10
ἀγάπην τοῦ Κυρίου. ἀμέριμνος ἀπέρχῃ, ἀδιάθετος· οὐ γὰρ πάρεστίν σοί τι διαθέσθαι ἢ τὸ ἔνδυμά σου τὸ τρύχινον καὶ εἴ τι ἄλλο τῆς ἀσκευάστου ζωῆς σχέδιον. ἀπ' ἐντεῦθεν ἤδη γυμνὴ παρίστασαι τῷ θεῷ, καθαρὰν τῆς τῶν ὑλῶν βορβορώσεως φέρουσα τὴν ψυχήν. ἔχεις δ' ὅ τι ἡμῖν καταλείψεις, τὴν κραταιὰν εὐχήν, ἣν καὶ νηπίοις ἡμῖν οὖσι σχεδὸν κατέπεμπες, σημειοῦσα καὶ κατασφραγίζουσα ἐν ταῖς νυκτεριναῖς ὥραις, λιτὰς ἀνθ' ἡμῶν τῷ Κυρίῳ ἐν παντὶ καιρῷ προσφέρουσα. καταλείψεις δὲ καὶ τὸ ἄοκνόν σου ἐν ταῖς θείαις λειτουργίαις καὶ φίλαγνον καὶ σπουδαῖον καὶ τὸ ἀποστολικὸν καύχημα τοῦ καμάτου· τῷ ὄντι γὰρ πολὺς κάματος ἐκ τῶν ὁσίων σου χειρῶν ἐξελήλυθεν καὶ διεσκέπασεν καὶ διέθαλψεν οὐχ ἡμᾶς μόνους, ἀλλὰ καὶ ἅπασαν τὴν ἀδελφότητα. οἳ καὶ ὡς μητέρα πνευματικὴν ἔχοντές σε καὶ περιέποντες τὰ ἴσα ἡμῖν καταλυποῦνταί σε καὶ ἀνακαλοῦνται. Ταῦτα ὡς μὴ γινόμενα ἐσχηματίσαμεν ἐν τοῖς γράμμασιν, παρηγορίαν ἡμῖν αὐτοῖς ποιοῦντες καὶ ὑποδεικνύοντές σοι τὰ τῆς καρδίας ἡμῶν, ἅπερ καὶ ἐξ ἑαυτῆς ἐπίστασαι. ἐγὼ τοίνυν, μῆτέρ μου ἁγία, ὡς οἶσθα, εἰ καὶ ἤθελον εἰσελθεῖν, οὐκ εἶχον πῶς διὰ τὴν φροντίδα τὴν ἐπικειμένην μοι ἀναξίως καὶ οὐκ οἶδα ποίῳ λόγῳ. ὡς θαυμαστὸν γάρ, φησίν, εἰ καὶ Σαοὺλ ἐν προφήταις, καί γε Θεόδωρος ἐν ἡγουμένοις. τοῦτό με εἶρξεν, τοῦτό με ἐδέσμευσεν· ἐπεὶ σιδηραῖς ἁλύσεσιν εἰ ἦν κατεπιασμένος, διέρρησσον αὐτὰς καὶ πρὸ προσώπου σου ἱστάμην. νῦν δὲ ἀντὶ ἐμοῦ ἔπεμψά σοι τὸν πρεσβύτερον εἰς μικρὰν παραμυθίαν, ὅτι καὶ αὐτός σοι ποθητὸς καὶ τίμιος, ἵνα ἐν πᾶσι συμπαρῇ τῇ ἀσθενείᾳ σου, ἐπισκεπτόμενος καὶ φροντίζων τὰ δέοντα, κἄν τε ἐπιμένῃς ἐν τοῖς αὐτόθι, ἐπιμένῃ, κἄν τε ἐξέρχῃ, συνεξερχόμενος ἅμα τοῦ οἰκονόμου. λοιπὸν ὡς εὐοδώσει ὁ θεὸς καὶ φέρει ἡ ἀσθένεια οὕτως, μῆτερ τιμία, καὶ διαγενοῦ, καὶ μὴ ὑπὲρ δύναμιν ταθῇς θέλουσα ἐξελθεῖν. τάχιον δὲ ὅπως διαφέρῃ ἐν τῇ νόσῳ διάγνωσιν πέμψον ἡμῖν, ἵνα εὐψυχήσωμεν μικρόν· κανόνα δὲ εὐθέως πάντες οἱ ἀδελφοὶ ἐποίησάν σοι καὶ εὐχὴν ἔχουσι διηνεκῆ περὶ τῆς ὑγείας σου. χάρισαι ἡμῖν τὴν ἁγίαν σου εὐχήν, εὐλόγησον ἡμᾶς μητρικαῖς δωρεαῖς, ἄσπασαι ἡμᾶς διὰ τοῦ γράμματος, δὸς ἡμῖν τὴν εἰρήνην, ἣν ἔχεις διὰ τῆς χάριτος τοῦ Χριστοῦ καὶ ἕξεις εἰς αἰῶνας αἰώνων. 7 {1Εἰρήνῃ βασιλίσσῃ}1 Φωνή, φησίν, ἐν Ῥαμᾷ ἠκούσθη, ὁ θεοπτικώτατος Ἱερεμίας, θρῆ-νος καὶ ὀδυρμὸς πολύς, Ῥαχὴλ τότε κλαίουσα τὰ τέκνα αὐτῆς. τὰ δὲ παρόντα οἷα καὶ ἡλίκα; πόθεν που χθές, δέσποινα ἡμῶν πανάγαθε, ἀναφανέντες ἄγγελοι τοῦ ἱεροῦ σου παλατίου καὶ ἀκουτίσαντες ἡμῖν πάσας τὰς γεγενημένας σου τῶν ἔργων ἄρτι αἰνέσεις, ἤχησαν ἡμῶν ἀμφότερα ὡς ἀληθῶς τὰ ὦτα. τί τοιγαροῦν; ὅτι ἦρας σύσσημον ἐν τοῖς πέρασι τηλικαύτης εὐσεβείας. καὶ ἰδοὺ ἥκουσί σοι κυκλοτέρωθεν, ὡς νεφέλαι πετόμεναι, λιταὶ παμπληθεῖς, γεραίρουσαι τὸν θεὸν ὑπὲρ τῶν αἰσίων σου καταπράξεων. φράζε ἡμῖν, ὦ δέσποινα, τίς ὁ ἐπιβιβάσας σου τὸν καθαρώτατον νοῦν ἐπὶ τὰ ὕψη τῶν νοημάτων τῆς ἀληθείας, ὥστε ὡς ἀπὸ σκοπιᾶς τινος ὑψηλῆς μετεώρου καταθρῆσαι τὰ τοιαῦτα ἀρεστὰ θεῷ καὶ ὅσια. δίδαξον ὅθεν σοι ὁ τῆς εὐσεβείας τοσοῦτος ἔρως ἐνέσκηψεν, καλῶς ἀπληστεύεσθαι τὰ θεάρεστα καὶ εἰς ὕπερ ἐλάσαι φειδοῦς τῆς ὑπὲρ τῶν Χριστιανῶν ψυχικῆς τε καὶ σωματικῆς πολυφελοῦς προμηθείας. ἢ ἐπειδὴ πολὺ τὰ θεῖα φρονοῦσα καὶ ὁμειρομένη μητρικῶς οὐκ ἀρκετὸν ἡγήσω τὸ μόνον τὸν λαόν σου τῇ ἄνωθεν ἐπικουρίᾳ ὡς ἐξ Αἰγυπτιακῆς τινος δουλείας, τῆς δυσσεβοῦς, φημί, πίστεως, λυτρώσασθαι, εἰ μὴ μετὰ τῶν προλαβόντων πολυτρόπως ἐκλαμψάντων σοι δίκην ἀστέρων ἀγαθουργημάτων καὶ τὴν παροῦσαν ὡς κολοφῶνά τινα τῶν ἀρετῶν ἐπιπροσθήσασθαι χάριν; Ἅγιος, ἅγιος, ἅγιος. εὐφράνθη ὁ οὐρανὸς ἄνωθεν, μετὰ τοῦ ἱεροφωνοτάτου Ἠσαΐου ἐπιβοήσωμεν, εἰ καὶ τολμηρόν, ὅτι ἠλέησεν ὁ θεὸς διὰ σοῦ τὸν λαὸν αὐτοῦ. ἐπλήσθη γοῦν ἡ σύμπασά σου βασιλεία χαρᾶς καὶ ἀγαλλιάσεως, ὅτι ἀφῄρηται ὁ ἄνομος ζυγὸς ὁ ἐπ' αὐτὴν κείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου τῆς τοιαύτης ἐπικρατήσεως. τίς ἤκουσε τοιαῦτα;