368
ἐπιτιμίου οὐ δυνατὸν ὡρισμένως ὑποβάλλειν διὰ ποιότητα καὶ προσώπου καὶ τρόπου· ὥστε ἐν δυσὶν ἢ τρισὶ τεσσαρακοσταῖς ἀρκεῖσθαι τὸν ἐπιτιμηθέντα. Ἐρώτησις. περὶ πρεσβυτέρων, ὁμοίως ὑπὸ ὀρθοδόξων χειροτονηθέντων καὶ κατὰ ἄγνοιαν συμφαγόντων μετὰ πρεσβυτέρων βεβρωκότων μετὰ τοῦ αὐτοῦ μητροπολίτου. Ἀπόκρισις. γέγραπται, πᾶν τὸ ἐν ἀγνοίᾳ καθαρισθήσεται· ὥστε ἀνένοχοί εἰσι παντὸς ἐπιτιμίου. Ἐρώτησις. περὶ πρεσβυτέρων ὀρθοδόξων, ἤγουν Ἱλαρίωνος καὶ Εὐστρατίου μοναχοῦ, ἂν ἔχωσιν ἐξουσίαν τοῦ διδόναι ἐπιτίμια. Ἀπόκρισις. προείρηται κἀν τοῖς ἀνωτέρω ὅτι χρὴ διδόναι. ἐπειδὴ δὲ ἐμφαίνει ἡ ἐρώτησις εἰ δεῖ καὶ τὸν μὴ ἔχοντα ἱερωσύνην διδόναι κατὰ ἀπορίαν πρεσβυτέρων καὶ πίστιν τοῦ προσιόντος, οὐκ ἔξω τοῦ εἰκότος καὶ τὸν ἁπλῶς μοναχὸν ἐπιτίμια διδόναι. Ἐρώτησις. περὶ μονάζοντος, τοῦ λαβόντος τὸ ἱερὸν σχῆμα κατὰ ἄγνοιαν ἀπὸ πρεσβυτέρου χειροτονηθέντος ὑπὸ καθῃρημένου. Ἀπόκρισις. εἴρηται ἐν ἑτέρῳ κεφαλαίῳ ὅτι πᾶν τὸ κατὰ ἄγνοιαν καθαρισθήσεται. καὶ οὐκ ἐξὸν ἀποστρέφεσθαι τὴν μετὰ τοῦ τοιούτου συνεστίασιν καὶ ἐπὶ ἄλλων τὴν σύμβασιν, ποιούντων ὁμοίως καὶ φιλίαν. Ταῦτά σοι μὲν ὡς συμψύχῳ καὶ συμπόνῳ ἡμεῖς κατὰ τὸ ἐφικτὸν ἀνεπτύξαμεν, αὐτὸς δὲ μεταδοίης ἀσφαλῶς τοῖς ἐπερωτήσασιν ἀδελφοῖς· οὐ γὰρ πάντων ἡ πίστις οὐδὲ πολλοῖς ἐκπέφρασται τὰ τοιάδε, οὐ μόνον διὰ τὴν ἄνοιαν τῶν ἀνομησάντων, ἀλλὰ καὶ διὰ τοὺς πειρασμοὺς τῶν κρατούντων. ἀνθ' ὧν δὲ οἱ εὐλαβέστατοι ἀπεστάλκασιν ἀποστολῶν πολλῶν τε καὶ καλῶν ἀμείψοιντο παρὰ θεοῦ τὴν ἀξίαν μισθαποδοσίαν καὶ τάδε δύο μαλακίσκια εἰς ὑπόμνημα φιλίας. ἔρρωσθε ἐν Κυρίῳ, τιμιώτατοι, προσευχόμενοι ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας. 550 {1Ἰωάννῃ κληρικῷ}1 Τὸ μὲν τῆς ἀγάπης σου δῶρον ἀπεδεξάμεθα, φίλε γνησιώτατε· τὸ δὲ αἴτημα, ὅπερ ᾐτήσω πρὸς τό, ἐὰν φθάσῃς συνεστιαθῆναι αἱρετικοῖς, εἰδέναι τὸ ἐπιτίμιον, ἐκεῖνο λέγομεν, ὅτι ἐπὶ παντὸς ἁμαρτήματος ἡ ἀξιόλογος μετάνοια τὴν συγχώρησιν ἔχει, οὐ μὴν πρὸ τοῦ ἁμαρτήματος ἔξεστιν ἐπιτίμια τιθέναι καὶ ἀνοίγειν ἐντεῦθεν τὴν θύραν τῆς ἁμαρτίας· οὐδὲ γὰρ ἐὰν ἐρωτήσῃς "4εἰ φθάσω πορνεῦσαι ὡς οὐ βούλομαι, τί τὸ ἐπιτίμιον;"5, χρή με ἀποκριθῆναί σοι τόδε (προτροπὴ γὰρ γίνεται τοῦ ἁμαρτεῖν), ἀλλὰ τοῦτο ἀποκριτέον· μὴ ποιῆσαι τὴν ἁμαρτίαν μηδὲ προσκόψαι πρὸς λίθον τὸν πόδα καὶ νοητῶς καὶ αἰσθητῶς· ὅταν δὲ προσκόψῃς, τότε ὁ ἰατρὸς παρακαλοῦντι καὶ μετανοοῦντι ἐπιδίδωσι τὸ θεραπευτικὸν ἴαμα. Ταῦτά σοι γέγραφα σὺν πολλῇ προσοχῇ, εὐχόμενος ῥυσθῆναί σε, ἠγαπημένε, ἀπὸ παντὸς κακοῦ. 551 {1Θωμαΐδι παρθενευούσῃ}1 Περιχαρῶς ἐδεξάμην τὴν πρότασιν τῆς τιμιότητός σου διὰ φωνῆς ζώσης τοῦ ὑπερτίμου κυρίου ἀρχιητροῦ, ἅτε παρὰ συγγενοῦς καὶ θεοφιλοῦς προσφωνηθείσης. καὶ οὐκ ἀπαναίνομαι καὶ παρὰ γυναικὸς μανθάνειν ἔσθ' ὅτε τὸ λανθάνον, οὐ μὴν δοκῶ ἠγνοηκέναι τὴν περὶ τῶν σεπτῶν εἰκόνων προσκύνησιν, ὅπως ὀφείλει εἶναι. ἡμεῖς τοιγαροῦν, ὦ τιμιωτάτη, ἵνα περὶ τῶν ἄλλων ἐάσω τὸ παρὸν λέγειν, τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὕτως προσκυνοῦμεν, ὡς αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. τὸ δὲ "4ὡς"5 τοῦτο ὁμοιώσεώς ἐστιν, ἀλλ' οὐ βεβαιώσεως· ἦ γὰρ ἂν οὐκ εἰκὼν Χριστοῦ, ἀλλ' αὐτὸς Χριστός ἐστιν. ἀλλὰ μὴν εἰκὼν Χριστοῦ ἐστι καὶ ἐν τῇ αὐτοῦ εἰκόνι προσκεκύνηται καὶ ὡς ἕτερον ἐν ἑτέρῳ δέδεικται· φησὶ γὰρ ὁ Χρυ σόστομος, εἶδον ἄγγελον ἐν εἰκόνι, καὶ ὁ Θεολόγος Γρηγόριος πάλιν, τῆς δ' ἦν ὑπερκύπτων Πολέμων ἐν εἰκόνι. οὐκοῦν καὶ ὁ Χριστὸς ἐν τῇ οἰκείᾳ εἰκόνι καὶ ὁρώμενός ἐστι καὶ προσκυνούμενος· ἀλλ' εἰ καὶ ὁμοιωματικῶς, ὅμως, ὅτι αὐτὸς προσκυνεῖται καὶ αὐτὸς λατρεύεται, οὐ μὴν ἡ εἰκὼν αὐτοῦ λατρευτή, ἐπεὶ οὐδὲν διάφορον εἰκόνος καὶ πρωτοτύπου· καίτοι γε ταῦτα δύο τῇ διαφορότητι τῆς οὐσίας, οὐ τῇ ὁμοιότητι τῆς ὑποστάσεως. ἔπειτα καί, εἰ ἡ Τριὰς μόνη ἐστὶ λατρευομένη, πῶς δύναιτ' ἂν καὶ ἡ εἰκὼν λατρεύεσθαι; εὑρεθήσεται γὰρ