292
ἀκατάτακτον τῶν χυδαιουμένων τῇ ἀδιαφορίᾳ, περὶ ἧς σοι καὶ ὁ πᾶς λόγος. Ἐγὼ δὲ οὐκ οἴομαι, φίλτατε, ὅπερ ἐσήμανας πρόσωπον οὕτω πράττειν καὶ λέγειν· πῶς γὰρ ὁ ἐν βαθμῷ ἱεραρχίας ἀνηγμένος χαμαιζήλως ἄγοιτο, πῶς δὲ καὶ ὁ ἠθληκὼς δι' ὁμολογίας συνυποφέρεται τοῖς ἀζηλώτοις καὶ ἀνιέροις; φῆς γὰρ λέγειν αὐτὸν ὅτι τὸ καθέζεσθαι εἰς ἐπισκοπεῖον, ἐν ᾧπερ ἠσέβησεν ὁ κατέχων, τὸ κωλῦον οὐδὲν καὶ τὸ παρὰ συγκαταβατῶν ἀνεπισκόπων σιτίζεσθαι οὐδὲν μάχεται τῷ κανόνι τῆς εὐσεβείας. καὶ πῶς τοῦτο οὐ μάχεται τῇ ἀληθείᾳ, τοῦ ἁγίου ∆αυὶδ ψάλλοντος ἔλαιον ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου τοῦ τε Ἁγίου Ἀθανασίου προστάσσοντος μηδεμίαν κοινωνίαν ἔχειν ἡμᾶς πρὸς τοὺς αἱρετικούς, ἀλλὰ μὴν μηδὲ πρὸς τοὺς κοινωνοῦντας μετὰ τῶν ἀσεβῶν; πῶς δὲ οὐ κοινωνία, εἴπερ δεῖ καθέζεσθαι ἐν τόπῳ τοιούτῳ κἀκ τῶν τοιούτων σιτίζεσθαι; οὐκ ἔχει φύσιν· κἂν μὴ ἐκεῖσε κάθηταί τις, ἐκεῖθεν δὲ τρέφοιτο, αὐτὴ ἡ δόσις καὶ λῆψις κοινωνίαν ἐργάζοιτο· φησὶ γὰρ ὁ ἀπόστολος· οἴδατε καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας οὐδεμία μοι ἐκκλησία ἐκοινώνησε χάριν δόσεώς τε καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνον, ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε. εἰ οὖν τὸ ἅπαξ καὶ δὶς λαβεῖν κοινωνίαν ἀπέφηνε τὸ φῶς τοῦ κόσμου, τὸ ἀεὶ λαμβάνειν τίς δ' ἄν, τίς εὖ φρονῶν οὐ φεύξοιτο ὡς ἀντίθετον φωτός; ∆εῖ δὲ τὴν ἁγιωσύνην σου ἐπιεικῶς καὶ ταπεινοφρόνως τῷ πατρὶ τὰς ὑπομνήσεις εἰσοῖσαι, κἂν μὲν πεισθῇ, ἐκερδήσαμεν τὸν πατέρα, εἰ δὲ μή, τὸ ἑαυτῶν ἀσφαλὲς μὴ προώμεθα. περὶ γὰρ τοῦ τὰ παιδία βαπτίζεσθαι ὑπὸ τῶνδε ἀλλ' οὐχ ὑπὸ τῶνδε τὴν ἐπιστολὴν ὅλην, ἣν πρὸς τὸν αὐτὸν ἐγκαλέσαντα περὶ τοῦ αὐτοῦ πράγματος ἐχάραξα, καὶ τῇ σῇ τιμιότητι ἀπέστειλα, περιττὸν ἡγησάμενος δὶς ἐπὶ τὸ αὐτὸ εἰκαιολογεῖν. οὕτως οὖν ἐγὼ ὁ ταπεινὸς φρονῶ καὶ φρονοῦντας τοὺς ἁγίους ὁρῶ, ὡς δὲ ἑκάστῳ δοκεῖ ἔχειν εὕροιεν. ἴσως δὲ φαίη ὁ σιτιζόμενος ἐκ τοῦ ὀρθοφρονήσαντος καὶ ἐπιτιμηθέντος εἶναι τὴν λῆψιν. ἀλλ' οὔπω ταῦτα, ἕως δ' ἂν κατέχοι τὴν ἐπισκοπήν, εἰ καὶ μὴ ἱερουργεῖ μηδὲ μετέχοι τῶν ἁγιασμάτων. ἡ δὲ ἀληθὴς μετάνοια ἐν τῷ ἀφῆσαι τὴν ἐπισκοπὴν καὶ πόρρω γενέσθαι, ὥσπερ τινὲς ἐποίησαν, ἀφ' ὧν ἀβλαβὲς τὸ λαμβάνειν, μεθ' ὧν καταδεκτὸν καὶ τὸ συνεσθίειν. Ἄλλο τι λέγειν οὐκ ἔχω ἢ τὸ παρακληθῆναί σε προσεύχεσθαι περὶ τῆς ταπεινώσεώς μου οὐ μόνον ὀρθολεκτεῖν, ἀλλὰ καὶ ὀρθοποδεῖν περὶ τὴν πρᾶξιν. 467 {1Θωμᾷ χαρτουλαρίῳ}1 Ἐντυχὼν τοῖς γράμμασι τῆς τιμιότητός σου καὶ καταμαθὼν ὅτι παρῆλθεν τοῦ βίου ἡ κυρία καὶ ὁμόζυγος συνήλγησά σοι, δέσποτα, εἰδὼς ὅσον ἐστὶν ἀλγεινὸν τὸ πάθος· ὃν γὰρ ποιεῖ μάχαιρα τέμνουσα σῶμα πόνον, τὸν αὐτὸν καὶ ὁ τῆς ὁμοζυγίας χωρισμός· μία γὰρ κἀνταῦθα σὰρξ κατὰ τὴν τοῦ Κυρίου φωνήν. ἀλλ' ὅμως ἐγένετο καὶ ὑπέστημεν τὸ κοινὸν πᾶσιν ἐπιτίμιον τῆς διαζεύξεως. μικρὸν δὲ ὕστερον καὶ ἡμεῖς τὴν αὐτὴν ὁδὸν πορευσόμεθα, ὡς οἶσθα· καὶ οὕτως ὁ βίος, οὐκ ὄντας γενέσθαι καὶ γεναμένους ἀναλυθῆναι. ἐπαινέσαμεν δὲ τὴν εὐσέβειάν σου, τῇ διαζεύξει αἱρησαμένην μονάσαι καὶ κολληθῆναι ἐξ ὁλοκλήρου τῷ Κυρίῳ· τοῦτο γὰρ ἐδήλου τὸ γράμμα καὶ ὅτι ἀδελφός τις μονάζων πάρεστιν εἰς ὁδηγίαν τοῦ τηλικούτου βίου, ὃν αὖθις ἀπέκρινεν ὡς ἀδόκιμον διὰ δηλώματος Γεωργίου τοῦ καλοῦ ἀνδρὸς καὶ οἰκείου νοταρίου, ἄλλον δὲ πρὸς ἡμῶν δοθῆναι μᾶλλον αἰτοῦσα, τὸν ἱκανῶς ἔχοντα κυβερνῆσαι ψυχὰς καὶ ὅλην μονὴν διασώσασθαι. Ὁ μὲν οὖν ἔπαινος εἰκότως ἡμῖν προείρηται· δεῖ δὲ πρῶτον μαθεῖν ὑμᾶς τί τὸ μοναδικὸν ἐπάγγελμα καὶ ὅσον τὸ τοῦ βίου ὕψος, ἵνα μὴ ἀπείρως εἰσαχθέντες κινδυνεύσωμεν περὶ τὸν πλοῦν. ἡ ἀποταγὴ οὐδὲν ἄλλο καθέστηκεν, εἰ μὴ σταυροῦ καὶ θανάτου ἐπαγγελία. τί τοῦτο; κατὰ τὸν λόγον τοῦ Κυρίου πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν ἀποτάξασθαι τὸν βουλόμενον καί, ἄραντα τὸν σταυρόν, ἀκολουθεῖν ὀπίσω αὐτοῦ. ἐπειδὴ δὲ πρόσωπον ἐπέχει Χριστοῦ πᾶς ἀληθινὸς ἡγούμενος, Χριστῷ διὰ μέσου ἐκείνου ἀκολουθεῖν ἐστιν ἀψευδῶς, καὶ οὕτως