198
καλεῖ ἡμᾶς ὁ λόγος καὶ ἀπαιτοίη τὸ χρέος· εἰ ἀποθάνωμεν, καὶ συζήσομεν Χριστῷ, εἰ ὑπομένωμεν, καὶ συμβασιλεύσομεν. Τοιαῦται αἱ ἐπαγγελίαι τοῦ ἀψευδοῦς· σὺ δέ μοι, ὦ καλὲ ἀδελφὲ καὶ πατὴρ ποθητέ, μεμνῆσθαι διὰ παντὸς μὴ ἐπιλήσῃ, τυχεῖν με αἰτούμενος σὺν σοὶ θεοῦ τοῦ κεκληκότος. 307 {1Τιμοθέῳ τέκνῳ}1 Τί ἀκήκοα; καὶ σύ, τέκνον Τιμόθεε, μετὰ μαρτύρων ἠράσθης θεοῦ; ζηλῶν ἐζήλωκας τῷ Κυρίῳ· χαίρειν εἰπὼν τῇ φυγαδείᾳ παραδέδωκας σεαυτὸν εἰς μαρτύριον. ὡς μακάριόν σου τὸ βούλευμα, ὡς θεόληπτόν σου τὸ τῆς καρδίας διάπυρον, ὧ καὶ πάλαι ὑπαστράπτων ἐν πολλοῖς κατορθώμασιν ἐγνωρίζου. νῦν δὲ ἀνέλαμψας τελεώτερον, μάρτυς ἀναδειχθεὶς ὡς ἀληθῶς· λέγειν ἔστιν καὶ σοὶ ἐν χαρᾷ, τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας καὶ τὸ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, ὡς Χριστὸς διὰ Χριστόν, εἰ καὶ οὐχ οὕτως δοκεῖ τοῖς χριστοδιώκταις. εὐλογητὸς ὁ θεὸς ὁ ἐνισχύσας σε καταξανθῆναι ἐν ἑκατὸν καὶ πεντήκοντα μάστιξι καὶ μὴ πρόεσθαι τὴν σωτηρίαν, ἀλλὰ τοὐναντίον ἐλέγξαι τὸν τεκταίνοντα δυσσεβέστατον, οὗ αἱ μάστιγες μενοῦσιν αἰωνίζουσαι, μὴ μεταμελομένου δῆλον ὅτι. μιᾷ ῥοπῇ, ἀδελφὲ καλέ, δριμυχθεὶς οἷον αἰώνιον κλέος ἦρας· συνεβλήθης ὡς λίθος ἅγιος τῇ ἐνδομήσει τῆς ὁμολογίας Χριστοῦ, εἰς χαρὰν τῶν ἀδελφῶν καὶ συνάθλων σου, εἰς καύχημα ἐμοὶ τῷ ἁμαρτωλῷ καί γε τῷ θεοφιλεστάτῳ ἀρχιεπισκόπῳ, ἀλλὰ γὰρ καὶ πάντων τῶν εὐσεβούντων. τίς ἀκούσας σου τὸν ἀγῶνα οὐκ ᾄσεται; τίς τῶν γνωριζόντων οὐ μακαρίσει σε; ἐστεφάνωσέν σε Χριστὸς οὐρανόθεν, ἠσπάσατό σε ὁ χορὸς τῶν ἁγίων. Ἀλλ' ἐπειδὴ οὐ τὸ καλῶς ἄρξασθαι μόνον μακαριστόν, τὸ δὲ τελειῶσαι τὸν ἀγῶνα τὸ ζητούμενον, στῶμεν, τέκνον ἀγαπητόν, πρὸς τὸ ἑξῆς ἀνδρειούμενοι, φέροντες τὰ κατὰ τὴν φυλακὴν δυσχερῆ γενναίως. Χριστὸς ὁ συμπαρών, ὁ μὴ ἐῶν ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν πειρασθῆναι, ἀλλὰ διδούς σοι καρτερίαν μέχρι θανάτου καὶ τοὺς τῆς ἀθλήσεως στεφάνους ἐπὶ τέλει τῶν ἀγώνων χορηγῶν σοι. ὦ καλὲ Τιμόθεε, προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἀναξίου ἵνα σῴζοιμι ἐν Κυρίῳ σὺν ὑμῖν τοῖς ἁγίοις. 308 {1Ἰγνατίῳ τέκνῳ}1 Ἃ γέγραφας, τέκνον ἠγαπημένον, ἔγνων, καὶ χαίρω ἀκούων σου τῆς φωνῆς, οὐ μὴν ὡς σὺ ὑπολαμβάνεις τὰ κατ' ἐμέ· ἕωλα γὰρ καὶ μηδαμινά. πλὴν εἰ λέγοις ὠφελεῖσθαι ἐν τοῖς λόγοις μου, γράφε καὶ δέχου, καὶ φθόνος οὐδείς. Συνίημι βίον ἕλκειν σε στενοχωρητικὸν ἐν τῷ παρόντι διωγμῷ ὥσπερ καὶ οἱ ὁμότροποί σοι κρυπτόμενοι, ἀλλ' ἡ ἐλπὶς κουφιζέτω· ἔχε τὰ κατὰ σὲ ἀσφαλῶς μετὰ τοῦ καλοῦ Εὐσεβίου, ὃν καὶ προσαγορεύω. ἡ παρὰ τῶν αἱρετικῶν κοινωνία οὐ κοινὸς ἄρτος, ἀλλὰ φάρμακον, οὐ σῶμα βλάπτον, ἀλλὰ ψυχὴν μελαῖνον καὶ σκοτίζον. ῥίπτειν δὲ καὶ κρύβδην οὐκ ἐμοὶ τὸ λέγειν, ἀλλὰ τῶν ποιούντων φόβῳ, περὶ ὧν ἐκεῖνο λέγειν ἔστιν, ὅτι πολλοὶ τῶν ἀρχόντων ἐπίστευον εἰς αὐτόν, ἀλλ' οὐχ ὡμολόγουν διὰ τοὺς Φαρισαίους, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἢ τὴν δόξαν τοῦ θεοῦ· ὅτι ὀρθοδόξῳ αἱ εὐχαὶ τῆς ἱερουργίας. τί τοῦτο, εἰ παρὰ αἱρετικῶν γίνοιντο, συμβάλλεται; οὐ γὰρ ὡς ὁ ποιήσας αὐτὰς φρονοῦσιν οὐδὲ ὡς αὐταὶ αἱ φωναὶ σημαίνουσι πιστεύουσιν, ἐπείπερ πᾶσα ἡ μυσταγωγία Χριστὸν ἄνθρωπον ἀληθῶς γεγενῆσθαι δοξάζει. οἱ δὲ ἀρνοῦνται, κἂν λέγωσι, διὰ τὸ φρονεῖν μὴ ἐξεικονίζεσθαι αὐτόν, ὡς ἂν εἰ καὶ λέγων τις "4πιστεύω εἰς πατέρα καὶ υἱὸν καὶ Ἅγιον Πνεῦμα"5, φρονῶν δὲ ὅτι ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα μία ὑπόστασίς ἐστι τριώνυμος, ὅπερ ὑπάρχει δόγμα Σαβελλίου τοῦ ματαιόφρονος. τί οὖν; εἴπωμεν τὸν τοιοῦτον πιστεύειν εἰς Τριάδα; οὐδαμῶς, κἂν λέγῃ. οὕτως οὖν οὐδὲ ἐνταῦθα πιστεύει ὡς λέγει, κἂν ὀρθόδοξος ἡ μυσταγωγία, ἀλλ' εἰκαιολογεῖ ἑκάτερος, μᾶλλον δὲ ἐνυβρίζει, παίζων τὴν λειτουργίαν· ἐπεὶ καὶ γόητες καὶ ἐπαοιδοὶ χρῶνται θείαις ᾠδαῖς ἐν τοῖς δαιμονιώδεσι. Συμφέρει τὸν ἀβάπτιστον, εἰ μὴ εὑρίσκοιτο ὀρθόδοξος ὁ βαπτίσων, ὑπὸ μοναχοῦ, ἢ καὶ τούτου μὴ ὄντος, ὑπὸ λαϊκοῦ βαπτισθῆναι, λέγοντος "4βαπτίζεται ὁ δεῖνα εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ