356
ἁγιασμάτων, ἤδη θεουργηθέντων ὑπὸ σεσωσμένου πρεσβυτέρου. καὶ ταῦτα, ὡς εἶπον, ἐξ ἀνάγκης, ἐπεί, εὑρισκομένου τοῦ μὴ ἐμπαρέντος τῇ κοινωνίᾳ ἱερέως, οὐδὲ τὰ προειρημένα πράσσειν ἐξόν. Ὁ μὲν οὖν ἡμέτερος λόγος τοιοῦτος. εἰ δὲ ἄλλοι ἄλλως ἢ φρονοῦσιν ἢ κρίνουσιν εἴτε ἰσοστάσιοι εἴτε ὑπερβάθμιοι (ἐπειδὴ οὐχ ὅρος ἐξήνεκται ἀπὸ τοῦ ἀρχιερέως, ἐφ' ᾧ ἀναγκαῖον ἦν στέργειν πάντας), τῆς ἐξουσίας εἰσὶ κύριοι, καὶ ἡμεῖς γε σιωπὴν ἕξομεν. παρακαλοῦμεν δέ σου τὴν τιμιότητα ὡς ἐπὶ τῇ ἀγαθῇ πολιτείᾳ οὕτως καὶ ἐπὶ τῇ ὀρθοδοξίᾳ ἀκρίβειαν ἕλκειν, ἀκούουσαν τοῦ ἀποστόλου λέγοντος· καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ. οἶδας γὰρ ὅτι οὐ μικρὸς ἀνερριπίσθη διωγμὸς ἐν τῇ λυσσώσῃ μέχρι τοῦ παρόντος αἱρέσει, ἀλλὰ καὶ αἵματα ἐκενώθησαν καὶ σάρκες κατεξάνθησαν καὶ μάρτυρες ἀπετελέσθησαν· ὅσα δὲ τὰ ἐν ταῖς φυλακαῖς καὶ εἱρκταῖς κακωτικά, τί δεῖ καὶ λέγειν, τὰς ἐξορίας, τὰς ἐπαγωγάς, τὰς ἁρπαγάς, τὰς σιδηρώσεις, τὰς λιμαγχονήσεις, τὰς μονώσεις, τὰ ἄλλα πάντα, ὧν οὐ μικρᾶς ἐστιν ἱστορίας ἔργον. εἰ τοίνυν ταῦτα οὕτως, καὶ δεῖν τὸν πρεσβύτερον ἰσοπαθῶς διεξελθεῖν, κομιούμενον τὸν ἀμαράντινον τῆς δόξης στέφανον, τοὐναντίον, ἐπειδὴ ἑάλω τῇ κοινωνίᾳ καὶ τῇ ὑπογραφῇ τῇ κατὰ Χριστοῦ, τῆς τε μητρὸς αὐτοῦ καὶ πάντων τῶν ἁγίων (τοῦτο γὰρ διὰ τῶν οἰκείων εἰκόνων ἡ ἐπὶ τῶν πρωτοτύπων ἀναφορά), πῶς οὐ μέγα ἡγεῖται καὶ τὸ ὅλως ζῆν, καὶ τὸ ὅλως συγκεχωρῆσθαι αὐτῷ τὸ ἀνόμημα, φεύγων ἐφάπτεσθαι καὶ τῶν προειρημένων κατὰ φιλανθρωπίαν, μὴ ὅτι γε καὶ ἐξ ὁλοκλήρου λελύσθαι αὐτὸν ἱερουργεῖν; οὐκοῦν ἕωλα τὰ πάντα καὶ εἰκῇ τὰ μαρτύρια καὶ μάτην αἱ ἀθλητικαὶ ἐνστάσεις. ἀλλὰ μὴ γένοιτο· καὶ ὁ μάρτυς μάρτυς ἐν τῇδε τῇ ὁμολογίᾳ καὶ ὁ ἠρνημένος ἔκπτωτος ἐν τῇδε τῇ ἐξαρνήσει, καὶ δεῖν προσκλαίειν μέχρι θανάτου πάντα τὸν ἁλόντα, εἴ γε ἐμοὶ πείθοιτο καλῷ συμβούλῳ. 537 {1Μαρίᾳ σπαθαρέᾳ}1 Ἡ τιμιότης σου γνωρίζει ὅτι ἡ ἐκκλησία φυγαδευτήριόν ἐστι σωτηρίας καὶ ὥσπερ εἰς χεῖρας θεοῦ ὁ πρόσφυξ ἀποτρέχει, περιστατηθεὶς ὑπὸ ἀναγκῶν. οὔτε οὖν ἐν τῇ παλαιᾷ διαθήκῃ ἐξὸν ἦν τὸν εἰς τὴν πόλιν τῶν φυγαδευτηρίων ἀποσεσωσμένον ἀφαρπάζειν τινὰ οὔτε πολλῷ μᾶλλον ἐν τῇ νέᾳ θεμιτὸν ἀποσπᾶν τῆς ἐκκλησίας τοὺς καταφεύγοντας· καθύβρισις γάρ ἐστι τοῦτο τῶν θείων νόμων καὶ τοῦ θείου θυσιαστηρίου. ὥστε σκοπησάτω σου ἡ εὐσέβεια ἡλίκον τὸ τόλμημα. Τίς δὲ ἡ θεραπεία; πρῶτον μὲν τοῦ θέσθαι ἑαυτῇ ὅρον μηκέτι τολμᾶν τοῦτο πρᾶξαι, κἂν τὰ ἄνω κάτω γένηται· ἔπειτα τεσσαρακοστὴν ὅλην ἀπόσχου τῶν ἁγιασμάτων, γονυκλιτοῦσα καθ' ἑκάστην δεκάκις καὶ πεντηκοντάκις λέγουσα "4Κύριε, συγχώρησόν μοι τὴν ἁμαρτίαν, Κύριε, ἱλάσθητί μοι τῇ ἁμαρτωλῷ"5, ὁμοίως καὶ "4Κύριε, ἐλέησόν με δωρεάν"5, τρεῖς τε ψαλμοὺς στιχολογεῖν, ἐξαιρέτως τὸν ˉʹ, τὸν ˉλˉζʹ καὶ τὸν ˉνʹ, καὶ εἶθ' οὕτως ὁ θεὸς συγχωρήσει σοι τὴν ἁμαρτίαν, κυρία. εἰ δὲ καὶ πάρεστι δύναμις, τεσσαράκοντα ἀργύρια δοῦναι πτωχοῖς. 538 {1Θεοδοσίᾳ αὐγούστῃ καὶ Βασιλείῳ υἱῷ αὐτῆσ}1 Ἐκ διαφόρων ἀξιοπίστων προσώπων, καί γε πρὸ τῶν ἄλλων παρά τε τοῦ θεοφιλεστάτου ἐπισκόπου Ἠσαΐου καὶ τοῦ τιμιωτάτου καθηγουμένου τοῦ Μηδικίου, ὁσίων πατέρων ἡμῶν, ἐκδιδαχθέντες τὰ καθ' ὑμᾶς, ὅτι εὐδοκίᾳ τοῦ ὑπεραγάθου θεοῦ ἡμῶν μετεστοιχειώθητε εἰς τὸν τῆς εὐσεβείας καὶ ὀρθοδοξίας τρόπον καὶ λόγον, χαίρειν φράσαντες τῇ πάλαι κακοδοξίᾳ ὡς οὐκ ἠργμένῃ θεόθεν, ἀλλ' ἐκ τῆς ἐναντίας μερίδος, καθὸ καὶ ὥρμηται πατρόθεν ἐξ εὐσεβοῦς ῥίζης ἡ σὴ θεοσέβεια (ὁμολογητέον γὰρ ὅτι τοιοῦτος ὁ ἀνὴρ ἐκεῖνος, θεῷ τε πεφιλημένος καὶ πάσῃ καλοκἀγαθίᾳ κατηγλαϊσμένος), ηὐχαριστήσαμεν τῷ Κυρίῳ, ὃς οὐκ εἴασεν ὑμᾶς ἐν τῷ ζόφῳ τῆς αἱρέσεως διαμεῖναι, ἀλλ' ἔπλησε τὰς ψυχικὰς ὑμῶν ὄψεις ὀλβίου φωτός, εἰς τὸ ἐπιγνῶναι ὅτι Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, ἐν τῷ καθ' ἡμᾶς εἴδει γεγονὼς διὰ σπλάγχνα οἰκτιρμῶν, εἰς τὸ ἀνασώσασθαι τὸ ἑαυτοῦ ἐκπεπτωκὸς εἰς φθορὰν