1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

15

ἀγγελικὰς δυνάμεις ἐπάρδων καὶ τρέφων τῇ τῆς θεότητος αὐτοῦ δυνάμει, καὶ τοσαῦτα ἦν πρὶν ἐπὶ γῆς ἐλθεῖν, υἱός τε ἦν ζωὴν ἔχων 1.20.33 «ἐν ἑαυτῷ», ὁμοίως τῷ πατρὶ ζωὴν ἔχοντι «ἐν ἑαυτῷ». τὸ γὰρ ἐξαίρετον καὶ ἰδιάζον τῆς τοῦ πατρὸς ἀγενήτου καὶ θεϊκῆς ζωῆς, δι' ἣν «μόνος ἔχειν ἀθανασίαν» κατὰ τὸν θεῖον ἀπόστολον εἴρηται, μόνος ἂν ἔχοι ὁ υἱός, ἅτε εἰκὼν τοῦ πατρὸς καὶ κατὰ τοῦτο τυγχάνων· ἔχει δὲ τὴν εἰρημένην ζωὴν οὐκ ἄναρχον οὐδὲ ἀγένητον οὐδὲ 1.20.34 ἰδιόκτητον ὁμοίως τῷ πατρί, ἀλλὰ παρὰ τοῦ πατρὸς λαβών. οὕτως γάρ φησιν «καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ, καθὼς ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ». οὐκοῦν ὁ μὲν ἔδωκεν, ὁ δὲ εἴληφεν. καὶ μόνος τοῦτ' εἴληφεν τὸ γέρας, ὡς μὴ ἔξωθέν ποθεν αὐτῷ πορίζεσθαι ὁμοίως τοῖς λοιποῖς ζῶσιν τὴν ζωήν, ἀλλ' ἐν ἑαυτῷ πηγάζουσαν ἔχειν αὐτὴν κατὰ τὴν ἐν τῷ πατρί. διὸ πάντα μὲν τὰ τῆς ζωῆς μέτοχα ἐξ ἐπιχορηγίας τοῦ υἱοῦ ζῇ· μόνος δὲ αὐτὸς πηγάζουσαν ζωὴν ἔχει ἐν ἑαυτῷ, τοῦ πατρὸς αὐτῷ τοῦτο δωρησαμένου εἰς ἀπόλαυσιν 1.20.35 τῶν μελλόντων δι' αὐτοῦ ζωοποιεῖσθαι. ὃ δὴ καὶ αὐτὸς διδάσκει λέγων «καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι' ἐμέ. οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς». ὁρᾷς ὅπως καὶ ἐν οὐρανῷ ὑπάρχων ἄρτος ἦν ζωῆς. διὸ λέλεκταί που «ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος». καὶ πρὶν ἀπεστάλθαι ἄρα ὑπὸ τοῦ πατρὸς ἐν οὐρανῷ ἦν καὶ ἔζη διὰ 1.20.36 τὸν πατέρα, οὐχ ὡς λόγος σημαντικὸς οὐδ' ὡς ἓν καὶ ταὐτὸν ὑπάρχων τῷ θεῷ, ἀλλ' ὡς ὑφεστὼς καὶ ζωὴν ἰδίαν ἔχων, ἣν ὁ πατὴρ 1.20.37 αὐτῷ δέδωκεν. καὶ προϊὼν δὲ ἑξῆς τὸ ὑπερέχον τῆς τοῦ πατρὸς δόξης παριστὰς ἔλεγεν «καθὼς ἐδίδαξέν με ὁ πατήρ, ταῦτα λαλῶ. καὶ ὁ πέμψας με μετ' ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε». τήρει δὲ ἀκριβῶς, ὅπως εἴρηται 1.20.38 «πάντοτε». οὐ γὰρ νῦν, φησίν, ὅτε ἐπὶ γῆς ἀνθρώποις διὰ σαρκὸς ὁμιλῶ, τὰ ἀρεστὰ τῷ πατρὶ διαπράττομαι, ἀλλὰ καὶ πάντοτε. καὶ ταῦτα δὲ λαλεῖν μαρτύρεται, ἅπερ ὡς παρὰ διδασκάλου παρὰ τοῦ πατρὸς μεμάθηκεν· οὐκοῦν καὶ διδάσκαλον ἐπιγράφεται τὸν πατέρα, ἕτερος ὢν δηλαδὴ παρ' αὐτόν, εἴγε πᾶς ὅ τῳ μαθητευόμενος ἕτερος 1.20.39 τυγχάνει τοῦ διδάσκοντος. εἰ δ' ἐν τῷ θεῷ ἦν ὁ λόγος, δι' ὃν καὶ λογικὸς ἂν ῥηθείη, τῶν τοῦ πατρὸς νοημάτων σημαντικός τις ὤν, πῶς ἂν αὐτὸς ἑαυτοῦ γένοιτο διδάσκαλος; πῶς δ' ἀχώριστος ὢν τοῦ θεοῦ, ἑαυτὸν ἔλεγεν ἀπεστάλθαι; πῶς δὲ ἓν καὶ ταὐτὸν ὑπάρχων τῷ θεῷ τὰ ἀρεστὰ πράττειν αὐτῷ διεμαρτύρετο; εἰ δὲ πρὸς ταῦτα λέγοι Μάρκελλος ἐν τῇ σαρκὶ ὄντα τὸν λόγον ταύτας εἰρηκέναι τὰς φωνάς, καὶ τί τοῦτο φήσομεν πρὸς τὸ μὴ ὁμολογεῖν υἱὸν αὐτὸν 1.20.40 εἶναι, ἀλλὰ λόγον μόνον; πῶς δ' ἐν τῇ σαρκὶ ἦν, ὅτε ταῦτ' ἔλεγεν; ἆρά γε ζῶν καὶ ὑφεστὼς καὶ τοῦ πατρὸς ὑπάρχων ἐκτός; καὶ τίς ἦν ὁ πατὴρ τότε, μὴ τὸν οἰκεῖον κεκτημένος ἐν αὑτῷ λόγον, ἀλλ' ὑφεστὼς ἄνευ λόγου; ἐνοικῶν δ' ἐν τῇ σαρκὶ ὁ λόγος, ὅτ' ἐπὶ γῆς ἐποιεῖτο τὰς διατριβάς, εἰ μὲν τοῦ πατρὸς ἐκτὸς ἦν, ζῶν καὶ ὑφεστὼς καὶ τὴν σάρκα κινῶν ψυχῆς δίκην, ἕτερος δηλαδὴ παρὰ τὸν πατέρα, καὶ δύο πάλιν ὑποστάσεις αὐτός τε καὶ ὁ πατὴρ ὑπῆρχον, 1.20.41 μάταιός τε πᾶς ὁ Μαρκέλλου πεφώραται πόνος οὐσιώδη λόγον ζῶντα καὶ ὑφεστῶτα τὸν ἐν τῇ σαρκὶ γενόμενον ὁριζομένου. εἰ δ' ἐκτὸς ὑπῆρχεν τοῦ θεοῦ ὁ ἐν τῷ σώματι κατοικῶν λόγος, ἥνωτο δὲ καὶ συνῆπτο τῷ θεῷ ὡς ἕν τε καὶ ταὐτὸν εἶναι αὐτῷ, ἐξ ἀνάγκης δώσει ἢ αὐτὸν εἶναι τὸν πατέρα ἐν τῇ σαρκί, ἢ τὸν υἱὸν ὑφεστῶτα καθ' ἑαυτὸν καὶ ἐνεργοῦντα ἐν τῷ σώματι, ἢ ψυχὴν ἀνθρώπου, ἢ εἰ μηδὲν τούτων, αὐτόματον κινεῖσθαι τὴν σάρκα, ἄψυχον 1.20.42 οὖσαν καὶ ἄλογον. εἰ μὲν οὖν τὸν πατέρα λέγοι, ἔσται ὁ πατὴρ αὐτῷ ὁ γεννηθεὶς καὶ παθὼν καὶ πᾶν ἔργον ἀνθρωποπαθὲς ὑπο μείνας, ὃ δὴ φθεγξάμενον τὸν Σαβέλλιον ἀσεβείας ἐγράψατο γραφὴν τοῦ θεοῦ ἡ ἐκκλησία. εἰ δὲ τὸν πατέρα λέγειν οὐ θεμιτὸν ἐνανθρωπήσαντα, τὸν υἱὸν ὁμολογεῖν ἀνάγκη αὐτῷ μαθητευομένους τοῦτο 1.20.43 διδάσκοντι. εἰ δὲ τοῦτον ἀρνοῖτο Μάρκελλος ὑφεστάναι, ὥρα ψιλὸν ἄνθρωπον αὐτὸν ὑποτίθεσθαι ἐκ σώματος καὶ