70
καὶ πῶς ἔλθωσιν ἐπὶ τὴν συνάφειαν; τοῖς ἀνθρωπίνοις καθήκουσιν, ὥσπερ καὶ οἱ τρίγαμοι καὶ πολύγαμοι (οὕτω γὰρ κέκληται ἡ μετὰ τὴν τρίτην πρὸς τῶν πατέρων), ἢ στεφανούσθωσαν κἀ κεῖνοι. ἀλλ' ὄντως ἡ ἄγαν διάλυσις τῶν κανόνων, μᾶλλον δὲ τοῦ εὐαγγελίου, οὐ διγάμους νῦν καὶ τριγάμους, ἀλλὰ καὶ μοιχοὺς στεφανοῦσθαι ὑπὸ τῶν ἱερέων πεποίηκεν, ὡς καὶ τοὺς τῇ ἀντοχῇ τοῦ θείου νόμου μὴ ἐν τούτῳ συναιρουμένους διώκουσα καὶ ἀναθεματίζουσα ὡς ἀλλοτρίους Χριστοῦ, τοὺς ὑπὲρ ἐντολῆς καὶ ἀληθείας αὐτοῦ ἐνισταμένους. ἔκστηθι, οὐρανέ, ἐπὶ τούτῳ· τὰ ἄνω κάτω, ἡ δικαιοσύνη ἀνομία, τὸ φῶς σκότος, ἐξ ὧν οἱ μοιχειανοὶ λέγουσιν καὶ πράττουσιν, δείκνυνται, τοῦτο τοῖς τυφλοῖς καὶ κωφοῖς κατὰ ψυχήν, καὶ ἐντεῦθεν τοῦ Ἀντιχρίστου τὰ πρόλαβα φέρουσιν. Τάχα δ' ἂν κἀκεῖνο εἴποις· εἰ τὸ ἓν μέρος εἴη παρθένον, πῶς λέγουσί τινες ὡς τὸ μὲν στεφανοῦται ἐν τῇ κεφαλῇ, τὸ δὲ ἀπὸ γάμου ἐν τῷ ὤμῳ γενομένης τῆς στεφανικῆς εὐχῆς; καί μοι πρὸς τῇ ἀτοπίᾳ ἔτι καὶ γελοῖον φαίνεται. δεδόσθω γὰρ τριγαμεῖν· καὶ ποῦ τεθείη ὁ στέφανος, ἐν τῇ χειρὶ ἢ εἰς τὸ γόνυ; εἴ γε καὶ ἡ γημωμένη εἶεν ἀπὸ χηρείας, ἐν τῷ ὤμῳ τὸν στέφανον δέξεται; ἄτοπα ταῦτα. τίς δὲ ὁ στεφανῶν καὶ πῶς ἡ ἀμέριστος εὐχὴ μερισθήσεται; θάτερον τῶν μερῶν, ὡς ἀκηλίδωτον καὶ νικῆσαν, εὐλογούμενον, θάτερον δὲ μή; τῶν γελοίων καὶ ἀμηχάνων. πῶς τὸ μὲν ἓν μεθέξει τῆς κοινωνίας, τὸ δὲ ἕτερον οὔ; ἐπείπερ ἐν ἐπιτιμίοις; εἴ γε καὶ εἴη τοῦτο ὁ ἀνήρ, ἀνὴρ κεφαλὴ γυναικὸς καὶ εἰς ἓν σῶμα ἄμφω τὰ συνελθόντα· μεταλήψεται τὸ λοιπὸν σῶμα, ἡ κεφαλὴ δὲ οὔ; τμηθήσεται τὸ ζευχθὲν εὐθὺς ὑπ' αὐτοῦ τοῦ συνάπτοντος ἱερέως, τοῦτό γε κατὰ συγχώρησιν δοθέντος τυχὸν ποιεῖν αὐτὸν (κεφάλαιον γὰρ καὶ τέλος τῆς ζεύξεως τὸ ἅγιον καὶ ἑνιαῖον σῶμα καὶ αἷμα Χριστοῦ), ἢ ἀμφοῖν μεταδοίη; Καί γε ἀπηλλάγμεθα ἀδολεσχίας. ἔσται γὰρ ἀριδήλως ὁ τοιοῦτος οὐχ ἱερεύς, ἀλλὰ παραβάτης τῶν θείων διατάξεων καὶ διὰ τοῦτο καὶ τῆς ἱερωσύνης ἔκπτωτος, ὁπότε οὐδὲ ἑστιαθῆναι τῷ τοιούτῳ γάμῳ παρακεχώρηται, οὐχ ὅτι τοσοῦτον ἀνομῆσαι. τί οὖν, φαίης, ἀπόλλυσι τὸ παρθενικὸν μέρος τὸν νικητικὸν στέφανον σὺν τῇ εὐλογίᾳ καὶ οὐκ ἐκνικᾷ τὸ μὴ ἡττηθὲν μᾶλλον συνευλογῆσαι καὶ συστεφανῶσαι καὶ συμμεθέξαι τῆς κοινωνίας ἑαυτῷ τὸ ἡττημένον διὰ τῆς διγαμίας μέρος; εἰ ἦν τοῦτο, ἐτυπώθη ἂν παρὰ τῶν πατρικῶν κανόνων· ἀλλ' οὐκ ἐγεγόνει τις διαφορά. ὃ δὲ ὑπὸ πατρικῆς μαρτυρίας μὴ ᾖ διευκριθὲν καὶ ὑποτυπωθέν, κενεμβατεῖν ἐστι καὶ ἐννοεῖν καὶ λέγειν καὶ πράττειν. ἐγὼ δὲ ἐκεῖνό φημι, ὅτι εἰκότως ἂν τὸ παρθενικὸν μέρος ἀποτυγχάνῃ τῆς μονογαμικῆς παραδόσεως· ἐξὸν γὰρ δι' ὁμοταγοῦς ἀπόνασθαι ταύτης, ἐπειδὴ καθαρὸν καθαρῷ συναπτέον καὶ παρθένον παρθένῳ καὶ νικῶν νικῶντι. ἀποπίπτει δέ τις μὴ παρθένῳ ἐθελήσας συναφθῆναι, κἀντεῦθεν ἀτιμάζοι τὸ παρθενικὸν κλέος, ὃ μηδὲ εἶχεν τυχόν, ἢ καὶ ἔχων τῇ προσπαθητικῇ σχέσει τοῦ διγαμοῦντος καθ' οἱονοῦν τρόπον κατέβαλεν· κἀκ τούτου οὐ μᾶλλον ἀνάξει, ἀλλὰ κατάξει αὑτὸν εἰς τὸ ἐπιτίμιον τοῦ διγαμοῦντος μέρους. Ταῦτά μοι κατὰ τὸ δυνατὸν εὕρηται καὶ λέλεκται, ὦ παῖ καλέ. εἰ δέ σοι ἑτέρως ἔχειν δοκεῖ τἀληθὲς ἤ τινι ἄλλῳ, μόνον ἐκ γραφικῆς καὶ πατρικῆς καὶ κανονικῆς παραστάσεως, συνεπομένης τούτοις καὶ τῆς οἴκοθεν διανοηματικῆς ἐπιδόσεως, καὶ ἡμεῖς γε ποδηγηθῆναι ἕτοιμοι καὶ ἐλλαμφθῆναι πρόθυμοι τῆς παρ' ἄλλων δᾳδουχίας, ἐνδεεῖς φωτὸς ὑπάρχοντες ὅτι μάλιστα. 51 {1Τῷ αὐτῷ}1 Τρία ταῦτα πέπονθα ἐν τοῖς παροῦσί σου γράμμασι, ποθητὸν τέκνον· ὁμοῦ τε ἐξεπλάγην, ἠγάσθην τε καὶ ᾖσα, τὸ μὲν διὰ τοὺς παρανόμους, τὸ δὲ διὰ τοὺς εὐνόμους, τὸ τρίτον διὰ τὸν δυναμοῦντα θεὸν τοὺς ἐν τῷ νόμῳ αὐτοῦ ἐπερειδομένους. καὶ περὶ μὲν τοῦ ἱεροῦ μου Ἀθανασίου καὶ τῶν σὺν αὐτῷ τριποθήτων, ἔτι μὴν καὶ τοῦ ἀνδρικωτάτου μου Θεοσώστου τῆς τε αὐτοῦ δυοπεντεκαιδεκάδος θεοσθενοῦς συνοδίας, ὡς ἐν τοῖς πρὸς αὐτούς μοι γραφεῖσιν ἱκανοῦ ὄντος, ἐατέον ἐνταῦθα λέγειν, εἰ καὶ ὅτι πλειόνων δέοιντο λόγων καὶ