90
ἡ ἁγία ψυχὴ δεομένη ὑπὲρ τοῦ λωφῆσαι τὰ κακὰ ἐπιλάμψει θείας προμηθείας, ἀλλά γε καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ, ἵνα κατ' ἴχνος ὑμῶν τῶν ἁγίων πατέρων πορεύσωμαι. 75 {1Ἰγνατίῳ ἐπισκόπῳ Μιλήτου}1 Εὕρεμα καλὸν ἐθήρασα ἐπιτυχὼν γραμματηφόρου, δι' οὗ χαράττω σου τῇ ἁγιωσύνῃ τὴν ἐν χερσὶν ἐπιστολήν, οὐδενὸς μὲν ἀξίαν λόγου ὡς ἄλλως, πλείστην δὲ ὅτι μάλιστα τὴν ἀγαπητικὴν διάθεσιν ἔχουσαν· φιλοῦμεν γάρ σε, ὦ πατέρων ἄριστε, διαφερόντως οὐ μόνον ὡς ποιμένα θεομακάριστον καθ' ὅτι προκινδυνεύων ὤφθης τῆς πίστεως, ἑλόμενος πᾶσαν κακοπάθειαν, ἐξορίαν καὶ ἀφαίρεσιν πάντων, ἀλλ' ὅτι καὶ ὁμόσχημος ἡμῖν ὑπάρχεις καὶ τῶν ἐξ ἀρχῆς γνωρίμων τε καὶ φίλων, προσθείην δ' ἄν, καὶ διὰ τὴν εὐλάβειαν, ἣν ἐν ἐγκρατείᾳ χαρακτηρίσαι ἑαυτῷ ἠγωνίσω. Χαίρομεν οὖν ὅτι τοιοῦτον καὶ τηλικοῦτον ἔχομεν πατέρα, μᾶλλον δὲ ἔχει ἡ τοῦ θεοῦ ἐκκλησία στῦλον καὶ ἑδραίωμα ἐν τούτῳ τῷ χαλεπῷ σεισμῷ τῆς ἀσεβείας· σεισμὸς γὰρ τῷ ὄντι, ἐν ᾧ ἀσεβεῖς μὲν καταπίπτουσιν ἀνερμάτιστοι ὄντες, εὐσεβεῖς δὲ οἱ μὲν σαλεύονται, οἱ δὲ οὐδ' ὁτιοῦν πάσχουσιν ἐκ τῆς ἄγαν στερροκαρδίας. διὰ τοῦτο ὅσον πολλοὶ οἱ στῦλοι καὶ τὰ νοητὰ ἑδραιώματα, τοσοῦτον ὀχυρούμεθα καὶ ἡμεῖς οἱ ὑφειμενέστεροι. εὐλογητὸς ὁ θεὸς ὁ ὑποδείξας σου τὴν ἀρετὴν ἐν τῷ παρόντι καιρῷ μάλα τηλαυγέστερον. δοκίμιον γάρ ἐστιν ἤ, ἵν' οἰκειότερον εἴπω, χωνευτήριον ἡ πεῖρα αὕτη, ὡς ἂν οἱ ἐκλεκτοὶ φανῶσι καὶ οἱ ἄλλως ἔχοντες διελεγχθῶσιν· οὐ γὰρ ἀνήκοος εἶ πάντως, θεοτίμητε, οἷοι καὶ ὅσοι τῶν ἐξ ἑκατέρου μέρους. διὸ καὶ λυπούμενοι στένομεν τῷ διασπασμῷ τῶν μελῶν καὶ πῶς οἱ τίμιοι καὶ ἀντιτιθέμενοι χρυσίῳ ὡς ἀγγεῖα ὀστράκινα ἐλογίσθησαν. Ἐκεῖνοι μὲν οὕτως. σὲ δὲ ἡ μεγάλη τοῦ θεοῦ χεὶρ περιφυλάξειεν τὸν ποθητὸν ἡμῶν πατέρα, ὑγιαίνοντα, διαλάμποντα τῇ διδασκαλίᾳ, διαβοούμενον τῇ παρρησίᾳ, προσευχόμενόν τε ὑπέρ τε τῆς ἐκκλησίας τοῦ Χριστοῦ καὶ περὶ ἡμῶν τῶν ἀναξίων, ἵνα κατακολουθῶν ἔσομαι τοῖς ἴχνεσιν ὑμῶν ῥυόμενος ἐκ τοῦ πονηροῦ. 76 {1Ἰωάννῃ ἡγουμένῳ Χαλκίτου}1 Ἐβουλόμην διακόνῳ χρήσασθαι τοῦ παρόντος γραμματείου Σιλουανῷ τῷ πνευματικῷ ἡμῶν τέκνῳ, παρ' οὗ καὶ προσαγορίαν ἐδεξάμην ὑπὸ τῆς ἁγιωσύνης σου πεμφθεῖσάν μοι καθ' ὃν καιρὸν ἐστέλλετο τὴν διὰ Κύριον ἐξορίαν. ἀλλ' ἐπεὶ οὐκ ἐξεγένετό μοι ἐν τῷ τέως, δι' ὧν εὗρον ἄρτι ἀποκρισιαρίων ἁρμόζον ἡγησάμην προσφθέγξασθαι τὴν τιμιότητά σου. χαίροις, ὦ καλὲ ἀδελφέ, μᾶλλον δέ μοι πατέρων ποθεινότατε, συνεξορίζῃ Χριστῷ, συμπάσχεις τῷ παθόντι ὑπὲρ σοῦ· εὖγε ὅτι ἦρες ἅρμα πνευματικόν, εὖγε ὅτι ἡγήσω πάντα σκύβαλα διὰ Χριστόν. καλὸν τὸ μοναστήριον ὃ συνεστήσω διὰ πολλῶν κόπων καὶ ἱδρώτων καὶ τῶν κύκλωθεν νήσων ὑπερλάμπον τῇ τε θέσει τοῦ τόπου καὶ οὐκ ὀλίγοις ἑτέροις γνωρίσμασιν. Ἀλλ' ὅρα ὅ τι τὸ ζωηρὸν χωρίον τοῦ παραδείσου σοι προεξένησεν· καὶ τάχα καὶ αὐτὸ οὐκ ἀδυνατήσει θεὸς ἀποδοῦναί σοι, εἴπερ βούλεται. ἐξέλαμψας ἐν τοῖς ὁμοταγέσιν ἡλίου τηλαυγέστερον· ἔργῳ τὸ μοναχὸς εἶναι ἐξεπλήρωσας, μονωθεὶς ἁπάντων, καὶ πνευματικῶν τέκνων καὶ συγγενῶν καὶ φίλων καὶ πατρίδος καὶ εἰτινοσοῦν ἄλλου διὰ τὴν ἀλήθειαν. εἴπω τι καὶ παρρησιαστικώτερον (ἔχω γὰρ τὸ παρὰ σοῦ θαρρεῖν), ἐξεπλήρωσας τὰς ὑποσχέσεις, ἥττημαι τὴν καλὴν ἧτταν καὶ χαίρω νενικημένος μάλα, ἐμὸν ποιούμενος τὸν σὸν στέφανον· τοιαῦτα γὰρ τὰ κατὰ θεὸν φίλτρα. οἶδας ὃ λέγω, ἡνίκα ὠνείδιζον ἐγὼ πρὸς τὴν τότε σύμπτωσιν, εἰ καὶ οὐκ ἐνομίζετο, ἐζήτει δὲ ἡ σὴ εὐλάβεια τὰ τελεώτερα. Ἔχεις με, ὦ φιλότης. ἀλλ' ὡς εὐγνωμονῶν ἐγὼ ἐνταῦθα φαίνοιμι, οὕτω καὐτὸς ἐκεῖσε, παρακαλῶ, συντίθεσο. τί τοῦτο; ὅτι καὶ τότε ὑπὲρ ἀληθείας ἡ φυλακή. καὶ οὐχ ὑπὲρ ἐμαυτοῦ τοῦτο λέγοιμι (ἄπαγε), ἀλλ' ἵνα σε θεὸς διὰ τῆς ὁμολογίας ἐκείνης κρατύνειεν κἀν ταύτῃ, ὡς ἂν ἀθλῇς νομίμως. ταῦτα ἐξ ὑπερβαλλούσης ἀγάπης εἴρη ταί μοι· ἐπεὶ πρὸς ἄλλον οὐκ ἂν ἐθάρρησα λέγειν, καίτοι γε εὔχομαι πάντας οὕτω φρονεῖν ἀπὸ κορυφῆς ἕως ποδῶν. ἄρτι γὰρ ἔξω