134
Κυρίῳ μετὰ πάντων ὑμῶν· ἀμήν. 179 {1Τῷ αὐτῷ}1 Οὐ πολλοῦ μοι λόγου χρεία ἐν τῇδε τῇ ἐπιστολῇ, τέκνον ἠγαπημένον, διὰ τὸ ἐν τῇ προπεμφθείσῃ τὰ νῦν δηλωθέντα μοι διὰ τῶν γραμμάτων σου καὶ ἀποδέξασθαι καὶ ἀποκριθῆναι· ὅμως καὶ ἡ ἐπιδευτέρωσίς σου ἀποδεκτέα μοι πάνυ. εὔχομαι οὖν ὡς ἁμαρτωλὸς τελειῶσαί σου τὸν δρόμον οὐ μόνον τὸν διὰ παντὸς τοῦ βίου, ἀλλ' ἤδη μάλιστα τὸν ἐνιστάμενον· ἴδε γὰρ τί ἔπαθον οἱ ἀδελφοί σου, οἱ μὲν διὰ τῆς ὑπομονῆς τῶν ὀδυνῶν στεφανωθέντες, οἱ δὲ διὰ τῆς ὀλιγωρίας καταισχυνθέντες. κράτυνον ἔτι, κράτυνον σαυτόν, τέκνον μου, σὺν τοῖς ὑπὸ χεῖρα τῆς διακονίας σου· καὶ ἐμπαράσκευοι ἐστέ, παρακαλῶ, καθ' ἑκάστην ἡμέραν πρὸς τὸ τὰ ἴσα παθεῖν. εἰ δέ τις ἐξ ἀπιστίας ὀκλάζει κατὰ τὰς ἁμαρτίας μου, ὑποχωρείτω, ἵνα μὴ πρὸς τῇ οἰκείᾳ ἀπωλείᾳ καὶ ἄλλοις γίνοιτο αἴτιος ἥττης· πόσῳ γὰρ συνέφερεν τοὺς περὶ Λουκιανὸν τοῦτο πρᾶξαι καὶ μὴ τῷ δοκεῖν φερεπόνους ὑπάρχειν καὶ εἰς πτῶσιν ἐνεχθῆναι. Ὢ τῶν ἁμαρτιῶν μου· δι' ἐμὲ γὰρ πάντα τὰ κακά. ἐδεξάμην καὶ νῦν τὰς εὐλογίας ὑμῶν, καὶ πολλαί εἰσιν καὶ καταβαρῶ ὑμᾶς, συγχωρήσατε· πλὴν πληρωθείητε παντὸς ἀγαθοῦ. ἄσπασαι τὸν οἰκονόμον καὶ παροικονόμον καὶ τοὺς λοιπούς, λέγων τῷ οἰκονόμῳ ὅτι πάνυ ἀπεδεξάμην τὰ γράμματά σου. οἱ σὺν ἐμοὶ προσαγορεύουσίν σε. 180 {1∆ομετιανῷ τέκνῳ}1 Εἴωθας πάντοτε, τέκνον μου, ἀνακαλεῖσθαί με ἐν ταῖς ἐξορίαις ὡς παῖς γνήσιος τὴν οἰκείαν μητέρα, καίπερ οὐ γάλακτος δεόμενος, ἀλλὰ στερεοτροφῶν ἐν Κυρίῳ. τί οὖν; τῆς πολλῆς σου ἀγάπης τὸ αἴτιον, οὐκ ἀνεκτῶς φερούσης τὸν χωρισμόν. ἀλλὰ δῴη σοι Κύριος τὸ ἑαυτοῦ φίλημα καὶ στερεώσειέν σε τὸν ὑπὲρ αὐτοῦ ἀγῶνα ἤδη προκείμενον ἄριστα διανύσαι· οἶδά σε γὰρ τίς εἶ, ὅτι θερμῶς ζητεῖς τὸν Χριστόν. ἴδε καιρὸς σύντομος εὑρέσεως, διάθου σαυτὸν κράτιστα. πίωμεν, τέκνον μου, τὸ ποτήριον, ὃ ἔπιεν ὁ Κύριος ἡμῶν, ἵνα γλυκανθῶμεν σὺν αὐτῷ εἰς αἰῶνας. ζέσωμεν μάλα τῷ πυρὶ τῆς θείας ἀγάπης, καὶ τὸν χειμῶνα τῆς ἀπιστίας οὐ δείσωμεν· οἱ γὰρ χλιαροὶ ἀδελφοὶ τί πεπόνθασιν, οἶσθα. ἡμεῖς τῶν ζεόντων ἐσόμεθα, ὧν τὰ στέφη ἰσομάρτυρα· εἶεν ταῦτα καὶ ἐφ' ἡμῖν. Ἐδεξάμην σου καὶ νῦν τὰς προσφορὰς καὶ μάλιστα τὸν καμψάκην τοῦ ἐλαίου· καὶ ἱνατὶ αὐτὸ ὃ εἶχες ἔπεμψες; πλὴν ὁ θεός μου ἀντιδοίη σοι τὰ αἰώνια. προσεύχου περὶ ἐμοῦ τοῦ ταπεινοῦ θερμότερον. οἱ σὺν ἐμοὶ ἀδελφοὶ ἀσπάζονται. 181 {1Εὐθυμίῳ καὶ τοῖς λοιποῖς ἀδελφοῖσ}1 Τίς ἡ ἀκοὴ ἡ τὰ ὦτα τῆς ἐμῆς ταπεινώσεως περιηχήσασα; τίς ἡ ἀγγελία ἡ τὴν ἀθλίαν μου ψυχὴν ἐξάπινα ἐκθαμβήσασα; καὶ Εὐθύμιος ὁ ἐμὸς γνήσιος υἱὸς ἐν μάρτυσι μεθ' ἑτέρων ἐννέα, ὧν τὰ ὀνόματα Ἐφραίμ, Ἀφροδίσιος, Ἀμμωνᾶς, Ὑπερέχιος, Στέφανος Παρθένιος, Ἡγήσιμος, Συμεὼν καὶ ∆ωρόθεος. μικροῦ καὶ ἀπιστῶ, μικροῦ καὶ τοῦ γράφειν ἐγκόπτομαι, δάκρυσιν ὁμοῦ καὶ χαρᾷ περιεχόμενος. δόξα σοι ὁ θεός, ὁ μαρτυρικοῖς ἀγῶσι περιαστράψας ὑμᾶς. ἐβαστάξατε, τέκνα ἀγαθά, αὐτοὶ τὰ στίγματα τοῦ Χριστοῦ ἐν τοῖς τιμίοις ὑμῶν μέλεσιν, ἐδώκατε ὡσαύτως τὸν νῶτον ὑμῶν εἰς τοσαύτας μάστιγας· ἡγιάσθη ἡ γῆ ἐν τοῖς αἵμασιν ὑμῶν. πόθεν καὶ πῶς ἐκ πάντων αὐτοὶ τόδε τὸ κλέος ἐκληρώσασθε; πολλὴ ἡ παρρησία, ἀθλοφορικὴ ἡ πρὸς τὸν χριστομάχον Ἀντώνιον ὑπόκρισις ὑμῶν. εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, ἀπαρχὴ ἁγία, στήλη ἀνδρείας τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ, εὐζηλία καὶ ἀναπύρωσις τοῦ μοναδικοῦ τάγματος. μία ὥρα ἡ ποινὴ καὶ διαιωνίζουσα ἡ μισθαποδοσία, ἐπ' ὀλίγον τὰ ἀλγεινὰ καὶ ἀπλήρωτα τὰ ἀγαθά. ἄπιτε καὶ αὐτοὶ χρυσότεκνοι, τάττοισθε μετὰ τῶν ἰσαρίθμων ὑμῶν κρητιαίων μαρτύρων. προσεύξασθε ἑπομένως ὑμῖν κἀμὲ τὸν ἀνάξιον ὑμῶν πατέρα θεοῦ εὐδοκίᾳ ἐπιέναι. ἤκουσεν καὶ ηὐφράνθη Σιὼν καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Βυζαντίδος, εἰ δ' οὖν ἀνατολὴ καὶ δύσις, μακαρίζουσα ὑμῶν τὴν θεοστεφάνωτον δεκάδα. Οὕτως ὑμῖν ἐν βραχέσι διελέχθην, πολλοῖς ἐγκωμίοις οὖσιν ἀξίοις· ὧν τὴν μνήμην ὁ ἑξῆς δηλώσει χρόνος εἰς καύχημα ὀρθοδόξων, εἰς αἰσχύνην τοῦ ἐχθροῦ. τὰ δὲ νῦν, συγκακοχούμενος καὶ