26
ἡ εἰλικρινής σου πρὸς θεὸν καὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς σχέσις, ἵν' ὥσπερ τινὰ τρικυμίαν μεταγάγοις τὸν πειρασμὸν καὶ γαληνιάσῃς τὴν ταραχὴν τῶν εὐσεβῶν ἡμῶν δεσποτῶν. οὐ γὰρ πρὸς αὐτοὺς ἡμῖν ὁ λόγος τῆς ἀκοινωνησίας οὐδὲ ἡ αἰτία τῆς ἀμφισβητήσεως (μᾶλλον δὲ ἡ τιμὴ καὶ ἡ προσκύνησις, ἡ φιλία καὶ ἡ ἔντευξις κατὰ τὸ ὀφειλόμενον), πρὸς δὲ τὸν ἀνόμως στεφανώσαντα τὸν μοιχεύσαντα κατὰ τὸν λόγον τοῦ Κυρίου, πρὸς τὸν τολμήσαντα τηλικούτου κακοῦ ὑπουργὸν γενέσθαι καὶ βεβαιωτὴν ἐπὶ τοῦ κόσμου παντός, ὃν καθῆρεν αὐτὸς ὁ Χριστὸς δυσὶ κανόσιν ὑποπεσόντα (ἐπεὶ καὶ ἄλλοις), κατὰ μὲν τὸν πρῶτον, ὅτι οὐδὲ ἑστιαθῆναι εἰς διγαμοῦντος γάμον παραχωροῦντος τὸν πρεσβύτερον (εἰς γὰρ μοιχοῦ οὐδὲ ἐτόλμησεν ὁ κανὼν γράψαι), πόσῳ γε μᾶλλον στεφανῶσαι; κατὰ δὲ τὸν δεύτερον, ὅτι τὸν ὑποπεσόντα ἔν τινι σφάλματι καὶ διὰ τοῦτο ἀφορισθέντα, εἰ μὴ ἐντὸς ἐνιαυτοῦ ἐπαγωνίσηται τῇ οἰκείᾳ συστάσει, οὐκ ἐξὸν ἔτι φωνὴν αὐτοῦ προσδεχθῆναι· ὁ δὲ ἐννέα χρόνους ὑπερβὰς εἰσεπήδησεν ἐν τῇ ἐκκλησίᾳ. εἰ οὖν οὗτος ἀναίτιος, πολλῷ γε μᾶλλον ὁ μοιχεύσας· εἰ δὲ ἐκεῖνος ἔνοχος τῆς ἁμαρτίας, τίς ἀμφιβάλλει περὶ τοῦ συζεύξαντος καὶ κατὰ τοῦ Ἁγίου Πνεύματος δυσφημήσαντος ὡς οὐχὶ ἐναγέστερος καὶ βεβηλότερος; Ταῦτά ἐστι, πάτερ ἅγιε, τὰ φοβοῦντα καὶ συστέλλοντα ἡμῶν τὴν καρδίαν. καὶ διὰ ταῦτα πρὸς τὸ μὴ κοινωνῆσαι αὐτῷ τε καὶ τῷ προηγησαμένῳ πατριάρχῃ, ἐπὰν μετεδίδοι τῷ μοιχεύσαντι, ἀπεκλείσθην ἐγὼ μὲν ἐν ᾧ καθέζῃ τόπῳ, ὁ ἡγούμενος δὲ καὶ οἱ λοιποὶ ἐν Θεσσαλονίκῃ ὑπερορισθέντες. ἀλλ' ὁ θεὸς πάλιν ἐπισυνήγαγεν ἡμᾶς εὐχαῖς σου· καὶ οὐδ' οὕτως ὡς ἔτυχεν ἡνώθημεν τῷ πατριάρχῃ, εἰ μὴ ὡμολόγησεν καλῶς ἡμᾶς πεποιηκέναι. ἐὰν οὖν, ὅτε ἡ μοιχεία ἦν καὶ ἡ τῶν κανόνων παράβασις, οὐχ ὑπεστάλημεν δυνάμει θεοῦ, πῶς οὖν ἄρτι, ὅτε εὐσεβοῦσά ἐστιν ἡ βασιλεία, ἕνεκεν ἑνὸς πρεσβυτέρου ὑποσταλησόμεθα καὶ προδώσομεν τὴν ἀλήθειαν, κινδυνεύοντες κατὰ ψυχήν; οὐδαμῶς, ἀλλὰ πάντα ἡμῖν φορητὰ μέχρι θανάτου ἢ μετασχεῖν τῆς ἐκείνου κοινωνίας καὶ τῶν ἐκείνῳ συλλειτουργούντων, ἕως ἂν παύσῃ τῆς ἱερουργίας, ὥσπερ ἐπὶ τοῦ προτέρου. ἔστω οἰκονόμος· τί καὶ ἀναξίως ἱερουργεῖ; ἐξέλιπεν πρεσβύτερος; εἰ δὲ οὐδὲν δοκεῖ τοῖς συλλειτουργοῦσιν αὐτῷ, ὄψονται ἐφ' οἷς πράττουσιν. φείσονται τῆς ἡμῶν ταπεινώσεως, στεργόντων καὶ μηδὲν ἕως τοῦ παρόντος λαλησάντων, ἀλλ' οἰκονομησάντων ἐν τοῖς δυσὶν ἔτεσι τούτοις, ἐξ ὅτε εἰσῆλθεν, ἵνα οὕτως εἰρηνικώτερον διεξέλθωμεν, οἱ δεσπόται ἡμῶν οἱ ἀγαθοί, μεσῖται καὶ κριταὶ τοῦ δικαίου, φιληταὶ τῶν παρρησιαζομένων ἐν ἀληθείᾳ, ὡς αὐτὸ τὸ τίμιον αὐτῶν στόμα πολλάκις διαγορεύει. ἐνέγκωσιν οἱ ἱερεῖς ἱερῶς, ἢ πείσωσιν ἢ πεισθήσονται. εἰ δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ καὶ τὸ γρύξαι μόνον ἡμᾶς οὐκ ἀνεκτόν, θεὸς ἐφορᾷ, οὗ μείζων οὐδείς, οὗ μόνος ὁ φόβος φοβερὸς καὶ τὸ ἐκεῖ δικαστήριον, ᾧ πάντες παραστησόμεθα εὐθυνόμενοι κατὰ πάντα. Ἀλλὰ δεόμεθά σου τῆς ἀγαθότητος καὶ ὡς προκυλινδούμενοι τοῖς τιμίοις σου ἴχνεσιν παρακαλοῦμεν καὶ ἀντιβολοῦμεν ποιῆσαι ἔλεος μεθ' ἡμῶν καὶ κοινὸν ὄφελος αὐτοῖς τε τοῖς εὐσεβέσιν ἡμῶν βασιλεῦσιν τῷ τε ἁγιωτάτῳ πατριάρχῃ καὶ πάσῃ τῇ ἐκκλησίᾳ, οὐ τῇ καθ' ἡμᾶς μόνον, ἀλλὰ καὶ τῇ ἀνὰ πάσῃ τῇ οἰκουμένῃ, ἵνα παύσῃ ὁ εἷς εἰς δόξαν θεοῦ καὶ μὴ ταραχθῇ ἡ αὐτοῦ ἐκκλησία. εἰ δὲ μή γε, ἀλλὰ τό γε δεύτερον τὸ ἐπιμεῖναι ἡμᾶς ἐν τῷ αὐτῷ καθάπερ ἐν τοῖς δέκα ἔτεσι τούτοις. οἱ γὰρ λοιποὶ κἂν μυρίοι ὦσιν ἱεράρχαι καὶ ἱερεῖς καὶ ἡγούμενοι οἱ κοινωνοῦντες αὐτῷ οὐ θαυμαστόν· ἐπεὶ αὐτοὶ καὶ συνῆλθον τῷ μοιχεύσαντι καὶ οὐδείς τι λελάληκεν. ταῦτα θεὸς δι' ἡμῶν, εἰ καὶ τολμηρὸν εἰπεῖν, καὶ παρακαλεῖ καὶ προσφθέγγεται καὶ ὡς κελεύεις. 22 {1Τῷ αὐτῷ}1 Καὶ πάλιν παρακαλέσαι σου τὴν πατρικὴν ἁγιωσύνην καλὸν ἡγησάμεθα ἐπιβαλέσθαι ἑαυτὴν πρὸς τὸ κοινῇ συμφέρον καὶ λυσιτελοῦν κράτιστα. οὐ γὰρ πρὸς τοὺς εὐσεβεῖς ἡμῶν δεσπότας ὁ λόγος τῆς ἀκοινωνησίας οὐδὲ ἡ αἰτία τῆς ἀμφισβητήσεως, καθὰ