329
ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο. ἐὰν οὖν ταῦτα, ὦ φιλότης, ἐφ' ἑαυτοῖς καὶ διαθώμεθα καὶ φθεγξώμεθα, οὐ μακρὰν εἴημεν τῆς μερίδος ἐκείνων, ἀλλὰ γὰρ καὶ τῇ μακαρίᾳ ἐκείνῃ τοῦτο καλὸν ἐπιτάφιον ποιησαίμεθα, αὐτούς τε τοὺς ἐκ θεοῦ δοθέντας ὑμῖν κλάδους ὑποτυπωσόμεθα δι' ἑαυτῶν εἰς εἰκόνα θεοτερποῦς βιώσεως καὶ πάντα ὑμῖν ἐντεῦθεν εἰς καλὸν ἀπαντήσοι· ἃ γὰρ ὁ θεὸς ὁ αἰώνιος, ὁ τῶν ἁπάντων δεσπότης, ποιῶν ἐν ἡμῖν εὕροιεν εὐμενῶς δεχομένους, πῶς οὐκ ἂν καὶ τὰ παρόντα ἡμῖν εὖ διάθηται τῇ παρακλήσει τοῦ Ἁγίου αὐτοῦ Πνεύματος καὶ τὰ μέλλοντα ἑτοιμάσειεν ἀπολαυστήρια ἐν αἰῶσιν ἀπείροις; Ταῦτα ἐγὼ μέν, εἰ καὶ βραχέα, ὅμως ὡς σὸς ἐν ἀγάπῃ καὶ γέγραφα καὶ παρεκάλεσα· αὐτὸς δέ, ὦ δέσποτα, αὐτὰ τὰ τίμιά σου τέκνα προσειπεῖν περὶ ἡμῶν ἀξίωσον. 506 {1Εὐφροσύνῃ ἡγουμένῃ}1 Ὅτι μέλει ἡμῖν περὶ τῆς τιμιότητός σου μαρτύριον τὸ τῇδε ἡμῶν ταπεινὸν γράμμα· οὐδὲ γάρ, ὃν λόγον ὑπεσχόμεθα τῇ μακαρίᾳ ἐκείνῃ καὶ ἁγίᾳ μητρὶ ἐπὶ τὸ περιέπειν ἡμᾶς τὴν σεμνοπρέπειάν σου ἐν τῇ διὰ λόγου ἐπισκέψει καθ' ὅσον οἷόν τε, μακρόθεν ἢ ἐγγύθεν ὄντας, ὅσιον διαψεύσασθαι. καίτοι γε, εἰ καὶ μὴ ἐκεῖθεν εἴχομεν τὸν λόγον, κἀξ αὐτῆς σου μόνης τῆς περὶ ἡμᾶς τοὺς εὐτελεῖς πεποιθήσεώς τε καὶ περιποιήσεως ἐπειθόμεθα ἂν τὴν διὰ τοῦ γράμματος προσοίσειν ἐπιμέλειαν. Ὑγίαινε τοιγαροῦν, ὦ τιμιωτάτη μοι, καὶ ἄγοιο τὸ ποίμνιον, ὃ παρέθετό σοι ἡ ἁγία ἀμμάς, μᾶλλον δὲ δι' αὐτῆς ὁ θεός, θεοπρεπῶς καὶ ἐπιμελῶς. ἴσθι ὡς μέγιστον τὸ τῆς προστασίας σου ἐγχείρημα, γνῶθι τῶν ὑπὸ χεῖρά σου ψυχῶν τὸ θεώρημα, ὅτι νυμφοφυλακτήριόν ἐστι τοῦ βασιλέως τῶν οὐρανῶν, τοῦ μόνου ὡραίου καὶ ἀφθάρτου νυμφίου Χριστοῦ· ὃς οὐ μίαν νύμφην σοι παρέθετο εἰς ἡμέραν νυμφεύσεως αὐτοῦ διὰ τῆς ἐν Ἁγίῳ Πνεύματι συναφείας, ἀλλὰ τοσαύτας, ὅσας γε καὶ ἔχοις, σοῦ τε αὐτῆς πρωτονύμφου τυγχανούσης. νυμφεύεται γὰρ Ἰησοῦς καὶ τὰς ὡς σὺ διὰ βίου ἐληλυθυίας ὡς πολύνυμφος καὶ ἀπειρόνυμφος καὶ πάσας ψυχὰς ἀνδρῶν τε καὶ γυναικῶν ἐρῶν ἁρμόζεσθαι εἰς τὸ πληρῶσαι τὸν ἄνω νυμφῶνα· ἐν ᾧ πολλαὶ αἱ μοναὶ οἷά τινες θάλαμοι παρὰ τοῦ πατρὸς ἡτοιμάσθησαν ταῖς ἀξιωθησομέναις ψυχαῖς διὰ βίου καθαροῦ καὶ πίστεως εἰλικρινοῦς, ἡνίκα φθάσῃ ὁ καιρὸς τῆς ἀποκαλύψεως τοῦ νυμφίου, ὀπίσω αὐτοῦ δραμεῖν καὶ συνεισελθεῖν ἐν τῷ νυμφῶνι καὶ τῆς ἀπεράντου χαρᾶς ἐκείνης ἀπολαῦσαι εἰς αἰῶνας αἰώνων. ἰδοὺ ὑποδέδεικταί σου ἡ διακονία, ἣν παρέλαβες παρὰ Κυρίου, μεγάλη τε καὶ πολλῶν ἀμοιβαία μισθῶν οὐρανίων, ὡς μὴ μόνον σέ, ἀλλὰ καὶ πολλὰς νύμφας προσοῖσαι τῷ ἀθανάτῳ νυμφίῳ. ὑπὲρ ὧν ὅση καὶ ἡλίκη ἡ ἀνταπόδοσις· τετάξεταί σε ἐν προυχούσαις νύμφαις, ἐν ἐκλεκταῖς νεάνισιν, ἐμπλόκιά σοι παράσχοι, τὰ τοῦ πνεύματος ἀίδια χαρίσματα, ἐπιβλήματα φωτοειδῆ, ἀφθαρσίαν ἀστράπτοντα, στεφανώσει σε τῷ τῆς δικαιοσύνης στεφάνῳ, χορεύσεις χορείαν ἄλυτον ἴσα καὶ ἀγγέλοις σὺν ἀγαλλιάσει ἀμηρύτῳ. Βλέπε λοιπόν, κυρία, καὶ πρόσεχε σαυτῇ καὶ τὰς νύμφας τοῦ Χριστοῦ φυλάττοιο περιμερίμνως· τρέφοις αὐτὰς τῷ καθαρῷ ἄρτῳ τῆς ὀρθοδοξίας, ποτίζοις τῷ νάματι τῆς εὐπραξίας, ὡς ἂν εἶεν πίονες, ὡραιοειδεῖς. πρὸς τὸ κάλλος τῆς ψυχῆς ὁ λόγος, οὗ καὶ ἐπιθυμεῖ, καθὼς ὑπισχνεῖται ὁ ἅγιος ∆αυίδ, Χριστὸς ὁ θεὸς ἡμῶν· φησὶ γάρ· ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός ἐστι Κύριός σου καὶ προσκυνήσεις αὐτῷ. ὁρᾷς ὅτι ἐν τῷ ἐπιλαθέσθαι ὑμᾶς, ἤγουν ἀποτάξασθαι γονεῦσιν, ἀδελφοῖς καὶ συγγενέσιν, φίλοις τε καὶ πᾶσι τοῖς κατὰ τὸν βίον, ἐπεθύμησεν ὑμῶν ὁ βασιλεὺς τοῦ κάλλους τῆς ψυχῆς εἰς νυμφίωσιν; τὸ δέ, "4αὐτός ἐστι Κύριός σου καὶ προσκυνήσεις αὐτῷ"5 γενήσεται ὑμῖν ἐν τῇ ἡμέρᾳ τῆς ἐπιφανείας αὐτοῦ. ὤ, ὤ, οἷον ἐφρονήσατε, ἐπιλαθόμεναι τῶν ἁπάντων· βαβαί, βαβαί, οἵου ἐπετύχετε νυμφίου· κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, ὅτι ὑπὲρ πάσας τὰς ἐπὶ γῆς βασιλείας ὑψώθητε, ὑπὲρ