123
ἀληθείας. ∆ιὸ ὑπομνήσκω μὴ τραπῆναι τὸ καθόλου τῆς ἐνστάσεως, ἐπὶ τὴν ἀσάλευτον πέτραν τῆς ὀρθοδοξίας ἐρηρεισμένην σε, μηδὲ εὐπτόητον καὶ ἀμφοτερίζουσαν γενέσθαι ταῖς τινων καταπτώσεσιν εἴτε λαϊκῶν εἴτε μοναστῶν καὶ δοκούντων εἶναί τι εἴτε ἁπλῶς οὑτινοσοῦν· οἱ γὰρ τοιοῦτοι ψευδάδελφοι, ψευδαπόστολοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. πολλοὶ δοκησίσοφοι καὶ ἀρχιεροφανεῖς καὶ ἁγιόδοκοι ἐν τοῖς πάλαι ἑαλώκεσαν· ἔλαμψαν δὲ ὡς φωστῆρες ἐν κόσμῳ ὀλίγοι καὶ ἀληθινοὶ σοφοί, οἵτινές εἰσι φόβῳ θεοῦ διαζῶντες, ἐπείπερ ἀρχὴ σοφίας φοβεῖσθαι τὸν Κύριον, καὶ μὴ οἰηθέντες εἶναι πολλοῦ ἄξιοι· ἐπειδὴ ἄνθρωπος εἰς πρόσωπον, θεὸς δὲ εἰς καρδίαν ὁρᾷ. Παρακαλῶ ἔτι, στόμωσον ἑαυτὴν τῷ ἄνθρακι τῆς θείας ἀγάπης, κόπτουσα πᾶσαν προσπάθειαν· οὕτω γὰρ συγκόψεις τὰς προσβολὰς τὰς μελλούσας. μὴ γὰρ πάντως οἴου ἀβασάνιστος διαμένειν εἴτε λόγῳ ἢ καὶ ἔργῳ· φθονεῖ σε γὰρ ὁ διάβολος, λαβὼν καιρίαν πληγὴν ἐπὶ σοί. "ὅτι καὶ γυνή μου κατεξανίσταται", φησί, "καὶ ταύτη ὑπὸ ζυγόν, καί γε ἐν περιφανείᾳ", τοιαῦτά πως λέγων· "οὐ φέρω, κινῶ κατ' αὐτῆς ἔτι μου πολλὰς μηχανάς, τὸν ἄνδρα, τὸ τέκνον, τὸ αἷμα ὅλον, τὰς ὁμοσυγκλήτους, τὰς γνωρίμους, τοὺς παῖδας, τὰς παιδίσκας, τὴν περιουσίαν, πρὸς τούτοις ἐλεεινὰ δάκρυα, παρακλήσεις, ὑποσχέσεις· εἰ δέ γε ἐντεῦθεν ἀποτύχω, μετέρχομαι ἐπὶ τὸ ἕτερον εἶδος, προσάγω βασιλικὰς ἀπειλάς, φθόνους τῶν ὁμοαξίων, "4οὐά"5, λεγόντων, "4ἐκείνη μόνη ὑπερέξει πάντων; ὅστις καὶ ποία;"5, ὕβρεις ἔτι, χλευασμούς, μυκτηρισμούς, καταγέλωτας, ἐνίοτε καὶ ἐμπτυσμούς, μὴ καὶ ῥαπίσματα, μὴ καὶ κολαφίσματα, μὴ καὶ θάνατον". Ὅρα, ἀδελφὴ ἐν Κυρίῳ, μὴ ἐνδώσῃς. ταῦτα Χριστοῦ στίγματα, ταῦτα στέφανοι οὐράνιοι, νέαν σε μάρτυρα ποιοῦντα· μὴ γὰρ κἀκεῖναι οὐχ ὁμοιόσαρκοι, εὐγενίδες, πολύολβοι, ἐξ ἀνδρὸς τμηθεῖσαι μαχαίρᾳ τοῦ πνεύματος; οὕτως σε ὁ λόγος παρασκευάσθαι ὑποτίθεται, ἀδελφομήτηρ, μή σε δελεάσῃ ἔν τινι ὁ πειραστὴς διάβολος, ἵνα πολλοὺς τῷ οἰκείῳ ὑποδείγματι στερεώσῃς, καὶ σώσῃς, ὅπως χορεύσῃς ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ αἰώνια. Προσεύχου περὶ ἐμοῦ· ἀσπάζομαι ἐν Κυρίῳ τὴν ὅρπηκά σου καὶ σύναθλον. 157 {1Ἰωάννῃ ἐπισκόπῳ Σάρδησ}1 Οὔπω μοι μέχρι τοῦ δεῦρο ἤκουσται, ποῦ ποτ' ἂν εἴη περιωρισμένη ἡ πατρική σου ἁγιωσύνη· διὸ ὑπέμεινα συνέχων τὴν χεῖρα καὶ οὐχ εὑρίσκων πληρῶσαί μου τὴν ἐπιθυμίαν. ἐλπίδι οὖν πτερωθεὶς ἐπιτεύξασθαι τοῦ ποθουμένου ἐπέστειλα τὸ παρὸν καὶ οἶδ' ὅτι οὐ διαψευσθήσομαι τῆς ἐλπίδος ἐν Κυρίῳ. ἀλλά γε δεῦρο φράσον, ὦ μεγαλοπάτορ, πῶς ἡ ἐξορία καὶ ποῦ καὶ οἷος ὁ ὑποδεξάμενός σε χῶρος, οἵ τε αὐτόχθονες καὶ οἱ πλησιάζοντες; ἆρα δεξιοὶ καὶ τῆς ἐκλεκτῆς μερίδος ἑκάτερα ἢ ἄμφω τὰ ἐναντία καὶ σκολιάζοντα; πλὴν ὅτι διὰ Χριστὸν καὶ τὰ δυσχερῆ εὐχερῆ καὶ τὰ λυπηρὰ περιρχαρῆ. μακάριος εἶ, ὑπὲρ ἀληθείας δεδιωγμένος τῆς οἰκείας ἐκκλησίας καὶ ἐξωρισμένος πορρωτέρω τῆς ἐνεγκαμένης· μακάριος εἶ, διὰ Κύριον ἐμπαιχθεὶς καὶ κονδυλισθεὶς ὑπὸ τῶν ἀσεβῶν ἔμπροσθεν τοῦ καϊαφαϊκοῦ συνεδρίου. μετὰ Χριστοῦ ἐθεατρίσθης σὺν τοῖς ὁμάθλοις, σὺν Χριστῷ κατεδικάσθης· καὶ ἐπὶ τὸν σταυρὸν μὲν οὐκ ἀνῆλθες, ὅτι μὴ καιρός, σταυροφορῶν δὲ ἐξῆλθες, προπηλακισθεὶς καὶ διασυρθεὶς παρὰ τῶν παρανόμων· ἐξ οὗ καὶ ὁ τῆς δικαιοσύνης σοι στέφανος οὐρανόθεν ἀγγελόπλοκος. Ἄγε δή, πατέρων κορωνίς, εἰς μέσον τοὺς θείους σου ἀγῶνας, σύναψον αὐτοῖς καὶ τοὺς ἑξῆς· ἔτι γὰρ καιρὸς μαρτυρίου εἰς κόσμον τῇ Χριστοῦ ἐκκλησίᾳ. ἀπαράτρεπτος ἔσο (μετ' αἰδοῦς ὑπομνήσκω, λαβὼν ἔκπαλαι ἐπιτροπὴν τοῦ λέγειν ἐξ ἄκρας σου ταπεινοφροσύνης) τῆς καλῆς ὁμολογίας, ἧς ἔλαβες ὡς ἔπαθλα τὰς ἐντίμους ἀτιμίας καὶ ἣν ὡμολόγησας ἐνώπιον θεοῦ καὶ ἀνθρώπων. διὰ Χριστόν ἐστι παθεῖν τὸ ὑπὲρ τῆς ἁγίας αὐτοῦ εἰκόνος ἀθλῆσαι· οὔτε γάρ, φησὶν ὁ Μέγας Βασίλειος, τὸ κράτος ἐπ' ἀμφοῖν σχίζεται οὔτε ἡ δόξα μερίζεται. οἱ δὲ χριστομάχοι οὐ μόνον μερίζουσιν, ἀλλὰ γὰρ καὶ ἀτίμως