99
ἀμείψεται τοῖς παρ' ἑαυτοῦ χαρίσμασι καὶ ἐξελεῖταί σε τῆς μυσαρᾶς κοινωνίας τῶν εἰκονομάχων καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον. 99 {1Ὑπάτῳ}1 Ἐδεξάμην σου, ἀδελφέ, τὸ πιττάκιον καί, ἐπειδὴ ἐκβεβίακάς μου τὴν ταπείνωσιν, ἐν τῷ ἐλέει τοῦ θεοῦ τοῦ παρορῶντος πᾶν ἁμάρτημα συγχωρηθείη σοι τὸ ἐπιτίμιον. κοινώνησον οὖν ἀπὸ τοῦ δεῦρο τῶν ἁγιασμάτων, ἀσφαλιζόμενος ἑαυτὸν μηκέτι ἐμπεπτωκέναι ἐν τοῖς αὐτοῖς παραπτώμασιν, ἵνα μὴ ἀνίλεως ἡμῖν γένηται ἡ κρίσις εἰς αἰῶνας, μηδὲ μετὰ ἰατρείαν καὶ ταχεῖαν ἄφεσιν σωφρονήσασιν. Ὁ θεὸς συγχωρήσει σοι, ἀδελφέ, τὰ ἁμαρτήματα. εὔχου περὶ ἡμῶν τῶν ἁμαρτωλῶν. 100 {1Ἀνεπίγραφοσ}1 Οὐκ ἔδει τὸν τῆς εὐσεβείας θησαυρὸν εἰς προῦπτον κεῖσθαι· ἐλυμαίνετο γὰρ ἂν ἐκ τῶν τῆς ἀσεβείας λωποδυτῶν καὶ μὴ βουλόμενος. εἰκότως οὖν λοιπὸν ὑπὸ θεοῦ περιώρισται εἰς εὐπορίαν ὀρθοδοξίας τῇ τοῦ θεοῦ ἐκκλησίᾳ. τοιοῦτόν σοι τὸ κλέος, ὦ μοι πατέρων ἄριστε καὶ ὀρθοφρόνων κράτιστε καὶ ἐπιπόθητε. λυπηρὰ τὰ ἐπαχθέντα (πῶς γὰρ οὔ;), οἴκου ἀφαίρεσις, φίλων στέρησις, τέκνων διάζευξις, ἑτέρων ὅτι μάλιστα οὐκ ὀλίγων τῶν ἐμποιούντων τὰ ἀλγεινά, καθ' ἣν μάλιστα ἔσχες καὶ ὑπεροχὴν προσώπου. Ἀλλὰ θάρσει, ὦ πανσύνετε, ὅτι πρόβολος ἐγνωρίσθης εὐσεβείας, μέγας ἐν τῇ περιγείῳ ἀξίᾳ, μείζων ἐν τῷ οὐρανίῳ ἀξιώματι, περιβόητος ἐν τῇ κοσμικῇ χρησιμεύσει, περιβοητότερος ἐν τῇ μοναδικῇ θεωρίᾳ. ἔχω σε ἀεὶ κατ' ὀφθαλμοὺς ψυχῆς μου, περιπτύσσομαι ἀπὸ φιλημάτων μου καρδίας, προσεύχομαι ὡς ἁμαρτωλὸς ὑγιαίνειν σε τῷ σώματι περιέπεσθαί τε ἐν χειρὶ θεοῦ κατὰ πάντα. ὃ καὶ ὁ δεσπότης μου ὑπὲρ τέκνου σου ποιεῖν μὴ διαλείποις, προσαγορεύων, εἰ οἷόν τε, τὸν Καλόγηρον· εἰ δ' οὖν, κἂν τὸν κύριόν μου, τὸν τοῦ θεοῦ ἄνθρωπον, τὸν σπαθάριον λέγω. 101 {1Ἰσιδώρῳ Βυζαντίῳ}1 Μνημονεύεις μου ἀεί, ὦ φίλε καλέ, ἀλλὰ ἀντιμνημονεύσει σοι ὁ θεός μου. μικρὸν ἡγοῦμαι παρὰ τῶν μεγάλων ἐν δυνάμει λαβεῖν ἁδρὸν βαλάντιον ὡς παρὰ τῆς θεοφιλοῦς σου τιμιότητος τὸ πεμπόμενον, κἂν ἑνὸς ὀβολοῦ τυγχάνῃ· καίτοι γε μεγάλα καὶ ὑπὲρ ἐμὲ καὶ αὐτὰ τὰ πεμφθέντα. ἀνθ' ὧν δῴη σοι Κύριος πᾶσαν αὐτάρκειαν βίου, ἀμέτοχον τῆς τῶν χριστομάχων αἱρέσεως διαφυλάττων σε. Ἔρρωσο ἐν Κυρίῳ, τὰ πάντα μοι σεβάσμιε. 102 {1Γεωργίῳ ξενοδόχῳ}1 Καταγώγιόν σου μανθάνω εἶναι τῶν ἀδελφῶν ἡμῶν τὸ εὐλογημένον οἴκημα· καὶ μεγάλη ἡ χάρις πάντοτε μέν, ἄρτι δὲ μάλιστα, ὅτε ἀποκέκλεισται ἡμῖν σχεδὸν πᾶς οἶκος φίλων φόβῳ ἀνθρωπίνῳ. ἀλλ' ὁ τοῦ θεοῦ φόβος τὴν σὴν θύραν ἀνεῳγμένην ἡμῖν παρίστησιν, ἐφ' ἣν εἰσερχόμενοι ὡς ἁμαρτωλοὶ τὴν παρὰ Κυρίου εἰρήνην σοι προσφωνοῦμεν, εὐλογοῦντες καὶ εὐφημοῦντές σε ὡς οἰκίαν θεοῦ ὑπάρχοντα. εἴη τὸ μέρος σου μετὰ Ἀβραὰμ τοῦ ξενοδοχοῦντος ἀγγέλους, πληθυνθείη σοι πᾶν ἀγαθὸν νοούμενον καὶ ὁρώμενον, εὐφρανθείης καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι. ἀλλ' οὖν μετὰ ταύτης σου τῆς ἀρετῆς ἔστω φυλάττουσά σε καὶ ἡ ἀποχὴ τῆς κοινωνίας τῶν αἱρετιζόντων κατὰ Χριστοῦ, τῆς Θεοτόκου καὶ παντὸς ἁγίου. 103 {1Ναυκρατίῳ τέκνῳ}1 Ἐπειδὴ εὐδόκησεν ὁ ἀγαθὸς θεὸς ἰδεῖν ἡμᾶς τὸν ἀδελφὸν Ἀδριανόν, εὔκαιρον ἡγησάμεθα, τέκνον μου ἠγαπημένον, προσαγορεῦσαί σε καὶ διὰ σοῦ τοὺς λοιποὺς ἀδελφούς σου καὶ τέκνα ἡμῶν. πῶς δὲ τὰ καθ' ἡμᾶς; εὐχαῖς ὑμῶν ἀπεκατέστημεν· καὶ ἡ οἴκησις καλή, καὶ ἡ ἡσυχία τερπνή, καὶ ὁ θεὸς ἐγγύς, ἀλλὰ καὶ ὁ ἐχθρὸς ἡμῶν διάβολος, ὃς παντὶ πάρεστιν εἰς τὸ πειράζειν. δέομαι ὑμῶν, μὴ ἐπιλάθησθε μνημονεύειν μου ἐν ταῖς προσευχαῖς ὑμῶν ἵνα διασῴζωμαι μεθ' ὧν εἰμι ἀδελφῶν, οἳ καὶ προσαγορεύουσιν. ἀλλὰ γὰρ καὶ παρακαλῶ ἐμμένειν ὑμᾶς ἐν τῇ πίστει καὶ ἐλπίδι καὶ μηδαμῶς ἐκκακεῖν ἐν ταῖς παρούσαις θλίψεσιν· ἐγγὺς γὰρ Κύριος τοῖς ὑπομένουσιν αὐτόν. σύ τε, ὦ τέκνον μου, ὡς ψυχή μου καὶ δύναμις κιχρῶ σαυτὸν τοῖς ὁπουδηποτοῦν εὑρισκομένοις ἀδελφοῖς ἡμῶν ἐν ᾧ τ' ἂν ἰσχύῃς καὶ ἐφ' ὅτῳ ἡ χρεία καλοίη· διὰ τοῦτο γὰρ πάντως καὶ ᾠκονομήθη παρὰ θεῷ ἀναπόκλειστόν σε εἶναι.