1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

10

διάνοιαν ὁ 25 τῶν προκειμένων ῥητῶν νοῦς τοιόσδε τις· οὐ πρότερον παύσονται οἱ ἐξ Ἰουδαίων ἄρχοντες καὶ ἡγούμενοι ἐπὶ τὸν Ἰουδαίων λαὸν καθιστάμενοι, ἕως ἂν ἔλθῃ ὁ τῆς τῶν ἐθνῶν προσδοκίας αἴτιος, τοῦτ' ἔστιν ὁ Χριστὸς, οὗ παραγενομένου ἐκλείψειν ἀνάγκη τοὺς προειρημένους. Τούτων δ' οὕτως ἐχόντων, ἐπισκεψώμεθα τοὺς καθ' ἡμᾶς χρόνους, εἴγε νῦν βασιλεῖς καὶ ἡγουμένους ἐστὶν εὑρεῖν. Ἀλλὰ γὰρ πᾶσι πρόδηλον ὡς μετὰ τῶν λοίπων καὶ τὸ Ἰουδαίων ἔθνος τοῖς κατεπαρχιῶν κατ' ἐπαρχίας Ῥωμαίων ἡγεμόσιν ὑποτέτακται, μὴ δ' ἑνὸς αὐτῶν τὴν τοῦ ἄρχειν ἐξουσίαν ἐπιτετραμμένου. Καὶ τοῦτό γε ἀπὸ τῶν χρόνων τῆς τοῦ Σωτῆρος ἡμῶν γενέσεως ἤρξατο· μέχρι γοὖν Ἡρώδου βασιλέως Ἑβραίους ἐξ Ἑβραίων τοῦ παντὸς αὐτῶν ἔθνους ἄρξαντας ἐν ταῖς ἱστορίαις εὑρίσκομεν, ἐξ αὐτοῦ Μωσέως κατὰ διαδοχὴν ἡγησαμένων πρῶτον μὲν τῶν λεγομένων κριτῶν, εἶθ' ἑξῆς τῶν βασιλέων μέχρι τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, μεθ' ἣν οἱ ἀρχιερεῖς τὴν ἀρχὴν διαδεξάμενοι ἐπὶ τὴν Αὐγούστου διήρκεσαν βασιλείαν· καθ' ὃν Ἡρώδου πρώτου τὸ γένος ἀλλοφύλων λου τὴν κατ' αὐτῶν βασιλείαν ὑπὸ Ῥωμαίων ἐγχειρισθέντος ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐγεννήθη. Ἤδη τοίνυν ἐξ ἐκείνου καὶ μέχρι τοῦ παρόντος χρόνου σαφῶς ἐκλελοιπὼς ἄρχων τε καὶ ἡγούμενος ἐν Ἰουδαίοις ἀποδείκνυται· δῆλον ὡς ἐλήλυθεν ὁ πεπροφητευμένος Σωτὴρ ἡμῶν, οὗ ἀπὸ τῶν χρόνων οὐ μόνον οἱ Ἰουδαίων ἐπιλελοίπασιν ἄρχοντες, ἀλλὰ καὶ πᾶσα ἡ πρὸς αὐτῶν ἐν Ἱερουσαλὴμ ἀποτελουμένη κατὰ τὸν Μωσέως νόμον λατρεία. Σα 26 φῶς δὲ καὶ ἡ προσδοκία τῶν δι' αὐτοῦ καταπεφευγότων ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἐθνῶν ἔργῳ πληροῦσθαι ἤρξατο ἀπὸ τῶν τῆς παρουσίας αὐτοῦ χρόνων, κατὰ τὴν τοῦ Ἰακὼβ προφητείαν. Καὶ ταῦτα μὲν εἰ ὡς ἀπὸ ἰδίας ἀρχῆς ἀναγινώσκοιμεν τὰ ἀπὸ τοῦ, οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα· εἰ δ' ὡς ἀκόλουθον τῇ πρὸ αὐτῆς διανοίᾳ καὶ τὴν μετὰ χεῖρας συνάπτομεν, ἑξῆς ἂν εἴη, τοῦ Χριστοῦ Ἰούδα νενοημένου κατὰ τὰ προαποδεδόμενα, τὸ οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα ἐπὶ τοὺς μετὰ τὸν Χριστὸν ἄρχοντας καὶ ἡγουμένους τῆς ἐκκλησίας ἐκλαμβάνειν, οὓς ἡ προφητεία φησὶν μὴ ἐκλείψειν ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ· ὡς εἰ σαφέστερον ἔλεγεν, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ τῆς συντελείας ἐπιστάσης, κομίσηται τὴν κατὰ τῶν ὅλων βασιλείαν. Ὅτι δὲ καὶ ἡγουμένους τοὺς τοῦ Χριστοῦ μαθητὰς τὸ θεῖον ἀποκαλεῖ πνεῦμα σαφές ἐστιν ἐκ τοῦ λέγεσθαι περὶ τοῦ Ἰούδα, σὺ δὲ ἄνθρωπε ἰσόψυχε ἡγεμών μου καὶ γνώστα μου. Καὶ τούτοις δὲ χρὴ προσέχοντας τοὺς ὡς θείοις καὶ ἀληθέσι τοῖς ἱεροῖς λόγοις πεπιστευκότας μηδαμῶς θροεῖσθαι, μὴ δὲ μὴν σείεσθαι τὴν πίστιν ὑπὸ τῶν κατὰ καιροὺς διωγμῶν, καὶ μάλιστα τοῦ ἐνεστῶτος ὑπὲρ τοὺς πώποτε σφοδρότατα καθ' ἡμῶν πνεύσαντος, καὶ τοιαῦτα ἐπιδειξαμένου κατά τε τῶν ἐκκλησιῶν καὶ παντὸς τοῦ λαοῦ, ὅποια οὔτε ἀπὸ γραφῆς οὔτε μὴν ἐκ παραδόσεως ἀρχαίων τίς ἐμνημόνευσεν. Ταῦτα δὲ φαμὲν, ἐπεὶ τάχα δόξειεν ἄντικρυς κατὰ τὸν ἐνεστῶτα διωγμὸν τἀναντία συμβεβηκέναι τοῖς εἰρημένοις, διὰ τὸ μὴ δὲ ἄθροισμα νῦν συνεστάναι δοκεῖν, μήτε τὸν 27 κανόνα τῶν τῆς ἐκκλησίας ἀρχόντων. Ἀψευδοῦς τοιγάρτοι τυγχανούσης τῆς θεοπνεύστου γραφῆς, πεπεῖσθαι χρὴ ὅτι μὴ πάντως ἐξέλειπον οἱ προειρημένοι, εἰ καὶ δοκοῖεν τισὶν ἐκλελοιπέναι· ὁ γὰρ εἰπὼν τῷ προφήτῃ Θεὸς, Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ, ὑπειληφότι μόνον αὐτὸν περιλελεῖφθαι τῶν λοιπῶν ἀνῃρημένων, ὁ αὐτὸς καὶ νῦν τοὺς ἀξίους τῆς αὐτοῦ προνοίας ἐφορᾷ, λεῖμμα κατ' ἐκλογὴν χάριτος καὶ ἡμῖν διαφυλάττων τοὺς πρὸς αὐτοῦ φρουρουμένους, καὶ πρὸς αὐτοῦ μόνου θεωρουμένους· περὶ ὧν εἴποιμεν ἂν καὶ αὐτοὶ τὸ, Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. Τὸ γάρ τοι εἰς τὸ παντελὲς ἐκλελοιπέναι νομίζειν τοὺς τοῦ λόγου προεστῶτας, ἄρχοντας καὶ ἡγουμένους ὑπὸ τῆς προφητείας ὠνομασμένους, ἕν τι τῶν ἀμηχάνων τυγχάνει, διὰ