32
ἔτυχεν δεῖ τὰ ὦτα ἀνοίγειν παντὶ τῷ βουλομένῳ κατά τινός τι λέγειν, οὐδ' οὐ μὴν ἀποφαίνειν ἀκρίτως εἰς τὸ διαβληθὲν πρόσωπον· μὴ γὰρ ὁ νόμος ὑμῶν, φησί, κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ. ὥστε ἀκουσάσης τῆς μακαριότητός σου τοῦτο τὸ δύσφορον καὶ ἐλεεινὸν περὶ τῆς εὐτελείας ἡμῶν (τί γὰρ μεῖζον κακὸν τοῦ τῆς ἐκκλησίας χωρισμοῦ καὶ τοῦ τὸν ἀρχιποίμενα τὸ πρόβατον ἀπολέσαι εἴτουν τὸν συμποιμένα; ἔστι γάρ, εἰ καὶ ἀναξίως, καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς χρῖσμα καὶ ὄνομα παρὰ θεοῦ ποιμένος, τολμῶ λέγειν), ἐνεγκεῖν, ἀνακρῖναι, νουθετῆσαι, πῆ μὲν ἰδίᾳ, πῆ δὲ δημοσίᾳ κατὰ τὴν ὑπὸ τοῦ Κυρίου ὑπαγορευομένην μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου ἢ μετὰ δύο διδασκαλίαν καὶ εἶθ' οὕτως τῇ ἐπιμονῇ, ὡς αὐτός φησιν, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. ἡμεῖς δὲ μέχρι τοῦ δεῦρο οὔτε δι' ἀποστόλου οὔτε αὐτοψεί τι τοιοῦτον πρὸς τῆς ἁγίας σου ψυχῆς ἀλλ' οὔτε ἀκηκόαμεν οὔτε νενουθετήμεθα· καὶ οὕτως τὸ ἐνεγκεῖν ἀπόφασιν σκοπησάτω ἡ τελειότης σου, εἰ οὐκ ἀξίως λυπηρὸν γεγένηται τοῖς τέκνοις σου. Ἴημεν δὲ ἐπ' αὐτῆς τῆς ἀπολογίας, θεῷ τε τῷ παντεφόρῳ καὶ τῇ ἀρχιερωσύνῃ σου ποιούμενοι τὸν λόγον. οὐκ ἐσμὲν ἀποσχίσται, ὦ ἁγία κεφαλή, τῆς τοῦ θεοῦ ἐκκλησίας, μήποτε τοῦτο πάθοιμεν. ἀλλ' εἰ καὶ ἄλλως ἐν πολλοῖς ἁμαρτήμασιν ὑπάρχομεν, πλὴν ὀρθόδοξοι καὶ τῆς καθολικῆς ἐκκλησίας τρόφιμοι, πᾶσαν αἵρεσιν ἀποβαλλόμενοι καὶ πᾶσαν καθολικὴν καὶ τοπικὴν σύνοδον ἐγκεκριμένην ἀποδεχόμενοι, οὐ μὴν ἀλλὰ καὶ τὰς παρ' αὐτῶν ἐκφωνηθείσας κανονικὰς διατυπώσεις· μηδὲ γὰρ τέλειον εἶναι ὀρθόδοξον, ἀλλ' ἐξ ἡμισείας, τὸν τὴν πίστιν ὀρθὴν οἰόμενον ἔχειν τοῖς δὲ θείοις κανόσι μὴ ἀπευθυνόμενον. καὶ τὴν μακαριότητά σου, ἡνίκα προεβλήθη, ἀπεδεξάμεθα, καθὰ εἰς ὑπήκοον αὐτῆς ἀπελογησάμεθα. καὶ ἔκτοτε καὶ μέχρι τοῦ δεῦρο ἐν τῇ μυσταγωγίᾳ ὡς καθήκει ἀναφέρομεν καί, ὡς μάρτυς θεός, εἰ κατ' αὐτὴν τὴν ἡμέραν ἐζήτησεν κοινωνῆσαι ἡμᾶς, συνεκοινωνοῦμεν ἂν αὐτῇ μηδὲν διακρινόμενοι, ἐπεὶ καὶ ποθητὴ ἡμῖν ἐξ ἀρχῆς. Οὗ χάριν δὲ τὸ θρυλλούμενον; διὰ τὸν οἰκονόμον, ὃν καθῆρεν αὐτὴ ἡ ἀλήθεια, πολλοῖς κανόσιν ὑποπεσόντα· ἐπειδὴ καὶ πρὸ τῆς ἐμφανοῦς μοιχείας, μοιχεύοντι τῷ προβεβασιλευκότι ἐν διαφόροις προσώποις, οὐ μόνον ἦν λειτουργῶν καὶ μεταδιδοὺς καὶ συνεστιώμενος, ἀλλὰ καὶ τὴν μερίδα μετ' αὐτοῦ τιθέμενος, ἐξ οὗ καὶ πρὸς τὴν ἀναφανδὸν ἀσέλγειαν πρόθυμος γέγονεν, καταφρονήσας θεοῦ καὶ τῶν θείων κριμάτων. καὶ ἵνα ἐκδηλότερον εἴη τὸ λεγόμενον, οὐ πρὸς διδαχήν, ἄπαγε, ἀλλ' ἢ μόνον πρὸς ὑπόμνησιν, αὐτήν, εἰ κελεύει, τὴν κατὰ τὴν στεφανικὴν συνάφειαν ἱερὰν μυσταγωγίαν ἀναλήψεται καὶ κατίδοι πόσον ἐστὶν ἐνταῦθα ὑπολαβεῖν τὸν παροξυσμὸν τοῦ Ἁγίου Πνεύματος ἐν ταῖς τοιαύταις ἐναντιολογίαις· πάντως γὰρ ὅσα ὁ ἱερεὺς ὑποφαίνει, ταῦτα καὶ θεὸς κυροῦν ἐπαγγέλλεται κατὰ τὸν μέγαν ∆ιονύσιον. Ἀλλὰ διὰ τοῦτο δεόμεθά σου τῆς τελειότητος τὸν ὑπὸ τῶν κανόνων καθῃρημένον καὶ ὑπὸ τοῦ προηγησαμένου τὴν ἁγιωσύνην σου εἰρχθέντα ἐν ὅλοις ἐννέα ἔτεσιν παῦσαι τῆς ἱερουργίας, παραλόγως εἰσελθόντα. ἄρτι γὰρ τὸ ταπεινὸν ἡμῶν στόμα ἠνοίξαμεν, ἡνίκα ἐνεκλήθημεν· ὁπηνίκα γὰρ ἐγεγόνει ἡ συνέλευσις ἐκείνη ἡ μικρὰ καὶ οὐκ οἶδ' ὁποία εἰπεῖν ἐκ τῆς φυλακῆς ἤμην καταυτὰ ἐξεληλυθώς. καὶ ἐπεὶ ἑώρων τούτους συνηθροισμένους, τοὺς καὶ πρότερον τὴν μοιχείαν καταδεξαμένους καὶ τὸν μοιχοζεύκτην ἀσπασαμένους, ἐμνήσθην τοῦ προφητικοῦ ἐκείνου, ὅτι ὁ συνιῶν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρός ἐστιν. ἀλλ' ἐπεὶ ὁ αὐτὸς λέγει· ἐσιώπησα· μὴ καὶ ἀεὶ σιωπήσομαι; διὰ τοῦτο ἐν καιρῷ εὐθέτῳ συκοφαντηθεὶς ἀνένεγκα τὰ παριστάμενα· ἐπεὶ τὸ ὅσον ἐν ἐμοὶ παντὶ τρόπῳ ἐφυλαξάμην ἐν τοῖς δυσὶν ἔτεσι τούτοις μὴ εἰς προῦπτον ἐκβεῖν τὴν ὑπόθεσιν, ἐκεῖνο ἐν ἐμαυτῷ λέγων, ὅτι, ἐπεὶ οὐκ εἰμὶ ἐπισκόπου ἔχων ἀξίωμα δυνάμενος ἐλέγχειν, ἀρκετόν μοι ἡ οἰκεία φυλακὴ καὶ τοῦ μὴ μετασχεῖν με τῆς τε ἐκείνου κοινωνίας καὶ τῶν ἐκείνῳ ἐν γνώσει