223
οὔτε μὴν ὀφθαλμὸς ἀπὸ ὁράσεως· ὅτι ὁ θεὸς ἄνθρωπος γέγονε καὶ ὅτι ὤφθη βρέφος ὁ αἰώνιος· καὶ γαλακτοτροφεῖται ὁ τρέφων τὰ σύμπαντα καὶ ἀγκαλίζεται ὁ ἀπερίληπτος καὶ χρηματίζει ἀνὴρ ὁ ὑπέρθεος καὶ βαπτίζεται ἡ τῆς σοφίας ἄβυσσος καὶ δρᾷ τὰ θεοπρεπῆ τε καὶ ἀνθρωποπρεπῆ ὁ ὑπερούσιος καὶ σταυροῦται ὁ τῆς δόξης Κύριος καὶ θάπτεται καὶ ἀνίσταται ὁ ζωῶν τὰ σύμπαντα καὶ ἀναλαμβάνεται ἀνθρωποπρεπῶς ὁ μηδαμοῦ χωρούμενος. παυσάσθω ἀπαγορεύειν τὴν οὕτω σωτήριον κόσμου καθ' ἑκάτερα φανέρωσιν, καὶ τὴν δόξαν Κυρίου ἀδοξίαν ὑποτιθέμενος καὶ τὴν αὐθαίρετον ταπεινοφροσύνην ἀκούσιον ὑποβαλλόμενος, παυσάσθω δὲ καὶ τῷ Μεγάλῳ Βασιλείῳ ἀντιφερόμενος, οὗ ἡ φωνὴ θεοῦ φωνή, ὧδέ που προστάσσοντι· ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός. Ἐρρίφθω δέ που θείου χοροῦ σὺν τῇ παρούσῃ ἀποφάσει καὶ ἡ ἑξῆς κατάφασις, ὡς τὸ ἴσον τῆς ἀτοπίας ἔχουσα. τί γάρ φησιν; "4ἐπὶ δὲ τῆς ψυχῆς σου βαστάζων νοητῶς τὸν ἀσώματον λόγον περίφερε"5. ὢ τῆς ἀλογίας· οὔ τί που γὰρ θεῖον στόμα ἀσώματον τὸν λόγον μετὰ τὸ γενέσθαι αὐτὸν σάρκα λέλεχεν. οὐκέτι μὲν γὰρ σάρκα Χριστόν, ἀλλ' οὐκ ἀσώματον ὁ ἱερὸς ἀπόστολος εἴρηκεν, ἐν οἷς φησιν· ἡμεῖς δὲ ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. ὅπερ ἑρμηνεύων ὁ Θεολόγος Γρηγόριος τὰ σαρκικά, ἔφη, πάθη καὶ χωρὶς τῆς ἁμαρτίας ἡμέτερα· ὡς καὶ ἀλλαχοῦ φησιν, οὐκέτι μὲν σάρκα, οὐκ ἀσώματον δέ. ὁ δὲ ἀσώματον τὸν λόγον φήσας οὐ μόνον τοῖς δυσίν, ἀλλὰ γὰρ καὶ πᾶσι τοῖς θεοφόροις μαχόμενος εἶεν. ∆έδεικται τοίνυν φύσεως λόγῳ ἀτόπῳ ἄτοπον ἐπακολουθῆσαν· καὶ τῇ τοῦ ψεύδους ἀνατροπῇ κείσθω ἀντιστρόφως ἡ ἀλήθεια. πῶς; γράφε τὸν Χριστὸν ὅπου δεῖν, ὡς ἔχων αὐτὸν κατοικοῦντα ἐν τῇ καρδίᾳ σου, ἵνα καὶ ἀναγινωσκόμενος ἐν δέλτῳ καὶ ὁρώμενος ἐν γραφῇ ὡς ταῖς δυσὶν αἰσθήσεσι γνωριζόμενος διττῶς φωτίζῃ σου τὰς φρένας, μαθόντος ὅπερ διὰ λόγου κατηχήθης τοῦτο βλέπειν κατ' ὀφθαλμούς. καί γε ἐν τῷ οὕτως ἀκουτίζεσθαι καὶ ὁρᾶσθαι οὐκ ἔχει φύσιν μὴ οὐχὶ δοξάζεσθαι θεὸν καὶ κατανύττεσθαι ἄνθρωπον εὐσεβῆ· οὗ τί ἂν γένοιτο σωτηριωδέστερον καὶ θεῷ εὐπρόσιτον; οὕτως οὖν οἱ οὐδαμινοὶ νοοῦμεν τἀληθῆ, εἰ καί τινες τῶν πρὸ ἡμῶν ἱερῶν πατέρων ἑτέρως ὑπειλήφασι τὸ διελεγχθὲν πρόβλημα. Τῆς γοῦν τοῦδε φωνῆς περαιωθείσης, τίς ἡ τοῦ Ἐπιφανίου; "4νοήσει ἡ σὴ θεοσέβεια, εἰ πρέπον ἐστὶ θεὸν ἔχειν ἡμᾶς ζωγραφητὸν διὰ χρωμάτων"5. ὅρα δὴ τὸν ψευδηγόρον· οὐ Χριστὸν εἶπεν, ἐφ' ᾧ δηλοῦται ἡ περιγραφὴ μετὰ τοῦ ἀπεριγράπτου (ὧδε γὰρ τῶν ἑκατέρων φύσεων ἡ δήλωσις), ἀλλὰ θεὸν ἔχειν ἡμᾶς ζωγραφητόν, ἀπαμφιεννὺς τὸν λόγον τῆς ἀνθρωπότητος μανιχαϊκῷ φρονήματι καὶ θεὸν γυμνὸν προτείνας, ὡς ἂν τῷ ἀτόπῳ τῆς προτάσεως τὸν ἀκροατὴν ἐκπλήξειεν. οὕτω δὴ καὶ ὁρατὸν θεὸν εἰπεῖν ἔκτοπον, εἴπερ φησὶ τὰ ἱερὰ λόγια, θεὸν οὐδεὶς ἑώρακεν πώποτε. καὶ μὴν ὁ μονογενὴς υἱός, θεὸς ὢν καὶ ὁρώμενος, τοῦτο ἐξηγήσατο· ἀλλ' εὔδηλον ὅτι γυμνὸν θεὸν ἀνθρωπότητος οὐδεὶς ἑώρακεν. ἐπεὶ δὲ ὁ μονογενὴς οὐ γυμνὸς μετὰ τὴν σάρκωσιν, διὰ τοῦτο καὶ ὁρατός. καὶ βεβόηκεν ὁ ἱερὸς ἀπόστολος· θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ. τὸ οὖν ἐν σαρκὶ ἐπὶ πάσῃ ἀποφάνσει ἀπὸ κοινοῦ ληπτέον· εἱρμὸς γάρ τίς ἐστιν ἡ πρώτη φωνὴ οὐ μόνον ταῖς ἐφεξῆς, ἀλλὰ γὰρ καὶ πάσαις ταῖς τῆς ἐνσωματώσεως ἰδιότησιν. ὡς οὖν θεὸς ἐφανερώθη ἐν σαρκὶ καὶ ἐφ' ἑκάστῳ τῶν προειρημένων (οὐ γὰρ ἂν ἔχοι φύσιν μὴ προσυπακουομένου τοῦ ἐν σαρκὶ ἢ ὀφθῆναι ἢ ἀναληφθῆναι), οὕτω δηλαδὴ καὶ γαλουχεῖται ἐν σαρκὶ καὶ προκόπτει ἡλικίᾳ καὶ βαδίζει ποδὶ καὶ ἱδροῖ ἀγωνίᾳ καὶ διαλέγεται γλώττῃ καὶ ὅσαπερ ἄλλα τῆς αὐτῆς συστοιχίας. Εἰ δὲ ταῦτα οὕτως, ἐπειδὴ ἓν τῶν ἁπάντων ἰδιωμάτων τοῦ σώματος καὶ ἡ περιγραφή, εὔδηλον ὅτι καὶ περιγράφεται θεὸς ἐν σαρκὶ εἴτε χρωματουργικῶς εἴτ'