318
τε τοὺς ἀγγέλους ὡς ἀγγέλους, ὑπερδεομένων καὶ αὐτῶν πάντων τῶν ἀνθρώπων, τό τε δαιμόνιον φῦλον ἀμιγὲς εἶναι εἰς αἰῶνας ἀτελευτήτους πρὸς αὐτούς, τὸ ἴδιον οἰκητήριον δι' ἀποστασίαν ἀπολιπόντας καὶ καταδεδικασμένους ὑπὸ θεοῦ ἐνδίκοις κολάσεσιν· ὁμολογεῖν καὶ τοὺς ἁγίους πάντας ὡς θεράποντας θεοῦ, πρεσβεύειν τῷ θεῷ δυναμένους εἰς σωτηρίαν ἡμῶν· ἔτι ὁμολογεῖν τὰς ἁγίας εἰκόνας αὐτοῦ τε τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς τε αὐτοῦ μητρός, ἀγγέλων τε καὶ πάντων ἁγίων, προσκυνεῖν καὶ ἀποδέχεσθαι κατὰ τὸ δογματισθὲν τῇ ἐν Νικαίᾳ τὸ δεύτερον συνόδῳ, ἀναθεματίζειν τε πάντας αἱρετικοὺς τοὺς ὑπὸ τῶν συνόδων ἀναθεματιζομένους, ἀνακηρύττειν πάντας τοὺς ὀρθοδόξους παρ' αὐτῶν εὐφημουμένους. Αὕτη ἡ εἰλικρινὴς πίστις τῶν Χριστιανῶν, τοῦτο τὸ μαρτύριον τῆς Χριστοῦ ὁμολογίας· παρὰ ταῦτα ὁ φρονῶν ἤτω ἀνάθεμα ἀπὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. καθά φησιν ὁ Παῦλος, ὅτι, κἂν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζεται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. ὡς προείρηκα, καὶ πάλιν λέγω· εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. ἐπεὶ οὖν αὐτὸς λεπτομερῶς ταῦτα οὐκ ἐξεκάλυψας ἐν τοῖς γράμμασί σου, δέον πᾶσα ἀνάγκη ὁμολογῆσαί σε οὕτως φρονεῖν. τοῦτο δὲ ἔσται πῶς; ἵνα ἐν τῷ πληρώματι τῆς ἐπιστολῆς αὐτῆς ταύτης ὑπογράψῃς κατὰ τὸ ἐμφερόμενον πιττάκιον. καὶ οὕτως ἡ εἰρήνη τοῦ θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει καὶ βραβεύσει ἡμᾶς τε καὶ ὑμᾶς ἐν ἑνὶ πνεύματι καὶ μιᾷ καρδίᾳ πιστεύειν καὶ λατρεύειν τῇ Ἁγίᾳ Τριάδι ἐπὶ σωτηρίᾳ τῶν τε οἰκείων ψυχῶν καὶ τοῦ διαιρεθέντος λαοῦ εἰς δύο μέρη, ἀπέναντι τοῦ κυρίου Ἰωαννικίου, τοῦ πνευματικοῦ ἡμῶν πατρός, καὶ σοῦ τοῦ τιμίου καὶ πατρὸς καὶ ἀδελφοῦ ἡμῶν. 491 {1∆ιογένει ἀσηκρῆτις Ἐρώτησις. Πῶς δεῖ καλεῖν τὴν Χριστοῦ εἰκόνα καὶ πῶς αὐτὴν προσκυνεῖν χρή. Ἀπόκρισις.}1 Ἡ ἐρώτησις διπλῆν ἔχει τὴν ἀπόκρισιν, ἤγουν τὴν κλῆσιν· λέγεται γὰρ καὶ κυρίως καὶ οὐ κυρίως τὸ ἐπ' αὐτῇ ὀνομαζόμενον. κυρίως μὲν γὰρ εἰκὼν Χριστοῦ εἴρηται ἡ εἰκὼν αὐτοῦ, οὐ κυρίως δέ, ὅταν καλῆται Χριστός, ἀλλὰ κατὰ κατάχρησιν, ὡς ἔχει ἐπί τε τοῦ ζωοποιοῦ σταυροῦ καὶ τοῦ τύπου αὐτοῦ· ἀναλογοῦν τὸ θεώρημα ὡσαύτως καὶ ἐπὶ τῆς προσκυνήσεως, παραπλησίως τῷ τύπῳ τοῦ σταυροῦ ἡ προσκύνησις. σχετικὴ γὰρ ὡς τῶν πρός τι ὄντων, πρωτοτύπου τε καὶ εἰκόνος, κατὰ τὴν φωνὴν τοῦ Μεγάλου Βασιλείου· ἡ γὰρ τιμὴ τῆς εἰκόνος ἐπὶ τὸ πρωτότυπον διαβαίνει. ἔστι γὰρ τῶν ἀμφοτέρων μία ἡ προσκύνησις, οὐ σχιζομένη οὐδὲ διαιρουμένη, ἀλλ' ἐπὶ μὲν τοῦ πρωτοτύπου οὐσιωδῶς, ἐπὶ δὲ τοῦ παραγώγου σχετικῶς ὑπάρχουσα, ὥσπερ καὶ τὸ εἶδος τῆς μορφῆς, ὅτι ἐκεῖ μὲν φυσικῶς, ἐνταῦθα δὲ μεθεκτῶς πάρεστιν. Ὁ γοῦν προσκυνῶν τὴν εἰκόνα οὑτινοσοῦν, εἴτε Χριστοῦ, εἴτε τῆς Θεοτόκου, εἴτε ἁγίου, εἴτε ἁπλῶς βασιλέως, εἴτε ἄρχοντος, εἴτε ὑφειμένου ἀνθρώπου, ἐν ταύτῃ προσεκύνησε τὸν οὗπερ αὕτη τυγχάνει εἰκών· καὶ οὕτω προσκυνῶν οὐ σφάλλεται, ἀλλ', ὀρθοδόξως ἐρειδόμενος, τοὺς ἐφ' ἑκατέρᾳ τῇ ἀληθείᾳ ἀντιπίπτοντας ἐνδίκως ἀποκρούεται. τίνες δὲ οὗτοι; οἵ τε ἀπαναινόμενοι προσκυνεῖν τὰς σεπτὰς εἰκόνας καὶ οἱ ἐν τῇ προσκυνήσει λέγοντες αὐτὰ τὰ πρωτότυπα φυσικῶς προσκυνεῖν, ὧν ἀμφοτέρων ἐπ' ἴσης τὸ βλάσφημον, τῶν μὲν ὡς ἀναιρούντων τὸ τῆς οἰκονομίας μυστήριον, τῶν δὲ ὡς θεοποιούντων, ἤτοι οὐσιοποιούντων, τὰ μακρὰν ἀπέχοντα τῇ φύσει ἀπὸ τῶν πρωτοτύπων. τοιγαροῦν προσκυνητέον τὴν εἰκόνα Χριστοῦ (ὧδε γὰρ ὁ κολοφὼν τοῦ λόγου) σχετικῶς, ἀλλ' οὐ λατρευτέον· τοῦτο γὰρ φυσικῶς ἐπ' αὐτοῦ Χριστοῦ, ἐπείπερ ἡ λατρεία μία τῆς Τριάδος. καὶ οὐδὲ αὐτῇ τῇ Θεοτόκῳ λατρευτέον οὐδὲ αὐτῷ τῷ ζωοποιῷ σταυρῷ. οὕτως οὐδὲ τῇ Χριστοῦ εἰκόνι λατρευτέον, ἀλλὰ προσκυνητέον, πασῶν τῶν προσκυνήσεων διὰ μέσου τῶν κατ' αὐτὰς πρωτοτύπων ἐπὶ τὴν μίαν καὶ μόνην λατρευτικὴν προσκύνησιν τῆς Ἁγίας Τριάδος ἀναφερομένων· αἱ γὰρ ἄλλαι οὐ λατρευτικαὶ ἅπασαι, ἀλλὰ τιμητικαί, κατὰ τὸ