὶ Ἰσραὴλ, ὃν ἐγὼ καλῶ· ἐγώεἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα. Καὶ ἡ χείρ μου ἐθεμελίωσεν τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστρέωσεν τὸν οὐρανόν· καλέσω ἐγὼ αὐτοὺς ἅμα, καὶ στήσονται καὶ συναχθήσονται, καὶ ἀκούσονται. Τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα; Κύριος ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα, τοῦ ᾆραι σπέρμα Χαλδαίων. Ἐγὼ ἐλάλησα, καὶ ἐγὼ ἐκάλεσα· ἤγαγα αὐτὸν, καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ· προσαγάγετε πρὸς μὲ, καὶ ἀκούσατε ταῦτα, οὐκ ἀπ' ἀρχῆς ἐν κρυφῇ λελάληκα, ἡνίκα ἐγένετο ἐκεῖ ἤμην· καὶ νῦν Κύριος Κύριος ἀπέστειλέ με, καὶ τὸ πνεῦμα αὐτοῦ. Ἑνὸς ὄντος τοῦ ταῦτα ἐν τῇ περικοπῇ λέγοντος προσώπου, τίς