85
λυπηρόν, ἀπολέσασι δόκιμον μοναστήν, τίμιον ἀδελφόν, εἰς κεφαλὴν καθιστάμενον τῆς κατὰ ψυχὴν ὁδηγίας. ἀλλ' ὅμως τὸ λυπηρὸν εἰς χαρὰν ἀμφοτέροις περιετράπη, διότι ἐκλεκτὸς θεοῦ ὁ ἁρπασθεὶς ἀφ' ὑμῶν κελεύσει θεοῦ τοῦ ἀγαθοῦ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. διὸ κἀγὼ ὁ ταπεινὸς χαίρω καὶ συγχαίρω ὑμῖν, ὅτι παρεπέμψαμεν πρὸς τὸν Κύριον τηλικοῦτον σκεῦος. ἐκλογῆς γὰρ σκεῦος ὁ ἀληθῶς Λαυρέντιος, πρῶτον μὲν διὰ τῆς ἀψευδοῦς ἀποταγῆς καὶ ὑποταγῆς, δεύτερον διὰ τῆς φιλαρέτου σπουδῆς τε καὶ προκοπῆς· ἐξ ὧν καὶ ἱερωσύνης ἠξίωται καὶ πολλῶν ἀδελφῶν ἐπιστασίας ἀνεδέξατο ἀξίωμα, φιλητῶς ποιμαίνειν χρήσιμος τῇ ποίμνῃ, ζῶν θεῷ καὶ τῷ καθηγουμένῳ ὡς ἀληθῶς, ἀλλ' οὐ κόσμῳ καὶ τοῖς κατὰ κόσμον πράγμασιν. οὗ καὶ ἐξορίαι διὰ Κύριον καὶ διωγμοί, καὶ πρότερον καὶ ὕστερον, οὗ καὶ οἱ πόδες ὡραῖοι, γραφικῶς εἰπεῖν, ὧδέ τε κἀκεῖ περιιόντος καὶ εὐαγγελιζομένου τοῖς ἀδελφοῖς τὰ σωτήρια ἐπαγγέλματα. μύρον ὁ πνευματικὸς αὐτοῦ ἱδρώς, δρόσος ἱερὸς ὁ ἐναγώνιος αὐτοῦ δρόμος τῆς ἀρετῆς. ὃς προσληφθεὶς ἐν αὐτῷ τῷ παρόντι διωγμῷ, τί ἄλλο ἢ τὸν ὑπὸ Κυρίου μακαρισμὸν ἀνεδήσατο; καὶ νῦν ἐκεῖνος μέν ἐστιν ἐν οὐρανῷ, συμπολεύων τοῖς ὁμοταγέσιν, ἡμεῖς δὲ ἔτι ἐπὶ τοῦ ἀγῶνος ἱστάμενοι καὶ ἐπὶ φόβον τροπῆς κείμενοι· οὐ γάρ ἐστι μακαρισμὸς τέλειος ἀνθρώπου ἕως ἀποβιώσεως διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως. ∆ιὸ παρακαλῶ ὑμᾶς, ἀδελφοί, γρηγορεῖν καὶ νήφειν, ἀνδρίζεσθαι καὶ κραταιοῦσθαι ἐν τῷ προκειμένῳ ἀγῶνι τοῦ τε νοητοῦ καὶ αἰσθη τοῦ διωγμοῦ· δεδίωκται γὰρ ἀεὶ ὁ κατὰ θεὸν ζῶν ὑπὸ τοῦ ἀοράτου διώκτου εἰς κατάληψιν ἁμαρτίας. ὃν φύγωμεν, γενναῖοι στρατιῶται Χριστοῦ. πῶς δὲ ἔστι φυγεῖν; τῷ ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ γενέσθαι διὰ τῆς εἰς ἅπαν εὐαρεστήσεως αὐτοῦ. ἔσται δὲ τοῦτο, ἐὰν μὴ ἰδιοβούλως, ἀλλὰ κοινοβιακῶς ζήσητε, δηλονότι ἔχοντες τὸν ἀδελφὸν Ἐφραὶμ προκαθηγούμενον, καθὼς κἀκεῖνος εἴασεν καὶ ἡμεῖς συνευδοκοῦμεν καὶ ὁ χρόνος καὶ ὁ τρόπος ἀπαιτοίη. ἔστωσαν πάντα κοινά, τὸ ἐμὸν καὶ τὸ σὸν ἐξοριζέσθω, ἡ ἀγάπη χαρακτηριζέτω, ἡ ὑπακοὴ φυλαττέτω· καί, εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε, φησίν, ἐὰν ποιῆτε αὐτά. 69 {1Προκοπίῳ μονάζοντι}1 Ἄρτι ἐπιστέλλω τῇ τιμιότητί σου, ὁπότε τὸν διάκονον τοῦ γράμματος ἐμόν τε καὶ σὸν εὗρον, οὐ μὴν ἀλλὰ καὶ παρορμήσαντά με εἰς αὐτὸ τοῦτο, ὡς καὶ τῆς εὐσεβείας σου οὕτως ἐπιζητούσης καὶ φιλούσης. ἀλλὰ χαῖρε, ὦ ἄνθρωπε τοῦ θεοῦ, χαῖρε, φίλων ἄριστε καὶ μάλα τῶν ἀρχαίων, χαῖρε, ὁ εὐλαβείᾳ περιβόητος καὶ ἐν γνώσει ἐξακουτιζόμενος. ποῦ ποτε ἀπολέλοιπας ἡμᾶς, τοσούτοις χρόνοις ὑποκρύψας σου τὸ τίμιον πρόσωπον; τίς δὲ ὁ τρόπος τῆς κατὰ τὴν ἑστίαν περιορίσεώς σου, μήπω προϊόντος καὶ ἐμφανιζομένου δημοσίᾳ; καὶ τρίτον, ἵνα παρρησιαστικώτερον φήσω, μᾶλλον μὲν οὖν ἀγαπητικώτερον (ἀγάπης γὰρ ἴδιον τὸ μὴ ὑποστέλλεσθαι ἐν ταῖς ὠφελίμοις πρὸς τὸν ἀγαπώμενον ὑπομνήσεσιν), τίς ἡ ἐργασία σου αὕτη, πεφευγότος κόσμον διὰ τῆς μοναχικῆς τελειώσεως καὶ οἴκαδε πάλιν ἀναστρέψαντος, λυθέντος δεσμῶν προσπαθείας (τοῦτο γὰρ ἡ ἀποταγὴ) καὶ αὖθις δεθέντος τῇ συνοικήσει τῆς κυρίας τῆς ὁμοζύγου καὶ τῶν θεοφυλάκτων τέκνων; καί, ὃ ἔτι ξενικώτερον, ἀποκαρθέντος τῷ τῆς ἑνιαίας ζωῆς ἰδιώματι καὶ τελειωθέντος τῷ θείῳ μυσταγωγήματι, καὶ αὖθις καρηκομῶντος ἐρημικοειδεῖ πολιτεύματι; ἕκαστος, φησὶν ὁ ἀπόστολος, ἐν τῇ κλήσει ᾗ ἐκλήθη μενέτω· καὶ πάλιν ἑτέρωθι, ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ· καὶ ἀλλαχοῦ πάλιν αὐτὸς περὶ ἑαυτοῦ, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. καὶ ἕκαστος ἐκ τοῦ ἰδίου σχήματος γνώριμον ἑαυτὸν καθίστησιν, στρατιώτης ἐκ τοῦ φορεῖν μάχαιραν, ἀστικὸς ἀπὸ τοῦ φορεῖν περιβόλαιον. καὶ ἁπλῶς ἕκαστος σχεδὸν τῶν ἐν ἀρχαῖς ἢ τέχναις ἢ μεθόδοις τὰ προσήκοντα αὐτῷ σκεύη ἐπιφέρεται· οὔτε γὰρ ἰατρὸς ποιμαντικὴν ῥάβδον ἕλοιτο βαστάζειν οὔτε ποιμὴν ἰατρικὸν ὄργανον ἐπὶ χεῖρα ἔχοι. εἰ δὲ ταῦτα οὕτως, πολλῷ γε μᾶλλον ἐπὶ τῶν πνευματικῶν καὶ μεγίστων