1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

115

ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται· ἑώρων γὰρ, οἷα δὴ προφῆται, τίνα τρόπον γενήσεται ἀμνὸς τοῦ Θεοῦ, αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἐπιφέρεται τούτοις, ἡμεῖς δὲ ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν· δυνάμει γὰρ καὶ ἐτραυματίσθη ὅτε ἦραν λίθους βαλεῖν ἐπ' αὐτόν· καὶ μεμαλάκισται δέ φησιν διὰ τὰς ἁμαρτίας ἡμῶν· μᾶλλον γὰρ Παύλου τοῖς ἀσθενέσι συνασθενήσας Χριστὸς, εἶπεν ἂν τὸ, τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; Ταῦτα δὲ πάντα ὁμολογεῖ ὁ προφήτης δι' αὐτόν τε καὶ τὸν πάντα λαὸν πείσεσθαι τὸν περὶ οὗ ὁ λόγος, ἐτραυματίσθη γὰρ, φησὶ, διὰ τὰς ἀνομίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν· συνκαταλέγων τε ἑαυτὸν ἐπιφέρει λέγων, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Σαφῶς τε ἐνορῶν τὴν γενομένην ἐπ' αὐτῷ παντὶ τῷ ἐκ περιτομῆς λαῷ πλάνην, καὶ ὅτι μὴ ἔστιν ἄνθρωπος ὃς οὐχ ἁμαρτήσεται, κἂν ὁ πάντων δικαιότατος εἶναι δοκῇ, ἐπιλέγει· πάντες ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τὴν ὁδὸν αὐτοῦ ἐπλανήθη· καὶ Κύριος παρέδωκεν αὑτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ 222 τὰ τούτοις ἀκόλουθα, ἃ καὶ ἀναμφιλόγως ἐπὶ μόνου τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ πέρας εἰληφότα δείκνυται· ὅθεν καὶ θαυμάζειν ἄξιον τῆς πωρώσεως τοὺς μὴ προσιεμένους αὐτὸν τοῦ προτέρου λαοῦ προφάσει δι' ὧν ἐπεδείξαντο κατ' αὐτοῦ, ἔφ' οἷς ἐπιγελᾶν καὶ διασύρειν αὐτοῖς ἔθος, ὡς μὴ ἄξια πεπονθότα τῆς τοῦ Θεοῦ περὶ αὐτοῦ φροντίδος· σαφῶς πρὸς τοῖς εἰρημένοις ἀναβοῶντος τοῦ προφήτου περὶ αὐτοῦ, ὅτι τε ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· καὶ ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Τίς δ' οὐκ ἂν ἀποθαυμάσειε πᾶσι τοῖς προκατειλεγμένοις ἐπιφερόμενον, ἀκούων πρὸς τοῦ προφήτου λέγοντος τὸ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον· ἢ τί δ' ἂν πρὸς ταῦτα εὑρεσιλογήσειεν οἱ τὸ ὄντως (sic) ἀκοῇ ἀκούσαντες τῆς τοῦ Χριστοῦ φωνῆς καὶ μὴ συνέντες, αὐτοῖς τε ὀφθαλμοῖς ἐμβλέψαντες εἰς τὴν παρουσίαν αὐτοῦ καὶ μὴ ἰδόντες· τίνα γὰρ ἄλλον ἔχοιεν ἂν τῶν δικαίων παραστῆσαι ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἀχθέντα εἰς θάνατον, ἢ τίς τοιοῦτος γεγένηται, ὡς τὰς ἁμαρτίας παντὸς τοῦ λαοῦ καὶ αὐτῶν τῶν προφητῶν φέρειν, καὶ ὀδυνᾶσθαι περὶ αὐτῶν, ὥστε τῷ μώλωπι αὐτοῦ ἰᾶσθαι πάντας αὐτοὺς ὁμολογεῖν φάσκοντας, οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν; Τίς δ' ἀνθρωπίνης λαχὼν φύσεως γένοιτ' ἂν τοιοῦτος, ὥστε μήτε λόγῳ μήτε ἔργῳ ἡμαρτῆσθαί τι αὐτῷ ὡς ἀληθεύειν λέγουσαν περὶ αὐτοῦ τὴν θείαν γραφὴν, ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ δόλον ἐν τῷ στόματι 223 αὐτοῦ; Ἐπὶ ποίᾳ δὲ αἰτίᾳ τὸν ἐπὶ τούτοις μαρτυρούμενον ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθήσεσθαι, καὶ ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ τὴν ἐπὶ θανάτῳ κατακριθήσεσθαι ὁ λόγος προαγορεύει; Λεγέτωσαν δὲ καὶ εἰ ὁ προσδοκώμενος αὐτοῖς ἥξειν Χριστὸς ταῦτα πάντως πείσεται, ἅπερ αἱ προφητεῖαι περὶ αὐτοῦ θεσπίζουσιν, ἢ οὐδέν τι τοιοῦτον περὶ ἐκεῖνον ἔσται. Ἀλλ' εἰ διὰ τὰ συμβεβηκότα τῷ Σωτῆρι ἡμῶν προσκόπτουσιν τῇ εἰς αὐτὸν πίστει, οὐκ ἂν φείσαιεν φήσαιεν περὶ οὗ προσδοκῶσι τὰ τοιαῦτα. Ὥρα οὖν ἀτελεῖς κατ' αὐτοὺς καὶ δηλαδὴ ψευδεῖς ἀποφαίνεσθαι τὰς θείας φωνάς· ἀλλ' οὐ καθ' ἡμᾶς γε τοὺς οἷς οὐκ ἀνηγγέλη μὲν ἐκ πατέρων, οὐδὲ παρεδόθη τὰ περὶ αὐτοῦ, θεωρήσαντας δ' ὅμως αὐτὸν καὶ παραδεξαμένους κατὰ τὸ ἐν ἄλλοις εἰρημένον, λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· καὶ δι' ὅλης δὲ τῆς προφητείας πλατύτερον καὶ τηλαυγέστερον τὰ κατ' αὐτὸν ἐμφέρεται, καὶ τὰ περὶ τοῦ κατειληφότος δὲ ὀλέθρου τοὺς ἐπιβεβουλευκότας αὐτῷ δηλοῦται διὰ τοῦ, καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ· ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ· ἐπὶ γὰρ τοιοῦτον ὄντα φησὶν ἀνεῖλον τούτου χάριν τὰ τοιαδὶ πείσοντα. Τούτοις ἑξῆς αὖθις ἡ ἐξ ἐθνῶν ἐκκλησία εὐαγγελίζεται συγκρινομένη καὶ προκρινομένη τοῦ προτέρου