158
φωνῆς τῶν ἀδελφῶν (οὐδὲ γὰρ κεκρίκαμεν εὖ ἔχειν συνοψισθῆναι αὐτῷ διὰ πολλὰ αἴτια), τοῦτο σχοῖεν καὶ οἱ λοιποί, ἀμετόχους εἶναι τῶν ἁγιασμάτων καὶ ἐν τοῖς ἄλλοις παρατηρήμασιν. ἐρωτᾷς, ἕως πότε; ἕως ἂν ἀναλάμψῃ ἡ τῆς ὀρθοδοξίας αἰθρία. εἰ, φησί, τύχοι θάνατος; κοινωνείτωσαν· πιστεύομεν συγκεχωρῆσθαι αὐτοῖς τὸ ἁμάρτημα. ἐπειδὴ δὲ γέγραφας τοῦτο κἀκεῖνο ἀντιλεκτεῖν ὑμᾶς πρὸς ἀλλήλους, διαλύεσθε τῶν προβλημάτων ὑμῶν καὶ εἰρηνεύετε ἐν ἑαυτοῖς. οὐχ ὡς οἱ ἐξ αἱρέσεως ἐπιστρέφοντες οὗτοι δεκτέοι (εἴπερ κἀκεῖ παρατήρησις διαφορᾶς οὐ τῆς τυχούσης τῆσδε πρὸς τήνδε), ἀλλ' ὡς ἀρνησάμενοι τὸ ὄνομα Κυρίου, ἤτοι ἐπὶ τῇ ἀρνήσει αὐτοῦ κεκοινωνηκότες τοῖς χριστομάχοις διὰ φόβον ἤ τινα ἄλλην περιπέτειαν· ἐπὶ γὰρ τῇ ἀρνήσει αὐτοῦ ἐκοινώνησαν προδήλως ἠρνημένοις τὴν ἁγίαν αὐτοῦ εἰκόνα. ἡ γὰρ τῆς εἰκόνος ἄρνησις ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, ὡς βοᾷ ὁ βοῶν, καὶ οὐκ ἔστιν ἀλλοίως, κἄν τινες σμικρύνειν τὴν ἄρνησιν βούλοιντο. εἰ οὖν μὴ ὀρθοδοξοῦντες τὸ πρότερον μηδὲ μυηθέντες τὴν ἀλήθειαν ἐκ θείας προνοίας αὐγασθέντες τὸ ἀληθὲς μετεπήδησαν εἰς ἡμᾶς, ἄλλως εἶχεν· κἀκείνους οὐχ ὡς ἔτυχεν προσδεκτέον, εἰ μὴ διὰ πλείστων ὀρθοδόξων συμφωνήσεως, ὡς δεδήλωκεν ὁ θεῖος Βασίλειος πρὸς τοὺς ἐν Μεσοποταμίᾳ ἐξ Αἰγύπτου περιωρισμένους, καθαπτόμενος αὐτῶν ἐν τῷ ἀφυλάκτως προσήκασθαι. ἢ ἀγνοεῖτε ὅ φησιν ὁ αὐτὸς πατὴρ ἐν ἑτέρᾳ ἐπιστολῇ; οὐκ οἶδα ἐπίσκοπον μηδὲ ἀριθμήσαιμι ἐν ἐπισκόποις τὸν ἐπὶ καταστροφῇ τῆς πίστεως ὑπὸ τῶν βεβήλων χειρῶν προαχθέντα εἰς προεδρίαν· οἷοί εἰσιν τανῦν, οὐ δι' ἄγνοιαν, ἀλλὰ διὰ φιλαρχίαν ἐπιπηδῶντες τοῖς θρόνοις, προέμενοι ἑκουσίως τὴν ἀλήθειαν καὶ ἀντιλαμβάνοντες τὴν τῆς ἀσεβείας προεδρίαν. εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα, φησὶν ὁ ἀπόστολος, ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; λέγω κἀγώ· εἰ καθ' ὑμᾶς μετὰ τὴν ἄρνησιν, ἤτοι κοινωνίαν τῶν χριστομάχων, εὐθὺς δεκτέοι καὶ ἀνεπιτίμητοι οἱ τοιοῦτοι, τί μάτην κινδυνεύω καθ' ἑκάστην ἡμέραν καὶ μὴ αὐτομολήσας πρὸς τοὺς ὑπεναντίους αὖθις διὰ μετανοίας ἀνεπιτιμήτως τοῖς ὀρθοδόξοις συνταχθείην; μὴ πλανᾶσθε, φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. ἐκνήψατε ἐν Κυρίῳ. τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος, ἵνα ἐκ παραλλήλου τῶν χριστομάχων τὰ ἡμέτερα τηρεῖται; ὡς ὅτι, φησίν, αὐτοὶ τοὺς ἐξ ὀρθοδοξίας πρὸς αὐτοὺς χωροῦντας χαρᾷ ἀνεπιτιμήτως προσίενται (οὐά), δέον οὖν καὶ στεφανοῦν ἡμᾶς τοὺς ἀρνητὰς τοῦ Χριστοῦ καὶ σολυμνιάζειν ὡς ἐκεῖνοί τινας ἐκείνων. ἀδελφοί, δέομαι ὑμῶν, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τελειοῦσθε διὰ τῆς ἀληθοῦς ἐπιγνώσεως. Περὶ τῶν ἔξω τῆς ἀδελφότητος ἡμῶν τίς εἰμι δοῦναι λόγον; εἰ δὲ καὶ ἀναγκάζοι τις, ἐπειδὴ ἡ ἀγάπη, πλήρωμα οὖσα νόμου, ἔχει καὶ τὴν πειθώ, τοῦτό φημι, ὃ καὶ ἐπὶ τῶν ἡμετέρων· ἡμεδαποὶ γὰρ κἀκεῖνοι. πρεσβύτερος εἴτε ὑπογράψας εἴτε κοινωνήσας φόβῳ, μὴ φέρων τὴν κάκωσιν, εἰργέσθω τῆς κοινωνίας· κατὰ Χριστοῦ γὰρ κοινωνήσας, πῶς δύναιτο ἂν Χριστῷ κοινωνεῖν; τῆς γὰρ ἐγκρατήσεως τῆς ἱερουργίας παρὰ συνοδικῆς ἐπισκέψεως ἡ λύσις. ὁ δόξας μετὰ τὴν ἧτταν ἀναπαλαῖσαι ἀποχωρείτω τοῦ ἐν ᾧ ἐκαθέζετο πρὶν τόπου· ἐπεὶ πῶς γνωσθήσεται αὐτῷ τε ἐκείνῳ ἡ ἄρνησις, ἣν ὑπέστη, καὶ ἄλλοις; οὐ χωρῶ ἐπιτρέψαι, ἐπὰν ἡ ἀναπάλαισις αὐτοῦ μάλιστα οὐκ ἐγένετο ἐπισήμῳ τινὶ δράματι, οἷον ἐπὶ τοῦ Λαοδικείας· οὐδὲ γὰρ ἐκείνῳ συμβουλεύσαιμι ἂν ἔγωγε ἱερουργεῖν ἢ μόνον κοινωνεῖν διὰ τὸ ἐπίσημον. οὕτως ἐπὶ τοῦ τυχόντος μονάζοντος, οὕτως ἐπὶ λαϊκοῦ· εἶρξις τῆς κοινωνίας μετὰ τῶν ἄλλων ἀξίων καρπῶν τῆς μετανοίας, ἀναμένειν τε τὸν καιρὸν τῆς ὀρθοδοξίας. πλὴν ἐπειδὴ ἐνδέχεται καὶ ὕφεσιν καὶ πρόσθεσιν γίνεσθαι παρὰ τοῦ ἐπιτιμῶντος, ἐπὶ τῆς κοινωνίας λέγω, ἐκτεινομένων τῶν χρόνων τῆς αἱρέσεως κατὰ τὰ ἀθεώρητα κρίματα τῆς δικαίας ὀργῆς τοῦ θεοῦ, ἔστιν καὶ πρὸ συνόδου λῦσαι ἐν Κυρίῳ, καθὼς ὑποπέπτωκεν τὸ πρόσωπον βαρύτερον ἢ ἐλαφρότερον καὶ καθ' ἣν πάλιν ὑποδείκνυσι μετάνοιαν· εἴς τε τοὺς ἡμετέρους καὶ