346
ἐπίληψις, καὶ φίλου σοφωτάτου, ἀναγκαῖον ᾠήθην αὐτὴν τὴν ἐπιστολὴν ὑπ' ὄψιν ἀγαγεῖν καί, καθ' ὅσον οἷόν τέ μοι ἐπικριθεῖσαν, ἀποστεῖλαι τῇ φιλότητί σου, ἢ ἀπολύουσαν τῆς ἀπορίας ἢ ἐπανορθουμένην ὑπὸ τῆς ἀγχινοίας σου· δεῖ γὰρ ἀντεισάγεσθαι πρὸς τοῦ ἐπιτιμῶντος τὴν οἰκείαν γνώμην τῆς μεμφθείσης ὑπολήψεως. ἔστιν οὖν ἡ ἐπιστολὴ ἥδε. {1Θεόδωρος Ἀθανασίῳ}1 "4Πῶς"5, φῆς, "4οὐ λατρεύεται ἡ εἰκὼν Χριστοῦ, ἀλλ' ὁ ἐν αὐτῇ προσκυνούμενος Χριστός, μιᾶς οὔσης ἐπ' ἀμφοῖν προσκυνήσεως;"5 ὅτι ἐπ' αὐτοῦ δὴ Χριστοῦ λατρευτικὴ ἡ προσκύνησις (προσκυνῶν γὰρ αὐτὸν συμπροσκυνῶ τὸν πατέρα καὶ τὸ Ἅγιον Πνεῦμα ὁμοῦ, ὅπερ ἐστὶν ἡ τριαδικὴ ἡμῶν προσκύνησις καὶ λατρεία), ἐπὶ δὲ τῆς εἰκόνος ἡ αὐτὴ μὲν (πῶς γὰρ οὔ; ὧν γὰρ ἓν τὸ κράτος καὶ ἡ δόξα μία, τούτων δηλαδὴ ἓν τὸ σέβας καὶ μία ἡ προσκύνησις), σχετικὴ δὲ ὅμως, ἤγουν ὁμωνυμική. προσκυνῶν γὰρ αὐτὴν οὐ συμπροσεκύνησα, ἀλλὰ προσεκύνησα Χριστόν, οὐ διαιρούμενον καθ' ὑπό στασιν, ἀλλὰ διαφορούμενον κατὰ τὸν τῆς οὐσίας λόγον· ὅπερ ἐστὶ σχετική, ἀλλ' οὐ λατρευτική, κἂν ἡ αὐτή, ἐκεῖ μὲν οὕτως νοουμένη καὶ λεγομένη, καθότι τριαδική, ἤγουν φυσική, ἐνταῦθα δὲ τὸ ἔμπαλιν, καθότι σχετική, ἤγουν ὑποστατική. εἰ γὰρ εἴποις λατρευτική, ἐσήμανας σεσαρκῶσθαι ὡς τὸν υἱὸν τόντε πατέρα καὶ τὸ πνεῦμα, ὅπερ ἐστὶν ἔκτοπον. τοιγαροῦν προσκυνῶν τὴν εἰκόνα Χριστοῦ οὐ τὴν θεότητα προσκυνῶ, ὥς φασί τινες (τοῦτο γὰρ τῆς Τριάδος σημαντικόν· καὶ οὐ σεσάρκωται ἡ Τριάς, ἄπαγε), ἀλλὰ τί; αὐτὸν Χριστὸν σχετικῶς· μόνος γὰρ αὐτὸς ὁ σαρκωθεὶς θεὸς λόγος. προσκυνῶν δὲ αὐτὸν Χριστὸν δῆλον ὅτι συμπροσεκύνησα τὸν πατέρα ὁμοῦ καὶ τὸ πνεῦμα. ὥστε ἐπὶ τῆς εἰκόνος σχετικὴ εἰκότως ἂν νοοῖτο καὶ λέγοιτο, ἐπ' αὐτοῦ δὲ Χριστοῦ λατρευτική, ὡς συνεπινοουμένου τε καὶ συμπροσκυνουμένου τοῦ τε πατρὸς καὶ τοῦ πνεύματος. Καλῶς οὖν, ὦ τᾶν, ἔχειν μοι δοκεῖ τὸ θεώρημα, ἐπὶ μὲν τῆς μακαρίας καὶ προσκυνητῆς Τριάδος τὴν σὺν πρόθεσιν εἰλῆφθαι (ἡ γὰρ σὺν διάκρισιν τῶν ὑποστάσεων ὑποφαίνουσα ἑνότητα φυσικὴν παρίστησι, καθὼς ἐπὶ τοῦ συμβόλου τῆς πίστεως παρὰ πᾶσι χριστιανοῖς ᾄδεται), ἐπὶ δὲ τῆς προσκυνήσεως Χριστοῦ τε καὶ τῆς αὐτοῦ εἰκόνος οὐκ ἔχει χώραν ἡ σὺν πρόθεσις εἰλῆφθαι· ἦ γὰρ ἂν εἰς δυάδα ὑποστάσεων κατὰ τὸν ἀποδοθέντα λόγον διιστᾶσα τὴν μίαν ὑπόστασιν ἀποκομίσῃ ἡμᾶς εἰς τὸ τῆς κοσμολατρείας ἀσέβημα. οὐκοῦν εἰκότως ἡ ἀντωνυμία παρελήφθη, ἥτις, τὸ ἑνιαῖον τῆς ὑποστάσεως ἐπ' ἀμφοῖν τηρήσασα, διίστησι τὸ ἑτεροῖον τῶν φύσεων. καὶ γοῦν, φησὶν ὁ πάνσοφος ∆ιονύσιος, ἑκάτερον ἐν ἑκατέρῳ παρὰ τὸ τῆς οὐσίας διάφορον. διαφορότητα οὖν οὐσίας φήσας ταὐτότητα δῆλον ὅτι ὑποστάσεως κατὰ τὸ ἑκάτερον ἐν ἑκατέρῳ ὑπέδειξε, καθ' ἣν καὶ ἡ κατὰ σχέσιν προσκύνησις τεθεώρηται. ἡ γὰρ σχέσις, ὥς φασι, τῶν πρός τί ἐστιν· ἅμα τε γάρ ἐστι καὶ ἀντιστρέφει πρὸς ἄλληλα, οἷον ἀρχέτυπον πρὸς εἰκόνα. οὐ γὰρ ἂν εἴη θάτερον μὴ θατέρου παρόντος, καθὸ καὶ τῶν ἅμα πεφιλοσόφηται. πρόσκειται δέ, ἤγουν ὁμωνυμική, καί γε τῆς αὐτῆς ἐμφάσεως καὶ ἥδε ἡ λέξις· τὸ γὰρ ὄνομα ὀνομαζομένου ὄνομα. ὥστε κἀνταῦθα τῶν πρός τι ὁ λόγος, ἐπεὶ καὶ κατὰ φιλοσοφίας ὅρον ὁμώνυμά ἐστι διδασκόμεθα, ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, οἷον αὐτὸς Χριστὸς καὶ ὁ ἐγγεγραμμένος. ἐπεὶ δὲ καὶ ὑποστατικὴ πρόσκειται, τοῦτο διαρρήδην ἀποδέδεικται, ὅτι οὐχ ἑτέρα ὑπόστασις παρὰ τὴν τοῦ Χριστοῦ ἐν τῇ αὐτοῦ εἰκόνι, ἀλλ' αὐτὴ δὴ ἡ ὑπόστασις Χριστοῦ, ἤγουν ὁ χαρακτήρ, τῷ τῆς μορφῆς αὐτοῦ εἴδει ἐκφαινόμενός τέ ἐστιν ἐν τῇ εἰκόνι καὶ προσκυνούμενος· καὶ ἔρρωται ὁ πᾶς λόγος τοῖς ὑγιῶς φρονοῦσι. Πρὸς δὲ τὸ πίστωσιν ἔχειν μᾶλλον τὸν λόγον ἀναγκαῖον ἡγησάμην τρεῖς χρήσεις πατρικὰς ὑποθεῖναι τῇ ἐπιστολῇ, ὡς ἂν πληρωθῇ κἀνταῦθα ἐπὶ δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα, γραφικῶς εἰπεῖν. {1Τοῦ Χρυσοστόμου ἐκ τῆς ἑρμηνείας τοῦ νιπτῆροσ}1 Ὅταν βασιλικοὶ χαρακτῆρες καὶ εἰκόνες εἰς πόλιν εἰσφέρωνται, ὑπαντῶσιν ἄρχοντες καὶ δῆμοι μετ'