1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

58

ἐγένετο οὐδὲ ἕν». 3.6.4 ταῦτα μὲν οὖν τῇ ἁγίᾳ καὶ καθολικῇ ἐκκλησίᾳ ὧδέ πη διὰ τῶν θείων φωνῶν παραδίδοται τὰ μυστήρια· Μάρκελλος δὲ πάντα φύρας, ποτὲ μὲν εἰς αὐτὸν ὅλον τὸν Σαβελλίου βυθὸν χωρεῖ, ποτὲ δὲ Παύλου τοῦ Σαμοσατέως ἀνανεοῦσθαι πειρᾶται τὴν αἵρεσιν, ποτὲ δὲ Ἰουδαῖος ὢν ἄντικρυς ἀπελέγχεται· μίαν γὰρ ὑπόστασιν τριπρόσωπον ὥσπερ καὶ τριώνυμον εἰσάγει, τὸν αὐτὸν εἶναι λέγων τὸν θεὸν καὶ τὸν ἐν 3.6.5 αὐτῷ λόγον καὶ τὸ ἅγιον πνεῦμα. εἶτ' ἐντεῦθεν μεταβὰς ἐπὶ τὰς ἀποστολικὰς περὶ τοῦ Χριστοῦ θεολογίας, πάλιν διαστρόφοις κέχρηται ἑρμηνείαις. τοῦ γὰρ θείου ἀποστόλου θεολογοῦντος διαρρήδην τὸν υἱὸν τοῦ θεοῦ καὶ λέγοντος «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν», 3.7.1 ὁ θαυμαστὸς οὗτος αὖθις ἐπὶ τὴν σάρκα καταπεσὼν αὐτὴν εἶναι ἀποφαίνεται τὴν εἰκόνα τοῦ ἀοράτου θεοῦ, οὐκ ἀκούων ὡς ἀρσενικῷ χαρακτῆρι ἐξενήνεκται τὸ «ὅς ἐστιν εἰκών». τὸ γὰρ «ὃς» οὐκ οἶδ' ὅπως ἐφαρμόσας τῇ σαρκί, ταύτην ἔφη δηλοῦσθαι ὡς αὐτῆς οὔσης τῆς εἰκόνος «τοῦ θεοῦ τοῦ ἀοράτου». καὶ πάλιν τὸ «αὐτός ἐστιν πρὸ πάντων» περὶ τῆς σαρκός φησιν εἰρῆσθαι, οὐκ αἰδούμενος 3.7.2 τὸ «αὐτὸς» ἐπὶ τῆς σαρκὸς ἐκλαμβάνειν. καὶ τὸν «πρωτότοκον πάσης κτίσεως» διὰ τὴν σάρκα κεκλῆσθαι λέγει, ἐπιμένει τε ἀδιατρέπτως ἐν τῇ σαρκὶ φάσκων «τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς» ἐκτίσθαι, «τά τε ὁρατὰ καὶ τὰ ἀόρατα», οὐδὲ διατρέπεται θρόνους καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας διὰ τῆς σαρκὸς τοῦ σωτῆρος λέγων τῆς ἐν Χριστῷ κτίσεως ἠξιῶσθαι. ἤδη δὲ διὰ τῆς πρὸ τούτου γραφῆς τὰς περὶ τούτων τοῦ Μαρκέλλου φωνὰς παραθέμενος, λόγου συμμετρίας φειδόμενος, τῇ αὐτῶν ἐκείνων ἀρκεσθήσομαι μαρτυρίᾳ. ὡς δὲ διάστροφος καὶ βεβιασμένη ἡ τοιαύτη τυγχάνει τῆς ἀποστολικῆς λέξεως διήγησις, οὔ μοι δεῖν ἡγοῦμαι κατασκευῆς πλείονος, διὰ τὸ καὶ παντί τῳ κατάφωρον εἶναι τὸ ἀναιδὲς τῆς ἑρμηνείας. 3.8.1 πλὴν τοσαῦτα περὶ τῆς σαρκὸς τοῦ σωτῆρος εἰπὼν οὐδ' αὐτὴν ἡμῖν φυλάττει σώαν· ὡς εἴθε γὰρ κἂν εἰς αὐτὴν τὸν εὐσεβῆ διετήρει λογισμόν. νυνὶ δὲ μετὰ πάντα τὰ περὶ αὐτῆς αὐτῷ λελεγμένα ἐπὶ συντελείᾳ τῶν αἰώνων καταλείπεσθαι αὐτὴν ἔρημον τοῦ λόγου ἀποφαίνεται γράφων οὕτως εἰ οὖν ὁμολογεῖ τὴν σάρκα μηδὲν ὠφελεῖν αὐτόν, πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν ὡς αὐτῷ λυσιτελοῦσαν συνεῖναι τῷ λόγω; καὶ δευτεροῖ τὸ αὐτὸ ἐν ἑτέρῳ φάσκων εἰ τοίνυν ἐν τῷ καιρῷ τῆς ἀποκαταστάσεως ἁπάντων καὶ αὐτὴν τὴν κτίσιν ἐκ τῆς δουλείας εἰς τὴν ἐλευθερίαν μεταβλη θήσεσθαι ὁ Παῦλος ἔφη λέγει γὰρ «ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθε ρωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ», πῶς ἔτι τὴν τοῦ δούλου μορφήν, ἣν ἀνείληφεν ὁ λόγος, μορφὴν οὖσαν δούλου, συνεῖναι τῷ λόγῳ δι' αὐτὴν γένοιτ' ἂν δυνατόν; ὁρᾷς ὁποίας προέσθαι φωνὰς κατὰ τῆς σαρκὸς τοῦ σωτῆρος ἡμῶν τετόλμηκεν, οὐκ ἐπιστήσας ὡς καὶ πρὸ τῆς εἰς οὐρανοὺς ἀναλήψεως ἔτι οὖσαν αὐτὴν ἐπὶ γῆς πρὸ τοῦ πάθους οὕτως ἐδόξασεν ἐν τῷ ὄρει, τρισὶν τοῖς ἐκκρίτοις αὐτοῦ μαθηταῖς μόνοις εἰκόνα δεικνὺς τῆς βασιλείας αὐτοῦ, ὡς ἐξαστράψαι τὸ πρόσωπον αὐτοῦ, καὶ 3.10.2 φωτὸς μαρμαρυγὰς ἐκλάμψαι «ἐγένετο» γάρ φησιν ἡ θεία γραφὴ «τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς τὸ φῶς», ἀλλ' οὐδὲ συνεὶς ὁποῖον σῶμα δόξης Χριστοῦ ὁ θεῖος ἀπόστολος ἔλεγεν καὶ ὡς καὶ τὰ ἡμέτερα σώματα σύμμορφα ἔσεσθαι ἐκείνῳ τῷ σώματι ἐδίδασκεν λέγων «ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ», ἀλλ' οὐδὲ νοήσας τίνι τρόπῳ καταποθήσεσθαι τὸ θνητὸν ὑπὸ τῆς ζωῆς ἔγραφεν φάσκων «ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ' ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς»· τούτων