194
καθειργμένος, ὁ μεμονωμένος, ὁ στενοχωρούμενος, ὁ ἀφηρπασμένος ἐκ παντὸς προσώπου, ὁ ὑστερούμενος τῶν κατὰ χρείαν, ὁ πεινῶν, ὁ διψῶν, ὁ μὴ τὴν τοῦ ἡλίου ἀκτῖνα δεχόμενος, καθ' ἡμέραν ἀποθνήσκων, ὡς βοᾷ ὁ Παῦλος, καὶ ὅλην τὴν ἡμέραν θανατούμενος, ὡς ᾄδει ∆αυίδ. ἀλλ' εἰ ἀποθάνωμεν, καὶ συζήσομεν Χριστῷ· εἰ ὑπομείνωμεν, καὶ συμβασιλεύσομεν αὐτῷ. ἐν τοῖς ἄνω χρόνοις ἐξελέξατο ἡ χάρις οὓς ἐξελέξατο εἰς τὸ Χριστοῦ μαρτύριον, κατὰ γενεὰν καὶ γενεὰν ἀνίσχουσι μάρτυρες· ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα, Χριστὸς ἔφησεν, ἵνα οἱ ἐκλεκτοὶ ἐκλάμψωσιν ἡλιοειδῶς καὶ τὰ ζιζάνια φανερὰ γένηται νυκτοειδῶς. Γενοίμεθα, ὦ ἀδελφοί, ἐν τῇ γενεᾷ ταύτῃ τῇ σκολιᾷ καὶ διεστραμμένῃ ὡς φωστῆρες αὐγάζοντες τοῖς ἐν σκοτομήνῃ τῆς αἱρέσεως, καθὰ ἡμᾶς ἐξελέξατο Χριστὸς εἰς καύχημα αὐτοῦ, εἰς κλέος ὀρθοδοξίας. ὡς ἡμῖν οἱ ἀνέκαθεν, οὕτω ἡμεῖς τοῖς μετέπειτα στηριγμὸς καὶ ὑπογραμμὸς ὑποδειχθείημεν καὶ εἰς ἡμέραν Χριστοῦ εὑρεθείημεν χορεύοντες. καίτοι γε τῶν προσεχῶν ἡμεῖς μᾶλλον φανερώτερον τὸ μαρτύριον ἔχομεν· οὐδὲ γὰρ περὶ τῶν ἐν Χριστῷ φύσεων ἢ θελημάτων καὶ ὅσα πρὸς τούτοις ἀμφισβητούμενα, ὧν ἡ διαμάρτησις, κατὰ τὰ νοήματα οὖσα, οὐδὲν αἰσθητῶς παρεῖχε τὴν ἀπόδειξιν, νῦν δὲ σὺν τοῖς νοήμασι καὶ κατ' ὀφθαλμοὺς τὸ ἀμφισβητούμενον ἤτοι ἀσεβούμενον. τὸν γὰρ Χριστὸν οἱ ἀντικείμενοι οὐ μόνον οὐκ εἰκονίζεσθαι λέγουσί τε καὶ λοξονοοῦσι σὺν τῇ Θεοτόκῳ καὶ οὑτινοσοῦν τῶν ἁγίων, ἀλλὰ γὰρ καὶ ἐγγεγραμμένους ἐξαφανίζουσι, πλάνην καὶ ὄλεθρον ψυχῶν τοὺς θείους χαρακτῆρας δογματίζοντες. ὢ τῆς ἰουδαϊκῆς καὶ ἑλληνικῆς ἀντιπεπονθότως ἀσεβείας. οὐδὲν οὖν ἄρα τὸ καθόλου ἢ παρὰ τὸ τῆς οὐσίας διάφορον ἡ ἐξαλλαγή, ἐν ᾧ ὁ λόγος· φῆ ὁ Ἰουδαῖος ἤτοι ὁ Ἕλλην τῷ χριστιανῷ, ἄρνησαι τὸν Χριστόν, τὴν Μαρίαν· τοῦτο καὶ ὁ εἰκονομάχος. ἡ γὰρ εἰκὼν Χριστοῦ ὥσπερ καὶ τῆς Θεοτόκου ὁμωνύμως Χριστὸς καὶ Θεοτόκος λέγεται. ὥστε λέγων τὴν εἰκόνα ἀρνεῖσθαι, τὸν οὗτινος ἡ εἰκών, ἐκεῖνον διαρρήδην ἐξαρνεῖσθαι ἀπαιτοίη. μὴ γὰρ ἐμοῦ τοῦ οὐδαμινοῦ ὁ λόγος; ἄκουε τί φησι τῷ Μωυσεῖ ὁ τῶν ὅλων θεός· ποίησον Χερουβίμ. καίτοι εἰκόνα Χερουβὶμ ποιῆσαι προστέταχεν· οὐ γάρ τοι φύσιν χερουβικὴν φρονῶν τις παραστῆσαι αὐτὸν φαῖεν ἄν. καὶ αὖθις· ποίησον ὄφιν χαλκοῦν. καὶ μὴν κἀνταῦθα εἰκόνα ὄφεως ποιεῖν προστάσσει. Ἀλλὰ αὕτη ἡ φύσις πρωτοτύπου καὶ παραγώγου, τὸ παραχθὲν ἤγουν τὸ εἰκονισθὲν τοῦ ἀρχετύπου τῷ ὀνόματι καλεῖσθαι καὶ τῇ θατέρου ἀναιρέσει θάτερον ἀναιρεῖσθαι ὡς τῶν ἅμα ὄντων. ἦν ἄγγελος; διὰ τοῦτο καὶ εἰκὼν ἀγγέλου· ἦν ὄφις; διὰ τοῦτο καὶ εἰκὼν ὄφεως καὶ οὑτινοσοῦν ἄλλου τῶν ὄντων. καὶ καλοῦνται πῇ μὲν εἰκόνες ὧνπερ καὶ εἰσί, πῇ δὲ διὰ τὴν σχέσιν ὡς αὐτὰ τὰ ἀρχέτυπα ὀνομαζόμενα καὶ οὐκ εἰκόνες αὐτῶν. οὕτω φησὶ καὶ ὁ ἱερὸς ἀπόστολος, ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον, τῷ ὀνόματι τῶν πρωτοτύπων χρησάμενος ἐπὶ τῶν εἰκόνων. ἄκουε καὶ τοῦ Μεγάλου Βασιλείου· ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός. μὴ γὰρ εἶπεν, "4ἐγγραφέσθω ἡ εἰκὼν τοῦ τῶν παλαισμάτων ἀγωνοθέτου Χριστοῦ"5, ἀλλὰ "4Χριστός"5. ἄκουε καὶ Γρηγορίου τοῦ Νυσσαέως, πρόκειται Ἰσαάκ, τὴν εἰκόνα τοῦ Ἰσαὰκ Ἰσαὰκ ὀνομάσαντος. ἄκουε τοῦ Χρυσοστόμου· εἶδον ἄγγελον ἐν εἰκόνι· μὴ γὰρ ἀγγέλου εἰκόνα ἔφη ἐν εἰκόνι ἰδεῖν, ἀλλὰ ἄγγελον. ἐν γὰρ τῇ εἰκόνι τὸ ἀρχέτυπον ἐκφαίνεται ὡς ἐν τῷ τύπῳ τοῦ σταυροῦ ὁ ζωοποιὸς σταυρός, καθὸ καὶ ἀχώριστόν ἐστι θάτερον θατέρου τῇ προσκυνήσει. διὰ τοῦτο καὶ τὴν κλῆσιν τοῦ πρωτοτύπου ἔχει τὸ εἰκόνισμα· σταυρὸς γὰρ ὁ τύπος τοῦ σταυροῦ κέκληται. οὕτω καὶ ἐπὶ βασιλέως καὶ παντὸς ἀνθρώπου καὶ παντὸς εἴδους ἀληθὲς ἡμῖν λέγειν ὅτι βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκών. φησὶν ὁ θεῖος Βασίλειος· καὶ Πέτρος ἡ Πέτρου εἰκών. εἴπω τι καὶ ὑψηλότερον; καὶ θεὸς ὁ ἄνθρωπος ὡς θεοῦ εἰκών. τοιγαροῦν βασίλειος ἔφη, καὶ Χριστὸς ἡ Χριστοῦ εἰκών· εἶπεν γάρ, καὶ αὖθις λέγω, "4ἐγγραφέσθω τῷ πίνακι"5 οὐχὶ "4ἡ εἰκών