201
ἀφῃρέθη ὁ κόσμος τῆς ἐκκλησίας, ἡ ὄψις τῶν ἱερῶν ναῶν, πυρὶ παρεδόθη τὰ ἅγια· ἄλλο τι σχῆμα γνωρίζεται ἐν τῷ χριστιανισμῷ, εἴ γε χριστιανισμόν, ἀλλὰ μὴ ἰουδαϊσμὸν καλεῖν. εὔκαιρον καὶ νῦν λέγειν, Κύριε τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν. καί γε ἔκτειναν, καί γε κατέσκαψαν· τὸ γὰρ ξέειν καὶ ἐξορύσσειν τὴν ὄψιν αὐτῶν οὐχὶ κατασκάπτειν ἐστὶν ἐμφανῶς; ἄφελε ὄψιν ἀνθρώπου, καὶ οὐκέτι ἄνθρωπος, ἀλλά τι ἔκτρωμα, εἴγε καὶ ἔστι ζῆν. ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου. καὶ ταῦτα ἀληθῶς, πᾶσαν θείαν εἰκόνα ἐν πάσῃ ὕλῃ χαραχθεῖσαν ἐμπρήσαντες. ἀνέῳκται γλῶσσα βλάσφημος, τὸν Χριστὸν εἴδωλον λέγουσα, τὴν Θεοτόκον, πάντα ἅγιον. καὶ γὰρ τοῦ ἀρχετύπου τὴν κλῆσιν τὸ παράγωγον κέκτηται, ἐπειδὴ καὶ τὴν προσκύνησιν· διὰ τοῦτο καὶ πάντα τύπον σταυροῦ σταυρὸν λέγομεν καὶ προσκυνοῦντες τὸν ζωοποιὸν σταυρὸν προσπτυσσόμεθα. Ἀλλὰ ταῦτα ἐξετραγῴδησα ὁ ταπεινὸς οὐχ ὡς ἀγνοούσης σου τῆς πανσόφου τελειότητος τῆς πλάνης τὸν ὄλεθρον (μή τι πάθοιμι μωρι κόν), τὸ θλιπτικὸν δὲ πάθος παραμυθούμενος τῆς ἐμαυτοῦ καρδίας διὰ τῶν ἀναφορῶν, οἵ πως πεφύκασι λαλούμενοι κουφίζειν τὰ ἐν κρυφῇ ἀλγεινά, καὶ ἅμα ὑποκινῶν αὐτὴν θερμότερον προσιέναι θεῷ, ταχεῖαν ἐπιτίμησιν ποιῆσαι τῇ πονηρᾷ ταύτῃ αἱρέσει εἰς σωτηρίαν τοῦ λαοῦ αὐτοῦ. Προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἐλαχίστου σου τέκνου, ἁγιώτατέ μου πάτερ. 315 {1Τιμοθέῳ τέκνῳ}1 Οἵα σου ἡ ψυχή, τέκνον μου ποθητόν, τοιαῦτα καὶ τὰ γράμματα, θαρσαλέα, εὔθυμα, εὐπρόθυμα, φιλόθεα, φιλομάρτυρα. καί γε τῆς ψυχῆς εἰκόνες οἱ λόγοι καὶ ἐκ τοῦ περισσεύματος τῆς καρδίας ἕκαστος φέρει τὰ λόγια· ὥστε καὶ ἡμᾶς, ἀκούσαντάς σου τῶν ῥημάτων, ἐπιρρωσθῆναι καὶ μᾶλλον ἀνδρειωθῆναι καὶ πρὸς ἄθλησιν ἐπειχθῆναι. ἐμὲ δὲ καὶ ὁ ἀδελφὸς Ἀδριανὸς ἐξηγησάμενος πλέον ἐξένισεν, ἀναγγείλας σου τὸ εὔθαρσον καὶ σταθερὸν καὶ εὐπαρρησίαστον, καὶ μέντοι καὶ διαλεκτικὸν πρὸς τοὺς αἱρετίζοντας. πόθεν σοι ταῦτα; ἢ οὐχὶ ἐπὶ τῆς προαγούσης ἀγαθῆς διαθέσεως καὶ θείας περιποιήσεως, δι' ἧς ἤνεγκας τὰ προλαβόντα καὶ ἕστηκας τῇ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ, μέχρι θανάτου εὐτρεπιζόμενος; χαῖρε, εὐφραίνου· ἰσχύσεις σὺν θεῷ πάντα ἐνεγκεῖν, ἀθλοφορικὸν στέφανον ἀναδησάμενος. Ἀλλ' εὔχου κἀμοί, ἀδελφέ, συνέπεσθαι σοί τε καὶ εἴ τινι ἄλλῳ παραπλησίῳ. ἱκανοὶ δὲ χάριτι Χριστοῦ· καὶ γὰρ ὡς τὸ στάδιον λαμπρὸν καὶ ἐμφανὲς πλεῖστοι καὶ οἱ μάρτυρες. μὴ γὰρ οἴου τι ἄλλο εἶναι τὰ παρόντα ἢ Χριστοῦ ἄρνησιν ἐπὶ τοὺς διώκοντας καὶ Χριστοῦ μαρτυρίαν εἰς τοὺς τὰ ἆθλα φέροντας, καὶ τοῦτο εὔδηλον· ὡς γὰρ ἐν τῇ εἰκόνι τοῦ σταυροῦ ὁ ζωοποιὸς σταυρὸς καὶ ὡμολόγηται καὶ ἤρνηται, οὕτω καὶ ἐν τῇ εἰκόνι Χριστοῦ τὸ αὐτὸ ἀπαραλλάκτως, εἰ καὶ τετύφλωται ὁ κόσμος καὶ Χριστὸν ἀρνούμενος παίζει τὴν ὕβριν διὰ τὴν τοῦ ὑβριζομένου μακροθυμίαν. καὶ τί θαυμαστόν, εἰ ὑπομένει, ζητῶν τὴν τῶν παροινούντων ἐπιστροφήν; μὴ οὐχὶ στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ οἱ στρατευόμενοι; μὴ οὐχὶ καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, οἳ καὶ ἔλεγον, χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων, καὶ ἐδίδουν αὐτῷ ῥαπίσματα; ὁ δὲ ἔφερεν πάντα, καταγελώμενος, μυκτηριζόμενος καὶ ὅσα ἄλλα πάσχων ἐν τῷ σταυρῷ. τοιαῦτά ἐστι νῦν πάσχων διὰ τῆς εἰκόνος αὐτοῦ καὶ ἐν τῇ εἰκόνι αὐτοῦ, ἐπειδὴ τὸ ἀρχέτυπον ἐν τῇ εἰκόνι ἐκφαίνεται, ὡς εἴρηται τοῖς ἁγίοις. Ἀλλ' εἴη ἔλεος ἐν τάχει τῇ ἐκκλησίᾳ αὐτοῦ, ἐνδυναμῶν τοὺς ὁμολογοῦντας. ἀκούω ὅτι νηστείαν ἕλκεις καὶ χαίρω μέν, συμβουλεύω δὲ καθ' ἑκάστην σε ἐσθίειν μετὰ τὰ ἑσπερινά· τοῦτο γὰρ ἡ βασιλικὴ ὁδὸς καὶ αὕτη ἐπαινετὴ ἐγκράτεια ἐν τῇ μαρτυρίᾳ. 316 {1Ἄννῃ ἡγουμένῃ}1 Ὅτι ἐπέστειλάς μοι, εἰκότως· μᾶλλον γὰρ διὰ τῶν γραμμάτων ἐν γνώσει γέγονα τῆς διασώσεως τῆς τιμιότητός σου καὶ ηὐχαρίστησα τῷ θεῷ, οὕτως ἐπιμενούσης σου τῇ καλῇ προθέσει καὶ ὁμολογίᾳ Χριστοῦ καὶ οὐ κατανοούσης τὴν μόνωσιν, τὴν φυλακήν. μηδέ γε ἀτονήσειας Χριστὸν ἔχουσα ὑφέστιον, ὑπὲρ οὗ καὶ δι' ὃν πάσχεις·