166
τὸν καὶ ἐν ἀσθενεῖ φύσει τὴν ἑαυτοῦ δύναμιν ἐμφανίσαντα· τῷ ὄντι γὰρ μακαρία σὺ ἐν μοναζούσαις, ἀλλὰ γὰρ καὶ ἐν γυναιξὶ πάσαις, ὅτι ἐν ταῖς ἡμέραις ταύταις, ἐν αἷς ἑάλωσαν οὐ μόνον γυναῖκες ὁμόσχημοι καὶ κανονικαί, ἀλλὰ καὶ πάντες μικροῦ δεῖν ἐν τῇ Βυζαντίδι μονασταί τε καὶ ἡγούμενοι, αὐτὴ σὺν ἄλλαις τέσσαρσιν ἢ καὶ πρὸς εἵλου ὑπὲρ Χριστοῦ πάσχειν ἢ μετασχεῖν τῆς χωριζούσης Χριστοῦ αἱρετικῆς κοινωνίας. ὁ γὰρ μετέχων αὐτῆς ἀπόκληρος Χριστοῦ ὡς ὁ Ἰούδας καὶ κοινωνὸς τῶν παραλαβόντων τὸν Κύριον εἰς τὸ σταυρωθῆναι· καὶ γὰρ τοῦ Χριστοῦ διῶκται καὶ σταυρῶται οἱ τὴν εἰκόνα αὐτοῦ ἐκμειοῦντες καὶ ἀποσκορακίζοντες, ὥσπερ καὶ αὐτῆς τῆς Θεοτόκου καὶ ἑκάστου τῶν ἁγίων. Βλέπε, δούλη Χριστοῦ, μὴ καταισχύνῃς τὸν καλέσαντά σε εἰς τὴν ὁμολογίαν αὐτοῦ. σπέρμα ἅγιον σὺ (ἐῶ τὸ κατὰ σάρκα, ὅτι καὶ τοῦτο τοιοῦτον), ἀλλὰ Θέκλης λέγω τῆς πρωτομάρτυρος, Φεβρωνίας, Εὐγενίας, Ματρώνης καὶ τῶν ὁμοίων· εἶπον δὲ Ματρώνης, ὅτι καὶ ἐν ταῖς κατ' αὐτὴν ἡμέραις αἱρέσεως οὔσης καί τινων μοναζουσῶν ἐνισταμένων ἀπέχεσθαι τῆς κοινωνίας ὡς ὑμεῖς νῦν οἱ ἀλάστορες αἱρετικοί, μὴ φέροντες τὴν μανίαν, βίᾳ χειρὶ ἤνοιγον τὰ στόματα καὶ ἐνέχεον τὴν κοινωνίαν αὐτῶν. ἀλλὰ τὸ χειρὶ οὐ συνηγορεῖτο, ὥστε καὶ αὐτὴ σκόπει πολλὰ διὰ Χριστὸν πειρασθῆναι. Ἀλλὰ μηδαμῶς ἐκκλίνωμεν· Χριστὸς γὰρ ἡμῖν βοηθός, κἂν μέχρις αἵματος πειράσωσιν. προσεύχου περὶ ἡμῶν διὰ τὸν Κύριον καὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς μὴ ἀποτυχεῖν Χριστοῦ. 245 {1Ἰωάννῃ Καλχηδόνοσ}1 Ὃν ἐκ μακροῦ χρόνου ὤδινον πόθον, νῦν ἀποτεκὼν εἰκότως εὐχαριστῶ τῷ θεῷ μου ὁ ταπεινός· τίς δὲ ὁ πόθος; τὸ γράμματι συναφθῆναί με τῇ πατρικῇ ἁγιωσύνῃ σου καὶ δοῦναι ἀσπασμὸν καὶ γνωρίσαι τὸν πόθον ὅσος καὶ ἡλίκος, οὐχ ὅτι τὸ πρὶν οὐκ ἦν, ἀλλ' ὅτι ἄρτι μάλα ἐξῆπται τῇ ὑπὲρ ἀληθείας ταὐτοπαθείᾳ· οὗ γὰρ ὁμόνοια πίστεως, ἐκεῖ δηλαδὴ καὶ ἀγάπης σύνδεσμος, οὗ δὲ ἀγάπης σύνδεσμος, ἐκεῖ θεὸς τὸ κεφάλαιον, ὑπὲρ οὗ καὶ δι' ὃν τὸ πάσχειν. ἀλλὰ τὸ μὲν ἡμέτερον οὐδενὸς λόγου διὰ τὸ ἀμφοτέρωθεν μηδαμινόν, τὸ δὲ τῆς σῆς ὁσιότητος καὶ τῶν οἷος σὺ μεγίστης εὐδοξίας τὰ παρόντα, ὑπὲρ εὐσεβείας ἑλομένων κινδυνεύειν καὶ κακοπαθείας ἀνατλᾶν· ὁπόσης γὰρ θλίψεως τὸ περιορισθῆναί σου τὴν θεοσέβειαν πόρρω που τῶν ἐν ἄστει καὶ ἕλκειν ἡμέραν ἐξ ἡμέρας πόνους καὶ ὀδύνας ἐξοριστικὰς καὶ μεριμνητικὰς τῶν διαφερόντων καὶ πνεύματι καὶ σώματι, καὶ ταῦτα ἐν ἀσθενεῖ σώματι καὶ ἀήθει τῶν τοιούτων, εἰ καὶ τοῖς ἑκουσίοις τῆς ἀσκήσεως πόνοις ἱκανῶς προγεγυμνασμένῳ. Ἀλλ' εὖγε, ὦ πατέρων κράτιστε, ὅτι σὲ ἔλαβεν ἡ ἐκκλησία ἐκ τῆς συγκλήτου κόσμον ἑαυτῇ τὰ πρῶτα, νῦν δὲ καὶ φύλακα τῶν εὐσεβῶν αὐτῆ δογμάτων, ὁμολογίας στέφανον ἀναδησάμενον (πῶς γὰρ οὔ;) ὑπὲρ Χριστοῦ πάσχοντα καὶ μὴ ὑπείκοντα τοῖς Χριστὸν διώκουσι, κἂν οὐ δοκῇ τοῖς ἐλαύνουσι· Χριστὸς γὰρ ἡ Χριστοῦ εἰκὼν ὡς σταυρὸς ὁ σταυροῦ τύπος· καὶ οὔπω λέγω τῆς Θεοτόκου καὶ οὑτινοσοῦν τῶν ἁγίων, εἰδότι σοι καὶ ἡμᾶς μᾶλλον μυοῦντι καὶ τεχνοῦντι τοὺς ἀμυήτους καὶ ἀσόφους. δεινὸν οὖν, ὦ θεία καὶ ἱερὰ κεφαλή, τὸ ἀσέβημα καὶ προεισόδιον τῆς τοῦ Ἀντιχρίστου ἐλεύσεως καὶ οἱονεὶ εἰκών, εἴπερ τῇ Χριστοῦ εἰκόνι μάχεται, μηδένα διαμερισμὸν πρὸς τὸ πρωτότυπον ἐχούσῃ· τοιαύτη γὰρ ἡ φύσις τῶν λεγομένων. διὸ ὅσον τὸ μέγεθος τῆς ἀσεβείας ἐκείνοις, τοσοῦτον ἡμῖν τὸ αὔχημα τῆς ὁμολογίας, μὴ τὰ δευτέρια παραχωρούσης τῶν πάλαι Χριστοῦ μαρτύρων. Ὧν τὸν στέφανον κομίσειας, τρισόλβιε, προσευχόμενος εἰρήνην τῇ ἐκκλησίᾳ καί γε κἀμοὶ τῷ ἐλαχίστῳ μὴ πάντῃ διαμαρτεῖν τῆς τῶν ἰχνῶν σου προσψαύσεως διὰ τὸ μέγιστόν με φορτίον οἴσειν τῶν ἁμαρτιῶν. 246 {1Εὐθυμίῳ τέκνῳ}1 Ὑγίαινε, τέκνον μου ἠγαπημένον Εὐθύμιε· οὐ παύομαι οὖν μεμνῆσθαί σου ἐν ταῖς ταπειναῖς μου προσευχαῖς, ὑπόμνησιν λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεώς τε καὶ ἀγάπης, πῶς ἀπὸ πρώτης ἡμέρας ἀνεστράφης ἐν τῇ ὑποταγῇ σου χρηστῶς, πῶς τε ἐν αὐτῇ τῇ ἡμέρᾳ τοῦ χωρισμοῦ ἔδειξας τὸ τῆς ἀγάπης σου καὶ