15
γάμου· οὐ γὰρ εὕρηται ἐν τοῖς πατράσιν, εἰ δὲ καὶ εὕρηται, σπανιάκις, καὶ τοῦτο οὐ νόμος. Οὐ συνεστιαθῇς μετὰ γυναικὸς πλὴν τῆς κατὰ σάρκα μητρὸς καὶ ἀδελφῆς, οὐκ οἶδα εἰ μή τις βία καὶ ἀνάγκη καλοίη, καθὼς παρακελεύονται οἱ ἅγιοι πατέρες. Οὐ σχοίης τὸ πολυπρόοδον καὶ πολυγύρευτον ἄνευ ἀνάγκης ἐγκαταλιμπάνων τὸ οἰκεῖον ποίμνιον, ὅπου γε καὶ ἐγκαθημένου σου μόλις διασῴζοιντο τὰ πολυτροπώτατα καὶ πολυδιεξόδευτα λογικὰ πρόβατα. Παραφυλάξεις πάντως τὸ ποιεῖσθαι τρισσάκις τὴν κατήχησιν τῇ ἑβδομάδι καὶ καθ' ἑσπέραν, ἐπειδὴ πατροπαράδοτον τοῦτο καὶ σωτήριον. Οὐ δοίης ὅπερ λέγουσι μικρὸν σχῆμα, ἔπειτα μετὰ χρόνους ἕτερον ὡς μέγα· ἓν γὰρ τὸ σχῆμα ὥσπερ καὶ τὸ βάπτισμα, καθὼς οἱ ἅγιοι πατέρες ἐχρήσαντο. Οὐ παραβῇς τοὺς νόμους καὶ κανόνας τῶν πατέρων, πρό γε πάντων τοῦ ἁγίου πατρὸς ἡμῶν Βασιλείου, ἀλλὰ πᾶν ὅ τι ἂν ποιῇς ἢ λέγῃς ὡς μαρτυρίαν ἔχων ἐκ τῶν Γραφῶν πράξεις ἢ ὡς ἐκ πατρικῆς σου συνηθείας, ἄνευ παραβάσεως ἐντολῆς θεοῦ. Οὐ καταλείψεις τὸ ποίμνιόν σου καὶ εἰς ἕτερον μετάβοις ἢ πρὸς μείζονα ἀξίαν ἐπαναδράμοις ἄνευ πατρικῆς σου διαγνώσεως. Οὐ φιλιάσεις μετὰ κανονικῆς οὐδὲ παραβάλῃς ἐν γυναικείῳ σεμνείῳ οὐδὲ κατὰ μόνας ὁμιλήσεις μοναζούσῃ ἢ κοσμικῇ, εἰ μή που ἀνάγκη ἕλκοι, καὶ τότε δύο παρόντων ἐξ ἑκατέρου μέρους προσώπων· τὸ γὰρ ἕν, ὥς φησιν, εὐεπηρέαστον. Οὐκ ἀνοίξεις τὴν θύραν τῆς ποίμνης ἐπὶ εἰσόδῳ παντοίας γυναικὸς ἄνευ μεγάλης ἀνάγκης· εἰ δὲ δυνατὸς εἶ ἀσυμφανῶς δέχεσθαι, οὐδὲ τοῦτο ἀπόβλητον. Οὐ ποιήσεις σεαυτῷ καταγώγιον ἢ τοῖς πνευματικοῖς σου τέκνοις, οἶκον κοσμικόν, ἐν ᾧ εἰσι γυναῖκες, ἐπὶ συχνῷ παραβάλλων, ἀλλ' ἐκλέξῃ εἰς ἀνδρῶν εὐλαβῶν τὰς παροδικὰς καὶ ἀναγκαίας χρείας ποιεῖσθαι. Οὐ κτήσῃ μαθητὴν εἰς τὸ κελλίον σου μειράκιον προσπαθῶς, ἀλλ' ἐκ προσώπου ἀνυπόπτου καὶ ἐκ διαφόρων ἀδελφῶν τὴν ὑπουργίαν σου ποιήσεις. Οὐ κτήσῃ ἱματισμὸν ἐξηλλαγμένον καὶ πολύτιμον ἄνευ τοῦ ἱερατικοῦ, ἀλλὰ τοῖς ταπεινοῖς πατρομιμήτως καὶ ἐνδύσῃ καὶ ὑποδήσῃ. Οὐκ ἔσῃ ἁβροδίαιτος οὔτε ἐν τῇ οἰκείᾳ σου δαπάνῃ οὔτε ἐν ταῖς ὑποδοχαῖς τῶν ξένων· τοῦτο γὰρ τῆς μερίδος τῶν ἀπολαυστικῶν τοῦ παρόντος βίου. Οὐ θησαυρίσεις χρυσίον ἐν τῇ μονῇ σου, ἀλλὰ τὸ κατὰ περίσσειαν ἐπὶ παντὸς εἴδους μεταδοίης τοῖς πενομένοις ἐν ἀνοίξει τῆς αὐλῆς σου καθὼς καὶ οἱ ἅγιοι πατέρες. οὐ κρατήσεις τόπον ἠσφαλισμένον καὶ τὴν οἰκονομικὴν φροντίδα, ἀλλ' ἔστω σοι πᾶσα ἡ φροντὶς ἀνήκουσα περὶ τῶν ψυχῶν· τὸ δὲ χρυσίον καὶ τὰ κατὰ χρείαν ἐγχειρίσεις τῷ οἰκονόμῳ, τῷ κελλαρίτῃ καὶ ὡς ἐπιβάλλει ἐν ἑκάστῃ διακονίᾳ, σοῦ προδήλως πάντων τὴν ἐξουσίαν ἔχοντος καὶ μεταφέροντος ὡς ἂν βούλῃ ἑκάστην διακονίαν ἐν τῷ τυχόντι προσώπῳ καὶ ἀπολαμβάνοντος τὸν λόγον ἑκάστης διοικήσεως καθὸ ἐντέλλῃ. οὐ ποιήσεις τι ἢ πράξεις κατ' οἰκείαν γνώμην ἐν παντὶ πράγματι οὔτε ἐν προόδῳ οὔτε ἐν πράσει καὶ ἀγορασίᾳ οὔτε ἐν δοχῇ ἢ ἐν ἀποκρίσει ἀδελφοῦ οὔτε ἐν ὑπαλλαγῇ διακονίας οὔτε ἐν ἄλλῳ τινὶ τῶν σωματικῶν, ἀλλ' οὖν οὐδὲ ἐν τοῖς ψυχικοῖς σφάλμασιν, ἄνευ βουλῆς προεχόντων ἐν γνώσει καὶ εὐλαβείᾳ, ἑνὸς ἢ δύο ἢ καὶ τριῶν ἢ καὶ πλειόνων κατὰ τὴν ὑποκειμένην ὑπόθεσιν, ὥσπερ ἐντέταλται πατρικῶς. ταῦτα πάντα καὶ ὅσα ἕτερα παρέλαβες φυλάξοις καὶ φρουρήσοις, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ κατευοδούμενος ἐν Κυρίῳ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· τὸ γὰρ ἐναντίον ἀπείη καὶ λέγειν καὶ ἐννοεῖν.
11 {1Ἀναστασίῳ ἐπισκόπῳ Κνωσίασ}1
Τί σοι γένονεν, ὦ ἱερώτατε πάτερ, καὶ τί τοσοῦτον μετὰ μίαν καὶ δευτέραν
παραίτησιν ἔτι παραβιάζῃ, ὥστε παρ' ἐμοῦ τοῦ ἀμαθοῦς καὶ περιπαθοῦς λόγον εἰληφέναι ὠφελείας; ἔγωγε μᾶλλον ἔχω χρείαν ὑπὸ σοῦ φωτισθῆναι, ὁ καὶ τῇ τάξει