364
χαρακτῆρι τῆς εἰλικρινοῦς πίστεως μεμορφωμένοι καὶ ἀδελφοὶ καὶ συμπολῖται, κεφαλὴν ἔχοντες τὸν Χριστόν· οὗπερ ὡς σῶμα τελοῦντες καὶ μέλη ἐκ μέρους, ὀφειλέται ἐσμὲν καὶ συγχαίρειν ἀλλήλοις ἐν τοῖς δεξιοῖς καὶ ἀνιᾶσθαι αὖ πάλιν ἐπὶ τοῖς λυπηροῖς. Ἀλλ' ὤ, πῶς ἀλλαχῇ ὡρμημένους ὑμᾶς πορεύεσθαι ἠνάγκασεν ἡ φορὰ τοῦ καιροῦ ἐν ἄρκυσιν ἐμπεσεῖν τῶν τῇδε κρατούντων; τί οὖν ἔστιν εἰπεῖν πρὸς ταῦτα; ἢ ὅπερ φησὶν τὸ ἱερὸν γράμμα, καὶ ὁ ἄγων ἦγεν τὸν Ἠού; ἀλλ' ἐκεῖ μὲν εἰς τὸ βασιλεῦσαι τοῦ Ἰσραήλ, ἐνταῦθα δὲ εἰς τὸ μαρτυρῆσαι τῇ ἀληθείᾳ, ὡς ἂν πληρωθῇ τὸ εἰρημένον καὶ τανῦν, ἐκ Σιὼν ἐξελεύσεται λόγος, καὶ νόμος Κυρίου ἐξ Ἱερουσαλήμ. ὧδε ὁ νοῦς, ὦ μάκαρ· στῆθι γενναίως, ὑπομνήσκομεν· δόξασον δὴ τὸν θεὸν ἐν τῷ σώματί σου καὶ ἐν τῷ πνεύματι, εἰπὲ καὶ αὐτὸς μετὰ τοῦ θεσπεσίου Παύλου, οἶδα ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ' ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται ἐν τῷ σώματί μου εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου· ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος. ἴδε ὁ γλυκὺς ἀγών, ἴδε ὁ μακάριος συναλλαγμός, βραχείαις θλίψεσί τε καὶ περιστάσεσιν, εἴτουν πληγαῖς τε καὶ ῥανίσιν αἵματος θεὸν γενέσθαι καὶ θεοῦ τοῦ ὄντως ὄντος ἐπιτυχεῖν. Ἐμονώθης τοιγαροῦν, ὡς ἀκηκόαμεν, τμηθεὶς τῷ φρονήματι ἀπὸ τῶν ἀγαπησάντων τὸν νῦν αἰῶνα, ἀλλὰ συνηνώθης πᾶσι τοῖς ἀντεχομένοις τοῦ τῆς ἀληθείας λόγου. ἐντεῦθέν σε ὁ χορὸς τῶν μαρτύρων ὑπολαβεῖν βούλεται ὁλόκληρον, ἐκεῖθεν τῶν ὁμολογητῶν τὸ στῖφος χεῖρα προτείνει ἑλεῖν ὁμόχορον. μὴ δὴ ἀπολειφθῶμεν τῆς καλῆς χορείας, ὦ σεβάσμιε, μηδ' αὖ καταισχύνωμεν τὰς πάντων ἐλπίδας, ὦ τριπόθητε. πόσα ἂν ἔκαμες, ὥστε σου τὸ ὄνομα ἀκουστὸν ἐν ἀρετῇ γενέσθαι τοῖς ὧδε κἀκεῖσε; νῦν δέ, ὡς ἐπ' ὄρους ἀρετῶν διὰ τῆς ὁμολογίας ἀναβεβηκώς, ἐμφανὴς ἐγένου τῷ κόσμῳ καὶ λαμπροφορεῖς ἡλίου φωτεινότερον σὺν τῷ λόγῳ καὶ τὸν βίον εἰς δόξαν τοῦ πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς· εἰς τόπον εἵρχθης ὑπεραίροντα, εἰς γλῶσσαν παρεδόθης βλάσφημον, πόσα μὲν οὐ σαίνουσαν, πόσα δὲ οὐ ψευδολογοῦσαν καὶ πειρωμένην ὑποκλίνειν ἀπὸ τοῦ ὑψηλοῦ καὶ θείου φρονήματος; ἀλλ' ἴσμεν ἐξ ἀκοῆς ὅσος καὶ αὐτὸς εἶ χάριτι Χριστοῦ, λόγον ἐπέχων ζωῆς, σοφίας ῥεῖθρον ἀπὸ στόματος προβαλλόμενος ἀντεπεξάγειν τὰ εἰκότα ταῖς ματαίαις προτάσεσιν. ἡμεῖς δὲ οἱ ταπεινοὶ ἐκεῖνο λέγομέν τε καὶ διασαφοῦμεν, ὅτι λογάδες πάλαι τε καὶ νῦν προέστησαν τοῦδε τοῦ ἱεραρχικοῦ θρόνου, εὐτεχνίᾳ δογ μάτων τὸ περὶ τῶν σεπτῶν εἰκόνων θεώρημά τε καὶ σύνθημα διατυπώσαντές τε καὶ ἐκδώσαντες, καί, εἰ δεῖ ἀποστολικῶς εἰπεῖν, ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις· ὧδε γὰρ προελθοῦσα ὡς ἐξ ᾅδου πυλῶν ἡ εἰκονομαχικὴ αἵρεσις ὧδε καὶ κατήργηται, ἀλλὰ καὶ ἔτι καταργηθήσεται ταῖς αὔραις τοῦ Ἁγίου Πνεύματος, ὁπηνίκα ἐπιτιμήσει· Χριστὸς τῇ πονηρᾷ ταύτῃ ὡς ἀληθῶς θαλάσσῃ, περὶ ἣν πολλὰ τὰ περὶ τὴν πίστιν ναυάγια, οὐ τοσοῦτον διαστροφῇ νοός, ὅσον δέει τῶν κρατούντων. Πλὴν ὅτι ὑπερήλαντο πολλοὶ τοῦ κλύδωνος, πηδαλιουχούμενοι Πνεύματι Ἁγίῳ, καὶ πολλὰ τὰ μαρτύρια καὶ τὰ τῆς εὐσεβείας συγ- γράμματα, πᾶσαν πλάνησιν διελέγχοντα καὶ τὴν τῆς ἀληθείας ὡραιότητα πάσαις ταῖς πισταῖς διανοίαις ὑποφαίνοντα· μεθ' ὧν φυλαχθείη καὶ ἡ σὴ μακαριότης, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνιζομένη, τὸν δρόμον τελοῦσα, τὴν πίστιν τηροῦσα εἰς ἀπόληψιν τοῦ τῆς δικαιοσύνης στεφάνου. εἶεν. 548 {1Ὑπακοῇ μοναζούσῃ}1 Καὶ εὐλαβούμενοι γράφειν, ὅμως ἀναγκαζόμεθα στόμα εὐχάριστον καὶ αἰνέσιμον ἀνοίγειν τῇ τιμιότητί σου. ἕως πότε οὖν οὐκ ἀνήσῃς, καλλιμῆτορ, κιχρᾶν ἡμῖν σεαυτήν; ἕως τίνος τὰ δωρήματά σου οὐκ ἀπολήξωσιν ἐντεῦθεν καὶ ἐντεῦθεν παραπεμπόμενα; καὶ μάλιστά γε νῦν, ὅτε πολλά σοι τὰ λυπηρὰ περιεστοίχησαν, ἐφ' οἷς καὶ ἐκινήθημεν μᾶλλον ἐπιστεῖλαι, μαθόντες οὕτως καὶ οὕτως ἐπὶ τῷ λειψάνῳ