34
μὲν βοηθῇ γράμμασι, τὸ δὲ ἐπικουρῇ ἱκετηρίαις. καὶ ἄλλον δέ τινα παρεθέμεθα τῷ ἀδελφῷ λόγον, καὐτὸν πάντως ἀναγγελεῖ καὶ ἀποδώσει, ὁπηνίκα φθάσει ἰδεῖν τὸν τίμιόν σου χαρακτῆρα. Προσαγορεύει σὺν ἡμῖν καὶ ὁ ἀρχιεπίσκοπος, ὁ Καλόγηρος, ὁ ἀββᾶς Λεόντιος καὶ ἡ λοιπὴ ἡμῶν ἀδελφότης. τὴν ἁγίαν σου συνοδίαν προσειπεῖν ἐξ ἡμῶν καταξίωσον. 27 {1Νικήτᾳ πατρικίῳ}1 Τοὺς μὲν ἄλλους τυχὸν χάρις ἀνθρωπίνη ἀναβιβάζειν πέφυκεν ἐπὶ τὸ ὕψος τῶν ἀξιωμάτων· σὲ δὲ τὸν εὐσεβέστατον καὶ παμπόθητον ἡμῶν δεσπότην ἀρετὴ ὡς ἀληθῶς καὶ οὐ χάρις τις ἀνήγαγεν ἐν τῷ μεγέθει τοῦ ἀξιώματος, οὐ μὲν οὖν κατά τινα χρόνον καὶ ἐν μιᾷ ἐξουσίᾳ, ἀλλὰ διὰ παντὸς καὶ ἐν πολλαῖς, ὥσπερ τινὰ χρυσὸν μεταχειριζομένη καὶ εἰς πᾶν ὁτιοῦν κόσμον τῇ εὐσεβεῖ ἡμῶν βασιλείᾳ προβαλλομένη. καὶ τὰ πράγματα δῆλα, κἂν ἡμεῖς μὴ λέγωμεν, ὥστε καὶ τὸ νῦν ἀξιολόγως οἱ χριστομίμητοι ἡμῶν βασιλεῖς ἀντιπρόσωπον τῆς ἑαυτῶν καλοκἀγαθίας ἔθεσάν σε ἐν ταύταις ταῖς ἡμέραις τῇδε τῇ βασιλευούσῃ πόλει. αὕτη ἐστὶν ὑπὲρ τῆς πεμφθείσης προσηγορίας παρὰ τῆς εὐσεβείας σου τὸ νῦν διὰ τοῦ γραμματηφόρου ἀντιπροσφώνησις. καί γε Κύριος ὁ θεὸς ἡμῶν διαφυλάξειέν σε ἀπήμονα ψυχῇ τε καὶ σώματι πρὸς τὸ ἑξῆς ἐν τῷ ἄρχειν τε καὶ ἐξουσιάζειν, ὡς ἂν ὑπὸ θεοῦ σοι δι' αὐτῶν τῶν πραγμάτων μεμαρτύρηται ἡ ἐξουσία δεδόσθαι. Ἐπειδὴ δὲ φειδοῖ τῆς ταπεινώσεως ἡμῶν (οὕτω γὰρ πιστεύομεν καὶ οὐκ ἄλλως) διελέχθη σου ἡ εὐσέβεια τῷ ἀδελφῷ περὶ τῆς ὑποθέσεως τῶν τριχῶν, τοῦτο καὶ ἐκεῖνο ποιησάντων ἡμῶν, καὶ ὡς δέον καὶ καιρὸν σκοπεῖσθαι καὶ κανονικῶς πράττειν καὶ ἐν τοῖς οἰκείοις ὅροις μένειν, ἐπειδὴ καὶ πατριάρχης προκαθεζόμενος ὧδε, τἀληθῆ ἀπολογούμεθα, πρότερον ἀπευχαριστοῦντες αὐτῇ ὅτι πονοῦσά ἐστι καὶ κηδομένη τῶν καθ' ἡμᾶς. καὶ δέον· ἰδίωμα γὰρ αὐτὸ τοῦτο καὶ μαρτυρία τῆς ἧσπερ ἀναγγέλλομέν σου καλοκἀγαθίας, τάχα δὲ καὶ διὰ τὴν ἀγχιστείαν ὀφείλει τις εἶναι ἰδικωτέρα παρὰ τοὺς πολλοὺς διάθεσις. Νόμοι τοιγαροῦν, ὦ δέσποτα, θεῖοι καὶ κανόνες εἰσὶν οἱ ἄγοντες πάντα τὸν εὐσεβοῦντα, παρ' οὓς οὐκ ἔστιν οὔτε πρόσθεσιν οὔτε ὕφεσιν ποιεῖσθαι. αὐτοὶ καὶ ἡμᾶς τοὺς ταπεινούς, εἰ καὶ μυριάκις σφαλλόμεθα πρὸς ταῖς ἄλλαις ὑποθέσεσι, καὶ εἰς τὸν τῶν κομώντων ἴσχουσιν. καὶ ὥσπερ ἡ ἐξουσία σου τὰ διατεταγμένα πρὸς τῶν εὐσεβῶν ἡμῶν δεσποτῶν φυλάττειν διαγωνίζεται, πῆ μὲν ἀναγγέλλουσα τὰ συμβαίνοντα, πῆ δὲ ἐκπληροῦσα τὰ προστασσόμενα, εἴργουσά τε καὶ ἀφορίζουσα καὶ ὅσα ἄλλα ἐπισυμβαίνει, οὐ δυσωπουμένη προσ ώπῳ τινὶ οὔτε μικρῷ οὔτε μεγάλῳ (ἅπαξ γὰρ ὃ ἤκουσεν καὶ ἐνετάλθη ἐκπληροῦν κατασπεύδεται· κίνδυνος γὰρ οὐχ ὁ τυχὼν κἂν πρὸς μικρὸν ἀναβάλλεσθαι), οὕτω τοίνυν καὶ πολλῷ μᾶλλον ἐφ' ἡμῖν τοῖς λαχοῦσι τὸ ἱερατεύειν μείζων καὶ ὀλεθριώτερος ὁ κίνδυνος μὴ ἀποπεραιώσειν πάντα τὰ διὰ τῶν θείων κανόνων καὶ θεσπεσίων πατέρων παρὰ τοῦ βασιλέως τῶν ὅλων θεοῦ προστασσόμενα. ὅτι δὲ πρόσταγμα θεῖον, πρῶτον μὲν φανεροῖ ὁ ἀπόστολος, ἔπειτα αἱ διατάξεις, εἶτα ὁ Χρυσόστομος, κατασκευάζων ἁμάρτημα ὁμολογούμενον εἶναι τὸ κομᾶν τοὺς ἄνδρας, τελευταῖον ὁ παρὰ τῇ ἕκτῃ ἁγίᾳ συνόδῳ κανών, προστάσσων καὶ ἀφορισμὸν τοῖς μὴ πειθομένοις· ὃν καὶ ἀπέστειλα, ἵνα αὐτήκοος γενομένη γνοίη μηδὲν ἡμᾶς τοὺς ἁμαρτωλοὺς ἀκανονίστως ποιεῖν. Ἡμεῖς δὲ τούτου τοῦ κανόνος οὐκ ἐπικρατεῖς νῦν γεγόναμεν, ἀλλὰ πάλαι, καὶ γνωστὸν γέγονε καὶ τῷ προηγησαμένῳ πατριάρχῃ· ἐπεὶ καὶ διελέχθη ἡμῖν τὰ εἰκότα, οὐκ ἐγκαλῶν, ἀλλ' ἀποδεχόμενος (πῶς γὰρ ἂν καὶ ἠδύνατο, κανόνος κειμένου;) λέγων τε ὅτι "4γέγονε κἀμοὶ ὑπόμνησις περὶ τούτου, κἂν οὐκ ἠκούσμεθα"5. ἀλλ' ἐκείνῳ μὲν τὴν οἰκονομίαν οὐκ ἠκριβολογούμεθα, ἡμεῖς δὲ ἕως τοῦ νῦν οὕτω διήλθομεν, οὐ δημοσίως διαγορεύοντες (ἐπεὶ μηδὲ ἐπισκοποῦμεν), ἐν δὲ τῇ οἰκείᾳ ἐκκλησίᾳ φυλαττόμενοι, διότι ἱερατεύομεν, καὶ προέσθαι τὸ σῶμα καὶ αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τοῖς ὁμολογουμένως κρατουμένοις ὑφ' ἁμαρτήματος οὐχ οἷόν τέ