175
ὅτι καὶ τὴν φύσιν μου ἐξεβιασάμην, εἴπω, καὶ τὸ τῆς ὑποταγῆς δίκαιον ἐλυμηνάμην, τὰ τῆς ἀναπαύσεώς σου διώκων. καθομολογῶ καὶ τὰ σά, οὐ γὰρ εἰμὶ ἀγνώμων, υἱέ μου, ὅτι δι' ἐμὲ Χριστοῦ ἀκολουθήσει καὶ ὠνειδίσθης καὶ ἐρραπίσθης καὶ ἐφρουρήθης καὶ τὴν ψυχὴν μέχρις αἵματος προήσω· οἶδας τὰς βασιλικὰς ἀποκρίσεις, οἶδας τὰ ἐν τῷ παλατίῳ εἱρκτάς, τὰς ἐν τῷ Ἁγίῳ Μάμαντι ἀπαγωγάς· οἶδας τὴν φυλακιστικὴν ἀμφοτέρων ζωήν, τὴν εἰς ἀλλήλους συμφυΐαν, ἣν ἐθαύμασαν καὶ βασιλεῖς καὶ ἱερεῖς καὶ πᾶς τις ἄλλος. εἶτα, τί τὸ διαρρῆξαν; ὅτι τῶν διωξάντων καταποθέντων καὶ τοῦ σκανδάλου ἐκποδὼν ἀρθέντος σύμβασιν ἐποιησάμεθα μετὰ τοῦ ἀρχιερέως. ὢ τῆς ἐπηρείας· καὶ τί ἐβούλου; ἵνα, φησίν, ἐγένετο σύνοδος καὶ καθῃρέθη τὸ αἴτιον. καὶ τίς ὁ συνεδρεύων ἢ καθαιρῶν; οὐχ ὁρᾷς ἀνένδεκτα λέγων; ἀλλ' ὅτι οὐκ ὤφειλεν συνελθεῖν τῷ βασιλεῖ ὁ ἱεραρχῶν. ὁμολογουμένως, ὡς οὐδὲ ὁ πρὸ αὐτοῦ, ἐφ' ᾧ καὶ ὁ μείζων κίνδυνος, ἐξ οὗ καὶ συναπέρχεται δῆθεν οἰκονομίας ὁ δεύτερος. Ἔα ταῦτα, τέκνον. γέγονεν ὡς γέγονεν, καὶ κριτὴς θεὸς τῶν τοιούτων. τοίνυν περιφανεστέραν καὶ ὁσιωτέραν πιστεύω τῷ θεῷ μου ὑπάρξαι τὴν ἕνωσιν τῆς ἐνστάσεως τῷ εὖ φρονοῦντι καὶ εἰδότι μέτρον καὶ ἀξιώματος καὶ ἐνστάσεως. καί γε ἔδειξεν ὁ χρόνος, ὁμολογίας στέφανον ἀναδησαμένου τοῦ ἀρχιεράρχου σὺν πολλοῖς ἄλλοις, κἀμοῦ τοῦ ταπεινοῦ συμπαρομαρτοῦντος τῷ ἀρχιεραρχοῦντι· ὃν καὶ ἐδεξάμην καὶ δέδεγμαι, ἐπὶ τὸν βασιλεύσαντα ἀνενεγκόντα τὸ αἴτιον. καὶ μὴ οἴου με, ἀδελφέ, φιλαρχοῦντα ταῦτα λέγειν, ὡς ἂν ἐναβρύνεσθαι ἢ νικᾶν ἐν τῇ ὑποταγῇ σου· μηδαμῶς. εἰ οἷόν τε γενέσθαι εὐάρεστον θεῷ, δέχομαι οὐ μόνον εἰπεῖν σοι τὸ "4ἥμαρτον"5 ἀλλὰ καὶ ὑποταγῆναί σοι. καὶ δέομαί σου, τέκνον μου ἀγαπητόν, μὴ σκληρυνθῇς, ὁ θεός σε παρακαλεῖ δι' ἐμοῦ· ἴδε ὅτι τὸ κρίμα καὶ τῶν ὄντων μετὰ σοῦ τέκνων μου ἔχεις. Παρακαλῶ σε μὴ ἀποτύχω μου τῆς ἐλπίδος ἐπ' ἀμφοτέροις, λέγω δὴ καὶ τοῦ ἀδελφοῦ μου Βασιλείου τοῦ ἠγαπημένου, ᾧ γράψαι ἰδίᾳ περισσότερόν τι οὐκ εἶχον. εἰ δέ, ὅπερ μὴ γένοιτο, ἀπειθήσητε, ἐγὼ μὲν ὁ ταπεινὸς ἀθωῶ ἐμαυτὸν τοῦ αἵματος ὑμῶν, ὑμεῖς δὲ ὄψεσθε, ὃ καὶ ἴστε, τί τὸ τῆς ἀπειθείας κρίμα καὶ δέσμημα παρὰ θεῷ. 270 {1Πρωτοσπαθαρέᾳ}1 Ἐγώ, φειδόμενος καὶ εὐλαβηθεὶς μή τι διὰ τοῦ γράφειν με γενηθῶ σοι εἰς κόπον, κυρία μου, οὐκ ἐπέστειλα τὸ πρότερον· αὐτὴ δέ, οὐκ οἶδα πῶς ἰδοῦσα τὸν γραμματηφόρον, ἐπλήρωσας τὴν δεξιὰν αὐτοῦ ἀργυρίου, ἀποστείλασα εἰς ἀνάπαυσιν τῆς ταπεινώσεώς μου. καὶ ἱνατί ἐκαινοτόμησας τὴν εὐλογημένην σου οἰκίαν; καὶ ἱνατί πρὸς πλησμονήν σου ἐγενόμην; πλὴν ὁ πάντα ζυγοστατῶν καὶ σταθμίζων ἀποδῴη σοι ἀντίμισθον καὶ ἀντίξενον τὴν βασιλείαν αὐτοῦ, ὑπακούων σου τῆς πεποιθήσεως καὶ τῆς προκειμένης εὐχῆς, καταρραΐζων πᾶσάν σου θλῖψιν καὶ ἀδολεσχίαν, γαληνιαίαν τε καὶ εἰρηναίαν παρέχων σοι διαβίωσιν. μνημόνευε καὶ ἡμῶν ἐν τῇ ὀρθοδόξῳ καὶ καθαρᾷ σου λατρείᾳ· μανθάνω γὰρ ὅτι ἀντέχῃ εὐσεβείας, καί γε κρατυνθείης ἔτι. 271 {1Πασχαλίῳ πάπᾳ Ῥώμησ}1 Τῷ τὰ πάντα παναγεστάτῳ, φωστῆρι μεγάλῳ, ἀρχιερεῖ πρωτίστῳ, κυρίῳ ἡμῶν δεσπότῃ ἀποστολικῷ πάπᾳ, Ἰωάννης, Θεοδόσιος, Ἀθα νάσιος, Ἰωάννης, Θεόδωρος, ἐλάχιστοι πρεσβύτεροι καὶ ἡγούμενοι τῶν Καθαρᾶ, τῶν Πικριδίου, τοῦ Παυλοπετρίου, τῆς Εὐκαιρίας, τῶν Στουδίου. Ἤδη που πάντως ἤκουσται τῇ κορυφαίᾳ ὑμῶν μακαριότητι τὰ κατὰ τὰς ἁμαρτίας ἡμῶν τῇ καθ' ἡμᾶς ἐκκλησίᾳ ἐπελθόντα (καὶ γὰρ γεγενήμεθα εἰς παραβολὴν καὶ διήγημα ἐν πᾶσι τοῖς ἔθνεσι, γραφικῶς εἰπεῖν), οὐ μὴν ἴσως ἡ ἀπαγγελία ἐντελῶς τε καὶ ἐπιστολικῶς. διόπερ ἡμεῖς οἱ ἐλάχιστοι, εἰ καὶ μέλος που τοῦ σώματος Χριστοῦ ἔσχατον τυγχάνοντες, ὅμως τῆς κεφαλῆς ἡμῶν εἰργομένης τῶν τε ἐν τῇ ἀδελφότητι προεχόντων ὧδέ τε κἀκεῖσε διεσπαρμένων ἠδυνήθημέν πως ἐκ τοῦ σύνεγγυς εἶναι καὶ διὰ τῆς εἰς ἀλλήλους καταμηνύσεως εἰς ἓν γενέσθαι καὶ πνεῦμα καὶ ῥῆμα, γράφοντες, εἰ καὶ τολμηρῶς, τάδε. Ἄκουε, ἀποστολικὴ κάρα, θεοπρόβλητε ποιμὴν τῶν Χριστοῦ