76
ἀνταμειβόμενοι. καὶ ἐπειδή, καθὰ καὶ προγεγράφαμεν, εὐδοκίᾳ τοῦ ὑπεραγάθου θεοῦ ἐκποδὼν γέγονε, δι' οὗ ἡ διχόνοια ἐν τῇ καθ' ἡμᾶς ἐκκλησίᾳ ὑπήρχθη, βεβράβευται ἡ εἰρήνη νεύμασι καὶ ῥοπαῖς καὶ εὐμενείαις, προσθείην δ' ἂν καὶ παρακλήσεσι, τῶν καλλινίκων καὶ φιλοχρίστων ἡμῶν βασιλέων, συνεργίᾳ τε καὶ ἀπολογίᾳ τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου· δεῖ γὰρ ἀπὸ τοῦ νῦν οὕτω καλεῖν. δεξάσθω καὶ ἡ ὑμετέρα ὁσιότης τὰ παρ' ἡμῶν τῶν ταπεινῶν σὺν πολλῇ σκέψει τε καὶ διερευνήσει ἀναθεωρήσει τε τῶν πατρικῶν ἀναστροφῶν, τῶν τε ἔσθ' ὅτε ὑποπεπτωκότων σκανδάλων ἐκκλησιαστικῶν ἐγκριθέντα καὶ περαιωθέντα, ἵνα οὕτω καὶ ἐν τῇ καθ' ὑμᾶς ἐκκλησίᾳ τοῦ Χριστοῦ ἡ εἰρήνη τοῦ θεοῦ βραβεύσῃ τὰς καρδίας τῶν ἁπάντων· οὐδὲ γάρ, εἰ μὴ τοῦτο πράξοιμεν, ὅσιον τῷ θεῷ λογισθήσεται, οὔτε ἡμῖν νῖκος γενήσεται, προσαπόλλυμεν δὲ τάχα, ζητοῦντες περισσότερον τὸ δεξιόν, καὶ ὃ τοῖς προλαβοῦσι κόποις διηνύκαμεν ἀγαθόν; ∆έξασθε τοιγαροῦν, παρακαλοῦμεν, καὶ ἀποδέξασθε τὸν ἁγιώτατον ἡμῶν πατριάρχην, κοινωνοί τε ἔσεσθε, ἐν οἷς οὐ πρόδηλος ἡ παρανομία, καὶ τῷ καθ' ὑμᾶς ἐπισκόπῳ, τὰ διὰ μέσου παραχωροῦντες τῷ Κυρίῳ, τῷ ἐξεταστῇ καὶ ἀποδότῃ τῶν πρακτέων, τῶν ῥητέων. πρὸς τοῦτο γὰρ αὐτὸ δεήσει χρησάμενοι, παρωρμήσαμεν καὶ τὸν ἁγιώτατον ἡμῶν πατριάρχην ἐπιστεῖλαι, ὡς ἂν ἀφεθῆτε καὶ αὐτοὶ τῶν φυλακῶν, εἰρήνης τε σύνθημα πρὸς ἀλλήλους ποιησάμενοι, κἂν τι ἀμφιβαλλόμενον ᾖ, αὐτίκα διαλυθείη ἤ, ἀνιάτως ἔχον, διὰ τῆς ἐνταῦθα ὑμῶν τε καὶ τοῦ τιμιωτάτου ἐπισκόπου εἰσελεύσεως ἐπὶ παρουσίᾳ τοῦ αὐτοῦ οἰκουμενικοῦ πατριάρχου θεραπευθείη τὰ ἀρρωστήματα καὶ συνδράμοιεν τὰ πάντα πρὸς θυμηδίαν εἰρήνης καὶ ὁμονοίας εἰλικρινότητα. 57 {1Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Πλάτωνα τὸν ἑαυτοῦ πατέρα περὶ προσκυνήσεως τῶν σεπτῶν εἰκόνων}1 Ἑαυτοὺς παραμυθούμεθα, προσλαλοῦντες τῇ ἱερᾷ κεφαλῇ ἡμῶν· τί γὰρ ἂν καὶ εἴη παρακλητικώτερον παιδὶ ἤ πατρὶ διαλέγεσθαι, καί γε τοιούτῳ καὶ τηλικούτῳ, οὗ τὴν ἀρετὴν ᾄδουσι πολλαὶ πόλεις, χῶραί τε καὶ νῆσοι. οὗτος ὁ ἐμὸς ποθεινὸς πατήρ, κἂν ὁ καρπὸς τῷ δένδρῳ οὐκ ἐοικὼς διὰ τὸ ἄχρηστον τῆς ταπεινώσεώς μου, ἀλλ' ὅμως τῷ προκεῖσθαί σε κανόνα εὐσεβείας ἔχομεν οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ οἵπερ ἂν ἕλοιντο θεοσεβεῖν, πτεροῦσθαι εἰς ἀνδρείαν καὶ διανίστασθαι πρὸς εὐδρομίαν. ἐπειδὴ δὲ ἀπὸ χρόνου πολλοῦ ἐπεζήτησέ σου ἡ ἁγιωσύνη δοῦναί με λόγον, πῶς δεῖ τὴν σεπτὴν Χριστοῦ εἰκόνα προσκυνεῖν (οὐκ ἀγνοοῦσα, ἀλλὰ βουλομένη κἀντεῦθεν τὸν ἄλογόν μου λόγον κινεῖν), τηνικαῦτα μὲν οὐκ ἐξεγένετό μοι ἀποκριθῆναι, νυνὶ δὲ ἐπιμνησθεὶς δέον ἡγησάμην τὸ ἐνταλθέν μοι ἐφ' ὅσον οἷόν τέ ἐστι τῇ συνεργίᾳ τῶν ἱερῶν σου προσευχῶν ἀποπληρῶσαι, εἰ καὶ ὅτι ἄλλοθί που περὶ τοῦδε αὐτοῦ τάχα ἱκανῶς ἐξεῖπον. Πᾶσα τοίνυν τεχνητὴ εἰκὼν ὁμοίωσίς ἐστιν οὗ ἂν ᾖ εἰκὼν καὶ ἐν ἑαυτῇ τὸν χαρακτῆρα τοῦ ἀρχετύπου μιμητικῶς δείκνυσι, καθώς φησιν ὁ πολὺς τὰ θεῖα ∆ιονύσιος, τὸ ἀληθὲς ἐν τῷ ὁμοιώματι, τὸ ἀρχέτυπον ἐν τῇ εἰκόνι, τὸ ἑκάτερον ἐν ἑκατέρῳ, παρὰ τὸ τῆς οὐσίας διάφορον· ὥστε ὁ προσκυνῶν τὴν εἰκόνα προσεκύνησε τὸν ὅπερ ἐμφαίνει ἡ εἰκὼν ἀσφαλῶς. οὔτε γὰρ τὴν τῆς εἰκόνος οὐσίαν, ἀλλὰ τὸν ἐν αὐτῇ γεγραμμένον προσεκύνησεν, οὔτε μὴν τοῦ ἀρχετύπου τὴν εἰκόνα διέσχισε κατὰ τὸ ταὐτὸν τῆς προσκυνήσεως· ταὐτὸν γὰρ ἡ εἰκὼν τῷ ἀρχετύπῳ τῇ ὁμοιώσει. οὕτω τοιγαροῦν καὶ ὁ Μέγας Βασίλειος, ὅτι βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκὼν καὶ οὐ δύο βασιλεῖς· οὔτε γὰρ τὸ κράτος σχίζεται οὔτε ἡ δόξα μερίζεται. ὡς γὰρ ἡ κρατοῦσα ἡμῶν ἀρχὴ καὶ ἐξουσία μία, οὕτω καὶ ἡ παρ' ἡμῶν δοξολογία μία καὶ οὐ πολλαί, διότι ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει. εἰ δὲ ἐπὶ τὸ πρωτότυπον διαβαίνει, οὐκ ἄλλη καὶ ἄλλη, ἀλλὰ μία καὶ ἡ αὐτὴ τιμητικὴ προσκύνησις, ὥσπερ ἓν καὶ ταὐτὸν τὸ προσκυνούμενον κἀν τῇ εἰκόνι πρωτότυπον. Ἄλλο δὲ φυσικὴ εἰκὼν καὶ ἄλλο μιμητική, ἡ μὲν οὐ φυσικὴν διαφορὰν ἔχουσα πρὸς τὸ αἴτιον, ἀλλ'