1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

38

ὠσίν»; οἷς οὐδὲ περὶ τῆς ἄνω Ἱερουσαλὴμ ἀνεκάλυπτον οἱ τοῦ θεοῦ προφῆται, ὥσπερ οὖν τῇ ἐκκλησίᾳ Χριστοῦ διασαφῶν καὶ τοὺς περὶ ταύτης λόγους ὁ Παῦλος ἐβόα λέγων «ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν», καὶ «προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογε 22.20.9 γραμμένων ἐν οὐρανοῖς». λεγέτω πρὸς ταῦτα Μάρκελλος, εἰ οἷός τέ ἐστιν ἐκ τῶν παλαιῶν γραμμάτων τὴν τούτων προφέρειν διδασκα 2.20.10 λίαν. εἰ δὲ μὴ εὑρίσκοι, τὴν αἰτίαν ἀποδιδότω δι' ἣν σεσιώπητο τοῖς τοῦ θεοῦ προφήταις ταῦτά τε πάντα καὶ ἄλλα τούτοις ἀδελφὰ μυρία, περὶ ὧν ὁ αὐτὸς ἀπόστολος ὑπὲρ ἡμῶν ἐδεῖτο τοῦ θεοῦ, «ἵνα ἐξισχύσωμεν καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώ2.20.11 σεως ἀγάπην τοῦ θεοῦ». καὶ αὐτὸς δὲ ὁ σωτὴρ ἡμῶν πλεῖστα ὅσα μυστήρια περὶ τῆς βασιλείας τῶν οὐρανῶν περί τε τῆς συντελείας τοῦ παντὸς περί τε τῶν ἐπαγγελιῶν ποτὲ μὲν διὰ παραβολῶν ποτὲ δὲ καὶ ἐν ἀπορρήτοις ἐξέφαινεν τοῖς αὐτοῦ μαθηταῖς, πρὸς οὓς ἔλεγεν «ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τοῦ θεοῦ». ὧν οὐκ ἂν εὕροι τις 2.20.12 τὰ ἴσα παρὰ Μωσεῖ ἢ παρὰ τοῖς λοιποῖς προφήταις. τί οὖν; ἐπεὶ μὴ τῷ Ἰουδαίων λαῷ παρεδόθη ταῦτα, εἰς ἐπιτήδειον καιρὸν φυλαττόμενα τῇ ἐκκλησίᾳ Χριστοῦ, παρὰ τοῦτο χρῆν ἡμᾶς τὴν δωρηθεῖσαν ἡμῖν χάριν ἀθετεῖν ἢ μειζόνως εὐχαριστεῖν τῷ τῆς τοσαύτης ἡμᾶς καταξιώσαντι γνώσεως; κατὰ τὸν αὐτὸν οὖν τρόπον καὶ τὰς περὶ τοῦ υἱοῦ διδασκαλίας ἐκ τῆς αὐτοῦ καινῆς διαθήκης προσήκοι ἂν ἀπολαμβάνειν, οὐδὲν ξενιζομένους εἰ μὴ τῷ σκληροκαρδίῳ λαῷ τὴν περὶ αὐτοῦ γνῶσιν ἀνεκάλυπτον οἱ τοῦ θεοῦ ἄνθρωποι, εἰς καιρὸν 2.20.13 εὔκαιρον τὸν περὶ αὐτοῦ ταμιευόμενοι λόγον. οὐ γὰρ ἐδόκει ἐπιτήδειον εἶναι τὸ τηνικαῦτα ὑποσυρομένοις ἀνδράσιν ἐπὶ τὴν πολύθεον πλάνην παραδιδόναι τὸ περὶ πατρὸς καὶ υἱοῦ μυστήριον, οἷς οὐδὲ τοὺς περὶ τῶν ὑποβεβηκυιῶν δυνάμεων ἐξεκάλυπτον λόγους, ὡς ἂν μὴ προφάσει ταύτῃ ἐπὶ τὴν Ἑλληνικὴν καταπέσοιεν πολυθεΐαν, οἳ πατέρα «ἀνδρῶν τε θεῶν τε» τὸν παρ' αὐτοῖς ἀνεπλάσαντο θεόν. 2.20.14 διόπερ τῆς τοιαύτης αὐτοὺς ἀναστέλλων πλάνης ὁ λόγος τὸν ἕνα θεὸν ἐκήρυττεν, οὐ μὴν πατέρα εἶναι τὸν αὐτὸν ἠρνεῖτο· καὶ τὸν ἀληθῆ δὲ σέβειν ἐδίδασκεν καὶ πλὴν αὐτοῦ μηδένα εἰδέναι παρῄνει, οὐ μὴν ἠρνεῖτο εἶναι αὐτὸν πατέρα. εἰ δὲ καὶ κύριον καὶ θεὸν αὐτὸν καὶ δίκαιον καὶ σωτῆρα ἀπεκάλει, ἀλλ' οὐκ ἀπέκλειεν τοῦ καὶ πατέρα εἶναι αὐτὸν ἡγεῖσθαι τοῦ μονογενοῦς αὐτοῦ καὶ ἀγαπητοῦ 2.20.15 υἱοῦ. εἴτ' οὖν ὁ πατὴρ λέγοι εἴθ' ὁ υἱὸς τὸ «ἐγώ εἰμι ὁ ὤν», ἀληθεύοι ἂν ἑκατέρως ὁ λόγος. ὅ τε γὰρ πατὴρ «ὁ ὢν» εἴη ἄν, μόνος αὐτὸς ὢν «ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν θεὸς» ὡς ὁ θεῖος ἐδίδαξεν ἀπόστολος. ὅ τε υἱὸς καὶ αὐτὸς χρηματίζων «ὁ ὢν» ἀληθεύοι ἄν, μόνος ὢν υἱὸς μονογενὴς τοῦ ὄντος· ἀλλὰ καὶ εἰκὼν τοῦ ἀοράτου θεοῦ ὑπάρχων κατὰ τοῦτο εἴη ἂν αὐτοῦ εἰκών, καθ' ὃ μόνος ἦν αὐτὸς «ὁ ὤν»· διὸ καὶ αὐτὸς χρηματίζοι ἂν «ὁ ὤν», ἐπεὶ καὶ θεὸς καὶ κύριος ὁμοίως τῷ πατρὶ καὶ αὐτὸς διὰ πάσης ἀνηγόρευται τῆς θεοπνεύστου γραφῆς. 2.21.1 τοῦτο δέ ἐστιν καὶ ἐκ τοῦ πρὸς τὸν Μωσέα χρηματισμοῦ γνῶναι· λέγει δ' οὖν ἡ γραφὴ «ἐλάλησεν δὲ ὁ θεὸς πρὸς Μωσῆν καὶ εἶπεν πρὸς αὐτόν· ἐγὼ κύριος· καὶ ὤφθην πρὸς Ἀβραὰμ καὶ πρὸς Ἰσαὰκ καὶ πρὸς Ἰακώβ, θεὸς ὢν αὐτῶν». ὁρᾷς ὅπως ὦφθαι ἑαυτὸν τοῖς πατράσιν ἔφη. πότε δὲ ὤφθη, πάλιν ἡ γραφὴ μαρτυρεῖ λέγουσα «ὤφθη δὲ κύριος ὁ θεὸς τῷ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ πρὸς τῇ θύρᾳ». πῶς δὲ ὤφθη ἀλλ' ἐν σχήματι ἀνθρωπίνῳ; τίνα δὲ χρῆν πιστεύειν εἶναι τοῦτον ἢ τὸν υἱὸν τοῦ θεοῦ; ὃ δὴ καὶ αὐτὸς ἐν Εὐαγγελίοις παρίστη λέγων πρὸς τοὺς Ἰουδαίους «Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, 2.21.2 καὶ εἶδεν καὶ ἐχάρη»· ὅτε καὶ θαυμασάντων ἐπὶ τῷ λόγῳ προσέθηκεν τὸ «πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι», τὴν προΰπαρξιν ἑαυτοῦ παριστὰς λευκότατα. τί δὴ οὖν συνίστησιν ὁ λόγος ἢ αὑτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ τὸν χρηματίσαντα τῷ Μωσεῖ καὶ