108
ἀρχιεπίσκοπον, ἵνα δῶ γράμματα πάλιν; Προσαγορεύουσιν οἱ ἀδελφοὶ καὶ ἐπιθυμοῦσί σε ἰδεῖν μεθ' ἡμῶν. προσαγόρευσον τὸ ˉδ, τὸ ˉθ. ὁ Χριστὸς βοηθὸς ἡμῶν εἴη. 122 {1Γρηγορίῳ τέκνῳ}1 Νῦν καιρὸς καὶ μονομερῶς σοι ἐπιστεῖλαι, υἱέ μου ἠγαπημένε καὶ ἀδελφῶν ὁμόψυχε, διὰ τὸ μεμονῶσθαί σε καὶ εἶναι ἐν φρουρᾷ ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ. τί καλλιώτερον, τί δὲ μακαριώτερον, ὅτι διὰ Χριστὸν πάσχεις, ὑπὲρ τῆς ἁγίας αὐτοῦ εἰκόνος, διὰ τὴν Θεοτόκον, ὑπὲρ ἑκάστου τῶν ἁγίων, οὐ μεριζομένων τῶν πρωτοτύπων ἀπὸ τῶν παραγώγων; ὄντως, ἀδελφέ μου, μεγάλων δωρεῶν ἠξιώθης· ἐπίσκοποι ἐκπέπτωκαν, ἡγούμενοι ὠλίσθησαν καὶ σύ, ἐν ὑποτακτίταις τελῶν, ἴσα τῶν ἐκλεκτῶν ἱεραρχῶν τε καὶ καθηγητῶν τὴν ὑπὲρ ἀληθείας φυλακὴν κατεκρίθης. οὐδεὶς ὑπηκόων τοιοῦτον ἐδοξάσθη, πλὴν τῶν συγκοινοβιωτῶν σου. σκίρτησον ἐν τούτοις, δόξασον ἀνθομολογούμενος τῷ θεῷ, τῷ καλέσαντί σε εἰς κοινωνίαν τῶν παθημάτων αὐτοῦ. ἐξέπεσεν ἐξ ὑμῶν ὁ ἐλεεινὸς Ὀρέστης σὺν τῷ Ἀφράτῃ. οὐ γὰρ ἦσαν ἐξ ἡμῶν· ἦ γὰρ ἂν μεμενήκεισαν μεθ' ὑμῶν. ὧν ὁ πρότερος βίος ἄπιστος εἰς ὑποταγήν, τούτων πῶς ἂν οὐκ ἕωλος εἰς Χριστόν; ἐγὼ ἐξενιζόμην καὶ εἰς ὃ μικρὸν ὑπέστησαν. σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῷ κράτει τῆς πίστεώς σου, φέρων γενναίως τὰ παρόντα, προθυμούμενος καὶ ἕτερα δι' ἀγάπην θεοῦ, ἡμέραν ἐξ ἡμέρας προσδεχόμενος τὸν θεόν, τὸν σῴζοντά σε ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος· καὶ ἐγγὺς Κύριος τοῖς ὑπομένουσιν αὐτόν. Προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι ἐν Κυρίῳ. προσαγορεύει σε ὁ ἀδελφὸς Νικόλαος. ἡ χάρις τοῦ Κυρίου μετὰ σοῦ, ἀδελφὲ στεφανίτα. 123 {1Θεοκτίστῳ τέκνῳ}1 Εἰ καὶ τῷ σώματι ἐχωρίσθην σου, τέκνον μου Θεόκτιστε, ἀλλ' οὐ τῷ πνεύματι· ἀεὶ γάρ σε ὁρῶ κατὰ νοῦν, περιπονούμενος ἐν τῇ διοικήσει σου πῶς τὰ κατὰ ψυχήν, πῶς τὰ κατὰ σῶμα. καί γε σημεῖον ὧν λαλῶ ἀληθές, τὸ ἑπτάκις τῆς ἡμέρας ἐν τῇ ἁμαρτωλῇ μου εὐχῇ μνημονεύειν σου ἐξ ὀνόματος μετὰ τῆς συνοδίας σου· τοιοῦτός μοι ὁ πόνος καὶ περὶ σέ. καὶ οἶδα ὅτι ὑστερούμενος εἶ, στενοχωρούμενός τε καὶ θλιβόμενος, ἀλλ' ὁ μακαρισμός σοι τοῦ διωγμοῦ παρὰ Χριστοῦ. διὸ χαῖρε ἐν τῇ ἐλπίδι τῶν αἰωνίων ἀγαθῶν, κουφίζων ἐντεῦθεν τὰ λυπηρά· πόσον γὰρ καὶ ἐνταῦθα χαρήσῃ μετὰ τὴν ἀπαλλαγὴν τῶν πειρασμῶν καὶ ἐν τῷ μέλλοντι αἰῶνι σκιρτήσεις; ἄρτι τρίτον διώκεσαι διὰ κύριον, τρίπλοκον ἕξεις τὸν στέφανον. μὴ καταπέσῃς, τέκνον μου ἀγαπητόν, τῇ ῥαθυμίᾳ, ἀλλὰ στῆθι ἔτι γενναίως. κἂν δεῖ ἀποθανεῖν, ἀποθάνωμεν σὺν τῷ Χριστῷ, ἵνα καὶ συζήσωμεν εἰς αἰῶνας· πάντως γὰρ ἀποθανούμεθα, κἂν μὴ βουλώμεθα. ναί, παρακαλῶ, τέκνον ἐμόν. Χαίρω δὲ ὅτι σύνεστί σοι καὶ ὁ καλὸς Μεθόδιός μου. ἔσω ὁ Χριστὸς μέσον ὑμῶν, σκέπων, εὐψυχῶν ὑμᾶς καὶ προνοῶν ἐπὶ πᾶσι. προσεύχου καὶ αὐτὸς περὶ ἐμοῦ τοῦ ταπεινοῦ ἵνα σωθῶ σὺν ὑμῖν. ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει. 124 {1∆ωροθέῳ τέκνῳ}1 Καιρός μοι μονοπροσώπως σοι ἐπιστεῖλαι, τέκνον ἠγαπημένον, ἐπὰν ἐμονώθης διὰ τὸν θεὸν ἀπὸ τῶν ἀδελφῶν σου. ὢ τῆς καλῆς σου ὁμολογίας, ὢ τῆς διὰ Κύριόν σου φυλακῆς· ὃ ἐζήτεις ἔκπαλαι φιλῶν τὸν Χριστόν, νῦν ἐπιτυχὼν ἀγάλλου, τέρπου. καὶ τί γὰρ εἴη ἄλλο τερπνότερον τοῦ μετὰ Χριστοῦ συμπάσχειν; ἐξέλαμψες ἐν τοῖς ἀδελφοῖς σου, ἀγωνίζῃ ἴσα τῶν ἀληθῶς ἐπισκόπων καὶ ἡγουμένων· ὃ οὐδεὶς ὑποτακτιτῶν ἠξίωται, πλὴν τῶν συγκοινοβιωτῶν σου, σὺ δεδόξασαι. ἐξέπεσαν ἀφ' ὑμῶν ὁ ἐλεεινὸς Ὀρέστης καὶ Ἀφράτης· καὶ οὐ θαῦμα, ἐπειδὴ ἀρχαῖοι ἄπιστοι ἀμφότεροι, καί γε ἀρνητὴς ὁ δεύτερος. σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν Κυρίῳ, καθὼς ἤρξω κλήσει θεοῦ, καὶ τελείωσόν σου τὸν δρόμον. φέρε εὐψύχως τὰ τῆς φυλακῆς δυσχερῆ, ἡμέραν ἐξ ἡμέρας προσδεχόμενος τὸ σωτήριον τοῦ θεοῦ. ἂν δεῖ καὶ ἀποθανεῖν διὰ Χριστόν, ἀποθάνωμεν, ἵνα ζήσωμεν. Ὦ καλὲ ∆ωρόθεε, στῆθι γενναίως ὡς δῶρον θεοῦ. προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ ἵνα σῴζωμαι ἐν Κυρίῳ. προσαγορεύει σε ὁ ἀδελφὸς Νικόλαος. ἡ χάρις τοῦ Κυρίου εἴη