126
τῶν Ναζιραίων οἱ ἑαλωκότες κλάουσιν ἢ ὡς μηδὲν πεπονθότες νήχονται τοῖς τῆς αἱρέσεως κύμασι; καί γε ὁ ἡμέτερος Μαξιμινίτης; δίδαξον, φρουρῶν τὴν παρακαταθήκην τῆς πίστεως ἄσυλον, εἰ μή τι ἄλλο, ταύτην εἰλικρινῆ τῷ θεῷ παριστῶντες. 163 {1Γρηγορίῳ κληρικῷ}1 Χαῖρε, στρατιῶτα Χριστοῦ, γέγονας ἐξόριστος δι' αὐτόν· ἐπειδὴ γὰρ ὥσπερ τις χρυσὸς ἐχωνεύθης οἱονεὶ καὶ ἐπυρώθης ταῖς μάστιξι, ταῖς φυλακαῖς, τοῖς προπηλακισμοῖς, τοῖς ἐμπτυσμοῖς, οἷστισιν ἄλλοις ἑπομένοις τοῖς προηγουμένοις (οὐδὲ γὰρ ἀπαριθμεῖν πάντα δυνατόν), εἴληφας καὶ τὸ τῆς ὑπερορίας κλέος ὥσπερ τι διάδημα. ἔχει σε ἡ νῆσος προῖκα ὀρθοδοξίας, αὐχεῖ σε ἡ ἐνεγκαμένη, περιθρυλλοῦσά σου τὸ κράτος τῆς ἀνδρείας. ὢ τοῦ θαύματος· μόνος ἐκ τοῦ κλήρου τῆς βασιλίδος, θεῖον σὺ ἀνάθημα. ποῦ δὴ τὸ πρεσβυτέριον; ποῦ δὲ τὰ ὑφειμένα τάγματα; ὢ τῆς ἀπωλείας· πάντες τοῦ καιροῦ, πάντες τῶν τῇδε, πάντες τῆς σαρκός, πάντες τῶν φόβων, ἀλλ' οὐχ ὁ ἱερὸς καὶ ἱερουργὸς τοῦ Χριστοῦ Γρηγόριος· καλῶ γάρ σου καὶ τὸ ὄνομα, ὥσπερ τι θεῖον ἄκουσμα ὑπομνηματίσαι. τοῖς μεγάλοις Γρηγορίοις σὺ συναρίθμιος, φερωνύμως γρηγορήσας τὰ θεῖα καὶ ὑπὲρ θεοῦ ἀνατλὰς πόνους καὶ ἱδρῶτας, προσθείην δ' ἂν καὶ αἱματεκχυσίας. χαίρετε, ἀπόστολοι Κυρίου, ὁ θεῖος ναὸς καὶ περιβόητος· ἀφ' ὑμῶν γὰρ ὁ κῆρυξ τῆς ἀληθείας, ὑμεῖς τὸν γενναῖον ἄνδρα καὶ ἱερουργὸν ὑμῶν οἱ καρποφορήσαντες. χαίρετε, μάρτυρες Χριστοῦ, οἷς ἡ εὔλαλος γλῶσσα πολλαχῶς παννυχίως ἐμελῴδησεν, οὗ ἡ ἀρετὴ διαπρύσιος καὶ ἡ γνῶσις περίδοξος καὶ ἡ εὐμέλεια ἀξιέραστος. ∆εῦρό μοι, μύστα, μύησον καὐτόθι τὰ μυήσεως ἄξια, δίδαξον τοὺς ἀμαθεῖς, φώτισον τοὺς ἐνσκοτισμένους, δι' οὓς ηὐδόκησεν τὴν ἐξόρισιν θεός. ἔχεις τοὺς τὸ ἀσθενές σου σαρκίον ὑπερείδοντας ἢ πάντων ἀφῃρέθης διὰ Χριστόν; πλὴν Χριστός σοι ἑστία, Χριστὸς ἐπαρωγός, Χριστὸς στεφανοδότης· ᾧ μὴ ἐλλείπῃς προσεύχεσθαι κἀμὲ σῶον καὶ ἀπήμονα διαφυλαχθῆναι τοῦ ὠρυομένου ἀεὶ δράκοντος. 164 {1Ἀνατολίῳ τέκνῳ}1 Χαίρω, ὁσάκις δέξωμαι ὑμῶν γράμμα, τέκνα μου ἀγαπητὰ καὶ ἐπιπόθητα· ἀκούω γὰρ ὑμῶν τῆς φωνῆς καὶ ἥδομαι, βλέπω κατὰ νοῦν ὑμῶν τὸν χαρακτῆρα καὶ γάννυμαι. πότε γὰρ καὶ ἐπιλαθέσθαι ὑμῶν δυνηθείην, τῶν ἐμῶν σπλάγχνων, τῶν ἐμῶν μελῶν; περισσοτέρως δὲ χαίρω ἀκούων καὶ μανθάνων ὅτι μένετε ὁμοῦ ἀδιάσπαστοι καθὼς καὶ συνήφθητε ἐν Κυρίῳ κατὰ προσώπου μου. τοῦτο δὲ τῆς σῆς ἐπιχάριτος πρῶτον, ἠγαπημένον μου τέκνον Ἀνατόλιε, ὁ τῶν ὀφθαλμῶν μου φωτισμὸς ἐν πνεύματι, ἔπειτα καὶ σοῦ, τέκνον μου καλὸν Σαββάτιε, τοῦ ὑπὸ τοῦ ἀδελφοῦ σου διὰ Κύριον φιλοῦντος πρωτεύεσθαι, ὅπερ ἐστὶν ἀποστολικόν· καὶ γὰρ ἀνὰ δύο ἀποστέλλων ὁ Κύριος τοὺς μαθητὰς εἰς τὸ κήρυγμα τοῖν δυοῖν τὸν ἕνα ὑπέταξεν. ἐπεὶ καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, ὥς φησιν ὁ ἀπόστολος. καὶ οὗτος ἄριστος νόμος, καὶ αὕτη ἀρίστη ζωή. Στέργετε οὖν οὕτως, ἀγαπητοί, ἕλκοντες ἡμέραν ἐξ ἡμέρας μεθ' ὑπομονῆς καὶ μακροθυμίας (ἐν ταύτῃ γὰρ ἐκομίσαντο τὰς ἐπαγγελίας οἱ ἅγιοι· ὁ γὰρ ὑπομείνας εἰς τέλος, φησίν, οὗτος σωθήσεται), ἐπιτηροῦντες μή τι παρ' ἐντολὴν τὸ γινόμενον, μή τι κατὰ παρρησίαν ὀλέθριον, μή τι κατὰ ψυχικὸν νυσταγμόν· ἴστε γάρ, ἀδελφοί μου, ὅτι ἀκήρυκτος ὁ ἐν ἡμῖν πόλεμος τοῦ ἐχθροῦ, παντοίαις μηχαναῖς πάντοτε γλιχομένου ἡμᾶς πτῶσαι, ὀλέσαι, καταπιεῖν. ἀλλ' οὐ δοίη αὐτῷ Κύριος δύναμιν καθ' ἡμῶν, ἐάνπερ γρηγορῶμεν, ἐάνπερ νήφωμεν, ἐάνπερ ὁ ἁγνὸς αὐτοῦ φόβος καθηλοῖ τὰς σάρκας ἡμῶν καὶ κατασπᾷ ἔσθ' ὅτε ἐρεθιζομένας καὶ κινουμένας· πολέμου γὰρ ταῦτα. ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, φησὶν ὁ ἀπόστολος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ἵνα μὴ ἃ ἂν θέλωμεν, ταῦτα ποιῶμεν, ἀλλ' ἅπερ τὸ πνεῦμα. εἴη Χριστὸς βοηθὸς ἡμῶν, ἐν ᾧ νικᾶν τὸν σατανᾶν προστετάγμεθα κατά τε τὸν τῆς πράξεως λόγον καὶ τὸν τῆς πίστεως, ἐν ᾗ μάλιστα καὶ ὁ ἀγὼν τανῦν ἀκμάζων. βλέπετε, τεκνία, μὴ δειλανθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα· μαρτυρίου καιρός, πάντα ὑποίσωμεν, παρακαλῶ, ὑπὲρ Χριστοῦ, ἵνα στεφανωθῶμεν. Προσεύχεσθε περὶ