313
θεοῦ, εἰ μὴ προκαταλάβοις διορθώσασθαι. Τίς δὲ ἡ διόρθωσις; εἰ μὲν οἷόν τε, σοῦ αὐτοῦ παρόντος, εἰ δὲ μή, δι' ἀποστόλου σου ἀπολογία γραμματικὴ περὶ ὧν πρότερον ἐνεκλήθης, ἀθωῶν ἑαυτὸν διὰ τῆς ἀπολογίας καὶ ὑποδεικνύων ὀρθὴν τὴν πίστιν καὶ τὴν ἐφ' ἅπασιν ὀρθοτομίαν τοῦ λόγου τῆς ἀληθείας. καὶ οὕτως γινομένης ὁμονοίας ἐν Κυρίῳ, οὐ λέγω μετὰ τοῦδε καὶ τοῦδε, ἀλλὰ μετ' ἐμοῦ μόνου τοῦ ταπεινοῦ, ἤρθη τὸ σκάνδαλον ἐκ μέσου καὶ συνήφθη τὰ διεστῶτα· καὶ ὁ Κύριος ἐν μέσῳ ἡμῶν καὶ οὐ βλασφημούμενον τὸ ὄνομα αὐτοῦ δι' ἡμᾶς, οὐ λέγω ἐν τοῖς ἔθνεσιν, ἀλλ' ἐν τοῖς χριστιανοῖς. κἄν τινες διαφέρωνται, μετὰ τὴν εἰς ἀλλήλους συμφωνίαν διδαχθήσονται καὶ συναφθήσονται δι' ἡμῶν αὐτῶν τῶν ταπεινῶν, ὑπερασπιζομένων σου ὡς ἐμαυτῶν. καὶ ἵλεως ἔσται θεὸς καὶ ὁ βίος σου οὕτω μακάριος καὶ τὸ τέλος σου αἰνετὸν καὶ τὰ ἐγκαταλείμματά σου ἐν δικαιοσύνῃ. Ἰδοὺ δευτέρα ἡ ἐπιστολή μου αὕτη ἡ εὐτελής. καὶ εἰ μὲν δράσεις τὰ δέοντα, δηλῶν καὶ ἀπολογούμενος περὶ πάντων ὧν ἐγκαλῇ, ἐκερδήθης ὁ ἀδελφὸς ἡμῶν, κυριολέκτως εἰπεῖν, καὶ χαίρομεν ἐπὶ σοὶ μέγα οἱ ταπεινοί· εἰ δέ, ὅπερ ἀπείη, ἐμμείνῃς ἐν τῇ αὐτῇ σιωπῇ καὶ ἀπειθείᾳ, βαστάσοις τὸ κρίμα αἰώνιον, ἄπρακτα ἀσκῶν, μᾶλλον δὲ ὀλεθρίως σχίζων τὸν λαὸν τοῦ θεοῦ διὰ τῆς οἰκείας ἰδιοπραγίας. ἡμεῖς δὲ προσέξομεν τῷ ἀποστόλῳ λέγοντι, αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος. 486 {1Ἀρχιμανδρίτῃ Γοτθίασ}1 Χάριν ὁμολογοῦμεν τῷ ἁγίῳ θεῷ, ὅτι ἠξιώθημεν δέξασθαι γράμματα ἀγαπητικὰ τῆς ὁσιότητος ὑμῶν, οὐ μὴν χρῄζομεν ἀπολογίας διὰ τὴν βραδυτῆτα· τίνες γὰρ ἡμεῖς οἱ εὐτελεῖς ἢ τίνος ἕνεκεν ὅλως τὸ τῇ ἡμετέρᾳ οὐθενότητι ἀναφέρειν ὑμᾶς περὶ τῶν συγκινούντων ὑμᾶς ἀναγκαίων; ὅμως ἐπειδὴ μετριόφρονες τυγχάνοντες οἴδατε καὶ τοῖς ἐλαχίστοις συμπεριφέρεσθαι, εἰκότως καὶ αὐτοὶ γεγράφατε καὶ ἡμεῖς ἐδιδάχθημεν, οὐ μόνον ὅσα ἡ ἐπιστολή, ἀλλὰ καὶ ὅσα οἱ ταύτην ἐπιφερόμενοι αἰδεσιμώτατοι ἀδελφοὶ καὶ πατέρες ἐδίδαξαν. καθ' ὧν ἁπάντων ὁ θεὸς ἡμῶν ὑπερασπιστὴς καὶ τῶν ἐπιφερομένων ἀλόγως αἰτιαμάτων διαλλάκτης. συνεισοίσομεν δὲ καὶ ἡμεῖς οἱ ταπεινοί, εἴ ποτε λόγος γίνοιτο, τὰ παρ' ἑαυτῶν ἐν τοῖς φθάζουσιν ἐνδιαβάλλειν, οὐ χάριν ὑμῖν καταβαλλόμενοι, ἀλλὰ τὸ κεχρεωστημένον τῇ ἀγάπῃ ἀποπληρώσοντες. οὗ χάριν ἠναγκάσθημεν ἐπιστεῖλαι καὶ τῷ θεοφιλεστάτῳ πατρὶ καὶ ἀρχιερεῖ κυρίῳ Φιλαρέτῳ, εἴ γε καὶ προσδεχθείη ἡ παράκλησις ἡμῶν τῶν ταπεινῶν, συνδέουσα τὰ πρὸς εἰρήνην, ἧς οὐδὲν λυσιτελέστερον καὶ ἐφ' ᾗ Χριστοῦ μαθηταὶ οἱ ἀπ' αὐτοῦ κεκλημένοι ὀφείλουσι χαρακτηρίζεσθαι. Ταῦτα ὡς ἐν κεφαλαίῳ περὶ τῶν κατεπειγόντων. ὑπὲρ δὲ τῶν ἄλλων τί καὶ ἐπεζητήθημεν ὅλως ἀποκριθῆναι, ἐχόντων ὑμῶν τῶν θεοδιδάκτων τὴν θεοχάρακτον βίβλον τοῦ Μεγάλου Βασιλείου, διδάσκουσαν τοῦ μοναδικοῦ εἴτουν κοινοβιακοῦ βίου τὰ σωτήρια καὶ ὀνησιφόρα, ἧς χωρὶς οὐκ ἔστιν οὔτε καθοδηγῆσαι θεοπρεπῶς οὔτε καθοδηγηθῆναι λυσιτελῶς καὶ ἄρχοντα καὶ ἀρχόμενον; ἐκεῖνος ἐρωτώμενος ἐπὶ πάσῃ ὑποθέσει καὶ ἀφορμῇ τῆς ἐν κοινοβίῳ ἱερᾶς ζωῆς διὰ Πνεύματος Ἁγίου ἀποκέκριται καὶ ὁ ἐκείνῳ στοιχῶν ἐστοίχησεν τῷ Ἁγίῳ Πνεύματι, ὁ δ' αὐτῷ ἀπειθῶν ἠπείθησεν τῷ ἐν αὐτῷ φθεγξαμένῳ Χριστῷ. τὰ γοῦν συμπίπτοντα ἐξ ἀπροσεξίας τοῖς ἀδελφοῖς σφάλματα οὐκ ἐξὸν ἐπὶ λαϊκῶν προσώπων κρίνεσθαι καὶ αὐτὸς ὁ ἱερὸς ἀπόστολος βοᾷ· τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων κρίνεσθαι ἐπὶ τῶν ἀδίκων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; καὶ μεθ' ἕτερα· οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφός, ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ, ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; ἴσον δὲ τῶν ἀπίστων ἐστὶν τὸ ἐπὶ τῶν λαϊκῶν τὰ τῶν μοναχῶν ἐξετάζεσθαι καὶ ἀνοίγειν θύραν οἷς οὐ θεμιτὸν παρακύπτειν εἰς τὰ ἡμέτερα· καὶ τοῦτο ἀπᾷδόν ἐστι παντάπασι καὶ ἀσύμφορον τῇ ἐκκλησίᾳ τοῦ θεοῦ. Περὶ ἀποταγῆς καὶ ἀποκάρσεως, ἐπειδὴ καὶ