150
Χριστοῦ ἔγγιστά σου. οἶδας τί ποιεῖς· συμμερίζῃ γὰρ ἐν τούτῳ τὸν τῆς ἀθλήσεως αὐτοῦ ἀγῶνα· δόκησον δὲ ἡμᾶς αὐτοὺς τοὺς ἁμαρτωλοὺς διατρέφειν ἐν τῷ υἱῷ ἡμῶν. τί οὖν ἀνταπόδομά σοι παρ' ἡμῶν ἢ προσευχὴ καὶ ὁ λόγος ὁ παραινετικός; καλὸν προείλου βίον διὰ θεόν, ὡς πυνθάνομαι, παιδιόθεν. νύμφη Χριστοῦ γέγονας, μηκέτι ζήτει ἄλλον μήτε φίλει· τίς γὰρ αὐτοῦ ὡραιότερος; οὗ τὸ κάλλος ἐναστράψειέν σου ἔτι ἐν τῇ καρδίᾳ εἰς τὸ σβέσαι σε πάντα πόθον ῥέοντα καὶ φθειρόμενον. φεύγουσα φεῦγε τὰς ὄψεις τῶν ἀρρένων, εἰ θέμις καὶ σωφρόνων, μή που πληγῇς ἢ πλήξῃς· ἐκδέχεταί σε ὁ νυμφὼν ὁ ἐπουράνιος· ἐκεῖ ὄψει ὃν ἡρμόσω, μεθ' οὗ χαρήσῃ αἰωνίως. Μικρὸς ὁ λόγος, ἀλλὰ ἀρκῶν εἰς ὑπόμνησιν τῇ τιμιότητί σου. σωθείης, κόρη Χριστοῦ. 218 {1Μελετίῳ τέκνῳ}1 Καὶ ἀπὸ τῶν γραμμάτων τοῦ ἀδελφοῦ Ἰωάννου πρότερον, καὶ νῦν ἀπὸ τῆς σῆς ἐπιστολῆς, τέκνον Μελέτιε, ᾔνεσα τὸν ἀγαθόν μου θεὸν ἐπὶ τῇ ἐπιστροφῇ καὶ ὁμολογίᾳ σου. καὶ χάρις τῷ Κυρίῳ, ὅτι οὐκ εἰς κενὸν ἐγένετό σου ἡ καλὴ ὑποταγὴ ἐν ἀρχαῖς καὶ ἕως τίνος· ὁμολογῶ γὰρ καὶ μαρτυρῶ σοι ἐκ ζήλου πεπονθέναι, ἀλλ' οὐ κατ' ἐπίγνωσιν, ὥσπερ καὶ οἱ ἄλλοι. διὰ τοῦτο τῇ ἰδίᾳ δικαιοσύνῃ καὶ φρονήσει ἐπερειδόμενοι τῆς ὑποταγῆς ἐρράγητε τῆς ἐνθέου καὶ σωτηρίου, ἀλώμενοι καὶ κενεμβατοῦντες εἰς ἀκίχητα· καὶ ἔδειξεν καὶ δείξειεν ὁ καιρὸς καὶ τὰ πράγματα. Ἀλλὰ τούτοις τὸ χαίρειν φράσας εἰς εὐχαριστίαν πάλιν καταλήξω τὸν λόγον. ηὐφράνθην, τέκνον μου ἀγαπητόν, ἀπολαβών σε διὰ τοῦ γράμματος, καὶ χαίρω ἐπὶ σοὶ ἢ ἐπὶ τοῖς μὴ πλανηθεῖσι. σός εἰμι, κἂν ἁμαρτωλός, πατήρ, τὴν ψυχήν μου τὴν ταπεινὴν ὑπὲρ σοῦ θήσω. συγχωρητά σοι πάντα. ἐκ τοῦ δεῦρο στῶμεν, δουλεύσωμεν τῷ Κυρίῳ ὑποτεταγμένως, φεύγοντες τὸν αὐτάρεσκον καὶ ἀπατεῶνα δαίμονα· οὕτως γὰρ σωθείημεν ἐν Κυρίῳ. οὐδέν μοι διαφέρει περὶ τοῦ εἶναί σε ἐν τοῖς αὐτόθι ἕως εἰρήνης τῆς ἐκκλησίας τοῦ θεοῦ· μόνον ἀσινὴς διαφυλάττοιο, προσευχόμενος ἀεὶ περὶ τῆς ταπεινώσεώς μου. 219 {1Ἰωάννῃ τέκνῳ}1 Ἥδομαι, τέκνον καὶ ἀδελφέ, ἐν ταῖς ἐπιστολαῖς σου, ὅτι καὶ καθ' εἱρμὸν ἔρχονται καὶ τὸν τῆς πολυλογίας ναυτιασμὸν ἀπαναίνονται· καὶ γὰρ ἐπιστολῆς ἀρετὴ εὐθὺς τῆς προκειμένης ὑποθέσεως ἅπτεσθαι καὶ τοσαῦτα λέγειν ἅττα ἐπάναγκες, ἀλλὰ μὴ ἐπικυκλεῖν τὰ οὐχ οὕτως. Εἶεν· περὶ ὧν ἠρώτησας, οὐ τοῦ παρόντος καιροῦ τὰ τοιάδε φιλοπευστεῖν οὔτε πρὸς ἡμῶν μυεῖσθαί σε, ὦ καλὲ παῖ· ἐπειδὴ μετὰ τῶν ἄλλων καὶ ἀμύητος ἐγὼ τῶν δυσεφίκτων. ὡς ἂν δὲ μὴ παραλυπῆσαι τῇ ἀφασίᾳ, ἐκεῖνο λέγω περὶ τοῦ πρώτου, ὅτι οὐδείς πω τῶν ἄλλων θεοφόρων ἐλεύκανε τὸ πρόβλημα οὕτως ὡς ὁ Νυσσααῖος Γρηγόριος. ἀρκεσθῶμεν οὖν τῇ τοῦ πατρὸς θεωρίᾳ ἐν ἀνηνεγμένῃ θεωρίᾳ ἄγαν· τὸ γὰρ ἐπέκεινα Γαδείρων οὐ περατόν, ὡς ὁ λόγος. περὶ δὲ τοῦ δευτέρου (ὁ συνιῶν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρός ἐστιν) οὐ δοκεῖ μοι καμπύλον καὶ σκολιὸν εἶναι· καιρὸς γὰρ τοῦ λαλεῖν ἡμᾶς διώρισται ὑπὸ τῆς θεοπνεύστου Γραφῆς καὶ καιρὸς σιωπῆς, κατὰ τὴν ἐπιβάλλουσαν χρείαν σκοπούντων ἡμῶν καὶ οἰκονομούντων τὸν λόγον τῆς ἀληθείας· ἦ γὰρ οὐχὶ μὴ βάλλειν τοῖς κυσὶ τὰ ἅγια μήτε ῥίπτειν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων προστετάγμεθα; ἄθρει τοὺς θεοφόρους, καὶ τούσδε εὑρήσεις πῇ μὲν ὑπὸ τὸν μόδιον τῆς σιωπῆς τὸν λόγον τιθέντας, ὁπότε ἀλυσιτελὲς τὸ λέγειν, μᾶλλον δὲ καὶ ζημιῶδες, πῇ δὲ ἐπὶ τῆς λυχνίας αὐτὸν ἀνιόντας, ὁπηνίκα εὔκαρπος ἡ σπορὰ καὶ οὐ πετρώδης. Τοσαῦτά μοι συνεώραται ἐν τῇ προτάσει. ἐξευρίσκων δὲ παρὰ σεαυτοῦ ἢ καὶ ὑφ' ἑτέρων τὰ δοκιμώτερα μὴ φθονήσειας μεταδοῦναι ἐμοὶ τῷ σῷ πατρὶ καὶ ἀδελφῷ, ἐνδεεῖ τῶν νοημάτων ὑπάρχοντι. ἔρρωσο, πλεῖστά μοι προσευχόμενος. 220 {1Ὑπατίῳ τέκνῳ}1 Καὶ νῦν ἃ γέγραφας ἐπέγνων, τέκνον ἠγαπημένον, καὶ περὶ πάντα ἀποδέχομαί σου τὴν προαίρεσιν, ἐν ζεούσῃ καρδίᾳ πίστεως ὑπάρχουσαν, αἱρουμένην τε συνεῖναί μοι καὶ σωματικῶς. ἀλλ' οὐ τοῦ παρόντος καιροῦ· ὃ γὰρ ἐπενοήθης, τῆς μὲν πεποιθήσεώς σου γνώρισμα, ἀλυσιτελὲς δὲ πάντῃ. μὴ οὖν