260
λίθοι κράζουσι, καὶ σὺ σιωπηλὸς καὶ ἄφροντις; ἡ ἀναίσθητος φύσις θεὸν ἐπακήκοεν, καὶ αὐτὸς λαιλαπιστής; ὃ μὴ ἐμψύχωται μηδὲ ἐν κριτηρίῳ λελογοθέτηται, δεδοικὸς οἱονεὶ τὸ πρόσταγμα, φωνοβολεῖ, καὶ σύ, ὁ μέλλων εὐθύνεσθαι ὑπὸ θεοῦ ἐν καιρῷ ἐτάσεως καὶ περὶ ἀργοῦ ῥήματος, κἂν ἐπαίτης εἶ, διδόναι λόγον, λέγεις ἀλογῶν "4τίς μοι ἐν τούτῳ φροντίς"5; ταῦτα, ὦ δέσποτα, φησὶν ὁ Παῦλος, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι' ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν. ὥστε καὶ αὐτὸς ὁ πένης πάσης ἀπολογίας ἐστέρηται ἐν ἡμέρᾳ κρίσεως, μὴ τανῦν λαλῶν ὡς κριθησόμενος, καὶ διὰ τοῦτο μόνον, μὴ ὅτι γέ τις τῶν ἐφεξῆς καθ' ὑπεροχὴν μέχρις αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου, ᾧ καὶ ἀνυπέρβλητον τὸ κρίμα· δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται, φησίν, καί, κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσιν. Λάλει οὖν, κύριέ μου, λάλει· διὰ τοῦτο κἀγὼ ὁ τάλας, δεδοικὼς τὸ κριτήριον, λαλῶ. φθέγξαι ἕως τῶν θεοηχῶν ὤτων τοῦ εὐσεβοῦς ἡμῶν βασιλέως, ἐπείπερ εἶ τῶν ὑπερεχόντων. οὐδεμία αἵρεσις τῶν ἀπὸ τῆς ἐκκλησίας ἀναβρασάντων τῆς εἰκονομαχικῆς ταύτης αἱρέσεως δεινοτέρα. Χριστὸν ἤρνηται, εἰς πρόσωπον δέρει, πραγματικῶς καὶ λογικῶς λυττῶσα· τὸ μὲν φληναφεῖ Χριστὸν μὴ περιγράφεσθαι κατὰ τὸν τοῦ σώματος χαρακτῆρα, ὅπερ ἐστὶν ἀναιρετικὸν τοῦ σάρκα γενέσθαι τὸν λόγον (εἰ γὰρ σάρξ, πάντως καὶ περιγράφοιτο, ἐπεὶ φάντασμα τὸ εὐαγγελιζόμενον μανιχαϊκῷ φρονήματι), τὸ δὲ ὅτι ξέει, κλᾷ, κατασκάπτει, πυροκαυστεῖ πάντα θεῖον ναόν, πᾶν ἱερὸν ἀνάθημα, ἐφ' ᾧ ὁ Χριστοῦ χαρακτήρ, τῆς Θεοτόκου, εἰτινοσοῦν τῶν ἁγίων. χριστιανοὶ ἀπολλύμεθα· προφθάσωμεν τὸ πρόσωπον Χριστοῦ ἐν ἐξομολογήσει, ἀσπασώμεθα Χριστόν, ὃν δι' ἀθετήσεως τῆς ἁγίας αὐτοῦ εἰκόνος ἀρνούμεθα. 426 {1∆ημόχαρι λογοθέτῃ γενικῷ}1 Ἡ τῶν ἀγαθῶν ἀνδρῶν ἔντευξις παρρησίαν δίδωσι καὶ τοὺς ἀγνῶτας πρὸς αὐτοὺς ἵεσθαι, μὴ ὅτι τοὺς γνωρίμους καὶ τῆς αὐτῶν εὐθημοσύνης πεῖραν εἰληφότας. διὰ τοῦτο τεθαρρηκότες οἱ ταπεινοὶ ἐπιστέλλομεν τῇ ὑπερφυεῖ καὶ εὐσεβεστάτῃ σου μεγαλωσύνῃ, εὐφημοῦντες αὐτὴν κατὰ τὸ εἰκὸς ὅτι ῥίζης εὐφυοῦς ἀγαθὸν βλάστημα, ὅτι φρονήσεως δεξιᾶς ἱερὸν ἀποτέλεσμα, ὅτι παιδεύσεως ποικίλης ἀγλάισμα περισπούδαστον· ἔνθεν καὶ βασιλεῦσιν ἀσπαστὴ καὶ πᾶσι διαλαλητή. κἀκ τούτου ἀρχὰς ἐξ ἀρχῶν ἀμείβουσα εἰς τὴν κορυφαιοτάτην τῶν ἐν τέλει ἀνέδραμεν εὖ γε καὶ πάνυ εἰκότως. εἰ δὲ καὶ ὅτι ἡμῖν τοῖς εὐτελέσι δι' αὐτὴν τὴν ἀρετὴν ποθητή, οὐ πάνυ τι τῶν ἀγαστῶν διὰ τὸ οὐδαμινόν· πλὴν ὅτι ὑποβάλλοι ὁ καιρὸς καὶ ἐξ εὐτελῶν παράκλησίν σοι προσάγεσθαι. ἡ δέ ἐστιν ὀρέξαι σε χεῖρα τῇ καταπεσούσῃ καθ' ἡμᾶς ἐκκλησίᾳ πτώματι ἀσεβείας. τοῦτο δὴ καὶ ἤκουσται ἡμῖν ἐνεργήσαντα καὶ εὐξάμεθά σοι ὡς ἁμαρτωλοὶ καὶ εὐλογήσαμέν σε ἀπὸ καρδίας πεπονημένης, ὅτι καὶ ἐλεγμῷ δικαίῳ ἤλεγξας τὸν ἀσεβάρχην Ἰωάννην, τοσαῦτα εἰπών, ὅσα ἦν ἄξιον ἀκοῦσαι τὸν μυσαρόν, ἅττα καὶ ἡμῖν, οἶμαι, καὶ πολλοῖς ἄλλοις προδεδήλωται· ἐπεὶ οὐκ ἔστι κρυπτόν, ὃ οὐ γνωσθήσεται, καθά φησι τὰ λόγια, καὶ ἄλλως ὅτι οἱ ἀσεβείας ἔξαρχοι τοιούτων πράξεων ἔνοχοι δικαιοτάτως πεφανέρωνται. Μὴ τοίνυν, ὦ δέσποτά μου, ἀπολήξειας τοῦ καλοῦ σου ἀγῶνος, ἀλλὰ συνεισένεγκον τῇ μεγίστῃ σου ὑπεροχῇ ἰσόρροπον τὴν βοήθειαν ὡς ὑπὸ θεοῦ εἰς ταύτην προσκληθεὶς ἐξ ἀναγκαίου τοῦ χρόνου· οὕτω γὰρ μᾶλλον εὐκλεηθήσῃ παρά τε θεῷ τῷ εὐδοκήσαντι καὶ βασιλεῖ τῷ εὐσεβεῖν ἀπαρξαμένῳ καὶ ἅπασι τοῖς τὸν ὀρθὸν λόγον τῆς ἀληθείας πρεσβεύουσιν, οὐ μὴν ἀλλὰ καὶ σεαυτῷ τῆς κατὰ τὴν αἱρετικὴν κοινωνίαν χράνσεως ἐντεῦθεν χαρίσῃ ἀλεξιτήριον φάρμακον. 427 {1Θεοδώρῳ μονάζοντι}1 Ἐγώ σου τὴν θεοσέβειαν παρεκάλεσα, τῶν κατ' ἐμοῦ ἐγκωμίων ἀφέμενον, μᾶλλον προσεύχεσθαι μὴ πάντῃ με θεοῦ ἀπομακρύνεσθαι καὐτός, οὐκ οἶδ' ὅθεν φερόμενος, εἰς μείζους ἐξήφθης λόγους αἰνέσεως. μὴ οὕτω, πάτερ, μηδαμῶς· ἢ οὐκ οἶσθα ὅτι ἀνθρώπων ἁπάντων ἐγὼ ὁ τάλας ἁμαρτωλότερος, κἂν οὐκ οἶδ' ὅπως ἐλέει θεοῦ εἰς φυλακὴν