104
εἰκόνων, ναοὶ ἱεροὶ τὴν εὐπρέπειαν ἀπόλωλαν, πᾶσα ψυχὴ σχεδὸν ὤκλασε, χειρόγραφα τοῖς ἀσεβέσι δώσασα· ὀλίγοι οἱ ἀντεχόμενοι, καὶ οὗτοι ὡς ἐν πυρὶ δοκιμαζόμενοι ταῖς κακώσεσιν. ὠλίσθησεν ὁ Σμυρναῖος ἐν ἐπισκόποις καὶ ὁ Χερσῶνος, ἐν ἡγουμένοις ὁ Χρυσοπολίτης, ὁ τῆς ∆ίου, ὁ τῆς Χώρας καὶ μικροῦ δεῖν πάντες οἱ ἐν ἄστει. ἐνίστανται οἱ τῆς Βιθυνίας χάριτι Χριστοῦ. προσεύχου, πάτερ, κραταιοῦσθαι αὐτοὺς σὺν ἡμῖν τοῖς ταπεινοῖς ἕως τέλους. οὐδεὶς ἐκ τοῦ λαϊκοῦ τάγματος στήκων, πλὴν τοῦ Πηξιμηνίτου, ὃς καὶ δαρεὶς ἐξώρισται· ἐν κληρικοῖς ὁ θαυμαστὸς Γρηγόριος, οὗ ἐπίκλην Κεντροκούκουρος, καί γε ἐν ἡγουμέναις μέχρι τῶν ἕξ, ἐν μοναστηρίοις φρουρούμεναι. Ἔλθοιμι ἐπὶ τὸ ἀναγκαῖον τῆς ἐντολῆς σου. τί, ὦ πάτερ, ἐπιτέταχας τὰ ὑπὲρ ἐμὲ καὶ κατὰ βαθμὸν καὶ κατὰ τὴν ἐνεστῶσαν ἀνάγκην; κρύβδην πως καὶ τὸ εἰς τοὺς γνησίους προσαγορεύειν με. δέος ἐπὶ πάντας, καί γε μάλιστα ἐπ' ἐμοὶ τῷ ἁμαρτωλῷ, μή πού τι διάδηλον γίνοιτο τῷ κρατοῦντι. καὶ γὰρ μετεξωρίσθην ἐν Ἀνατολικοῖς καὶ θυμὸς περὶ ἐμὲ τὸν δείλαιον οὐκ ὀλίγος τῷ Καίσαρι, ἐκ δηλωμάτων μᾶλλον ἀναφθείς, τοῦ μὲν σιγᾶν μοι καὶ μὴ διδάσκειν προστάττοντος, κἀμοῦ τοῦ δυστήνου ἀναινομένου καὶ προσαντέστερα ἀντιφωνοῦντος. διὰ ταῦτα πληγαί, κἂν ἔλαθον ταύτας αἰδοῖ καὶ εὐσεβείᾳ τοῦ πλήκτορος, ἁρπαγαὶ τῶν ὑπηρετούντων μοι, βιβλιδίων αὐτῶν ὧν εἶχον. πῶς οὖν ἐν τούτοις δυναίμην τι τῶν ἐνταλθέντων ἐγχειρῆσαι, ἀπορῶ· σύγγνωθι τῇ ταπεινώσει μου, εἰ καὶ μακάριον τὸ πρᾶγμα. καὶ οὔπω λέγω ὅτι ἐφίσον τῶν αὐτόθι κἀνταῦθα ἡ τοῦ λιμοῦ συντριβή. πλὴν ἐφ' ἑνὶ προσώπῳ θαρρήσας ἐπέστειλα· εἰ ἀνύσειέν τι τὸ γράμμα, δηλώσει ἡ ἀποστολή. Τὸ λοιπὸν προσεύχου ὑπὲρ τοῦ τέκνου σου κατόπιν βαδίζειν τῆς ἁγιωσύνης σου. 113 {1Πατρικίῳ}1 Ὀφειλέτην ἐμαυτὸν λογιζόμενος τῆς περιδόξου μεγαλοφυΐας σου κέκρικα νῦν μὴ ψιλῇ φωνῇ, ἀλλὰ γράμμασι προσαγορεῦσαί σε τὸν ποθούμενον. εἰ γὰρ καὶ ἄλλοις οὐκ ἐκφερομυθεῖν μυστήριον παραχωρεῖ ὁ καιρός, ἀλλά γε ὑμῖν τοῖς ἐμοῖς οὐ κωλύειν ἔχει· ἐμοῦ γὰρ ὑμεῖς καὶ δεσπόται καὶ ἀφ' αἵματος, διὸ καὶ τὸ φίλτρον, καὶ οὐ τοσοῦτον ἐκ γένους, ὅσον ἐκ πνεύματος ἐναρέτου. ἐπεὶ καὶ ἄλλοι ἀγχιστεῖς, ἀλλ' οὐχ οὕτως ἐραστοί, ὥστε με τὰ ἴσα ἐπιστέλλειν. ἐπεύχομαι ὑμῖν κἂν ἁμαρτωλὸς τὰ σωτήρια, καί γε τὰ ὑγιαστήρια ψυχῆς καὶ σώματος. τοῦτο δέ φημι διὰ τὴν ἐνεστῶσαν αἵρεσιν καὶ ψυχοφθόρον πλάνησιν, ὡς ἂν ἀπήμαντος διαφυλαχθείης ὁ θεόφοβός μου δεσπότης, καί γε πανέστιος· ἦρκται γὰρ ἡ ὀργὴ παρὰ Κυρίου ἀπὸ Βυζαντίδος τῆς ὑβριστρίας, καθ' ὅσον ἀποδοκιμάζειν εἴωθεν τὰ πρὸς Κύριον ἔκπαλαι. καὶ ἤδη κατέδεται τὸ πῦρ τὰ ἑκασταχοῦ. μακάριος ὁ συνιῶν καὶ μένων ἄφλεκτος. Εἰ γὰρ πτωχὸς καὶ πένης Χριστὸς δι' ἡμᾶς, πῶς οὐ τὰ τῆς πτωχείας ἰδιώματα ἐν αὐτῷ, ἤτοι χροιά, ἁφή, σῶμα, ἐξ ὧν καὶ ἐν οἷς ἡ περιγραφή. ἀποσκευάζουσι τοίνυν, ὦ ἄνθρωπε τοῦ θεοῦ, τὴν σωτήριον οἰκονομίαν τοῦ λόγου οἱ μὴ ὁμολογοῦντες αὐτὸν περιγεγράφθαι, καὶ τῆς τοῦ Ἀντιχρίστου παρουσίας προεισόδια τὰ παρόντα. ἀλλ' οὐαί σοι, Βυζαντίς, ὅτι καὶ ἀπὸ σοῦ τὸ κρίμα ἦρκται καὶ ἐν σοὶ τελευτήσειεν τὰ κακά, ὅταν ἀναπληρωθῶσιν αἱ ἁμαρτίαι σου. Ταῦτά μοι ἐκ πόθου καὶ πόνου τῇ μεγαλονοίᾳ σου, εἰδυίᾳ τὰ μείζονα. 114 {1Ἀθανασίῳ τέκνῳ}1 Γράφω σοι τανῦν, τέκνον μου, ὡς οὐκ ἐβουλόμην, καὶ τὸν τρόπον οἶδας. φεῦ μοι τῷ ἀθλίῳ, οἴμοι τῷ ταλαιπώρῳ, οἷον συμβέβηκε τοῖς δυσὶν ἀδελφοῖς ἡμῶν. ἐμοὶ δέ, εἰ καὶ ἄμφω ποθητοὶ (τέκνα γὰρ ἀληθινά), ἀλλ' ὅμως ὁ σφέτερος ἐρασμιώτερος. διατί; ὅτι ἄνθρωπος θεοῦ, πλήρης πίστεως καὶ ἀληθείας, υἱὸς ὑπακοῆς, τέκνον φωτός, ἀνὴρ ἐπιθυμιῶν, ὑποτακτίτης ἀψευδής, δαμαστὴς παθῶν, καί γε ζηλωτής, καί γε πρόθυμος ὁδοιπόρος τῶν κατ' ἐντολήν, φιλῶν σφόδρα τὸν ἐν πνεύματι πατέρα καὶ φιλούμενος ἴσα, ἄσχετος σαρκὸς καὶ θεῷ συνημμένος, χρήσιμος πᾶσιν καὶ ὑπὸ πάντων αἱρετιζόμενος. δοκεῖς με χαρίζεσθαι τῷ ἀνδρί; καὶ πλέον ἔχει τὰ τῆς ἀληθείας. ἥψατό μου τὸ περὶ αὐτὸν πάθος κραταιῶς,