1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

11

Ἰωάννης ἐν ἀρχῇ τοῦ εὐαγγελίου εἴρηκεν. ἐπειδὴ γὰρ τὴν μετὰ τὴν τῆς σαρκὸς ἀνάληψιν Χριστός τε καὶ Ἰησοῦς κηρύττεται, ζωή τε καὶ ὁδὸς καὶ ἡμέρα καὶ ἀνάστασις καὶ θύρα καὶ ἄρτος καὶ εἴ τι ἕτερον ὑπὸ τῶν θείων ὀνομάζοιτο γραφῶν, οὐ παρὰ τοῦτο ἀγνοεῖν ἡμᾶς προσήκει τὸ πρῶτον ὄνομα, ὅτι λόγος ἦν. διὰ τοῦτο γὰρ καὶ ὁ ἁγιώτατος εὐαγγε λιστὴς καὶ μαθητὴς τοῦ κυρίου, σφόδρα ἐγρηγορὼς τῷ πνεύματι, τῆς ἄνωθεν μνημονεύων ἀρχῆς καὶ μηδενὸς νεωτέρου, «ἐν ἀρχῇ ἦν ὁ λόγος», ἔφη «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος», ἵνα δείξῃ ὅτι, εἴ τι καινὸν καὶ νεώτερον ὄνομα, τοῦτ' ἀπὸ τῆς καινῆς αὐτῷ καὶ νέας ὑπῆρξε κατὰ σάρκα καὶ οἰκο νομίας. 1.18.2 καὶ ἑξῆς ἐπιλέγει οὐκοῦν πρὸ μὲν τοῦ κατελθεῖν καὶ διὰ τῆς παρθένου τεχθῆναι λόγος ἦν μόνον. ἐπεὶ τί ἕτερον ἦν πρὸ τοῦ τὴν ἀνθρω πίνην ἀναλαβεῖν σάρκα τὸ κατελθὸν «ἐπ' ἐσχάτων τῶν ἡμε ρῶν», ὡς καὶ αὐτὸς ἔγραφεν, καὶ τὸ γεννηθὲν ἐκ τῆς ἁγίας παρθένου; οὐδὲν ἕτερον ἢ λόγος. καὶ πάλιν ἐπιφέρει πρότερον γάρ, ὥσπερ πολλάκις ἔφην, οὐδὲν ἕτερον ἦν ἢ λόγος. 1.18.3 καὶ προστίθησιν αὖθις φάσκων ὁ μὲν γὰρ λόγος «ἐν ἀρχῇ ἦν», μηδὲν ἕτερον ὢν ἢ λόγος· ὁ δὲ τῷ λόγῳ ἑνωθεὶς ἄνθρωπος, οὐκ ὢν πρότερον, γέγονεν ἄνθρωπος, ὡς διδάσκει ἡμᾶς Ἰωάννης· «καὶ ὁ λόγος σὰρξ ἐγένετο». 1.18.4 διὰ τοῦτο τοίνυν τοῦ λόγου μνημονεύων φαίνεται μόνου. εἴτε γὰρ Ἰησοῦ εἴτε Χριστοῦ ὀνόματος μνημονεύοι ἡ θεία γραφή, τὸν μετὰ τὸν τῆς ἀνθρωπίνης ὄντα σαρκὸς τοῦ θεοῦ λόγον ὀνομά ζειν φαίνεται. εἰ δέ τις καὶ πρὸ τῆς νέας διαθήκης τὸ τοῦ Χριστοῦ ἢ Ἰησοῦ ὄνομα ἐπὶ τοῦ λόγου μόνου δεικνύναι δύνασθαι ἐπαγγέλλοιτο, εὑρήσει τοῦτο προφητικῶς εἰρημένον. καὶ μεθ' ἕτερα ἐπάγει λέγων εἰκότως οὖν πρὸ τῆς καθόδου τοῦτο ἦν, ὅπερ πολλάκις ἔφαμεν, λόγος· μετὰ δὲ τὴν κάθοδον καὶ τὴν τῆς σαρκὸς ἀνά ληψιν διαφόρων καὶ τῶν ἐπηγοριῶν τετύχηκεν. ταῦτα μὲν οὖν δι' ὧν Μάρκελλος ἁλίσκεται τὸν μὲν υἱὸν τοῦ θεοῦ τὸν ὄντα καὶ ζῶντα καὶ ἀληθῶς υἱὸν ὄντα ἀρνούμενος, λόγον δὲ 1.18.5 ψιλὸν εἰσάγων. δέδεικται δὲ διὰ τῶν ἔμπροσθεν παρατεθεισῶν αὐτοῦ φωνῶν καὶ ὁποῖον αὐτὸν εἶναι λόγον ὑπετίθετο, παραδείγματι χρώμενος τῷ ἀνθρωπείῳ λόγῳ ἕν τε καὶ ταὐτὸν εἶναι λέγων αὐτὸν τῷ θεῷ. καὶ δὴ ταύτην ἀρχὴν ὑποστησάμενος, ἀκολούθως ἐκ τῆς δοθείσης αὐτῷ ὑποθέσεως ἐπὶ τὸ καταψεύδεσθαι τῆς θεοπνεύστου γραφῆς διαστρόφους τε αὐτῆς ποιεῖσθαι τὰς ἑρμηνείας προῆλθεν. 1.19.1 ὧν βραχείας ἐπὶ τοῦ παρόντος καλῶς ἔχειν ἐφάνη μοι διασκέψασθαι, τοῖς τε ἀγνοοῦσιν ἐπιδεῖξαι, ὡς οὐδεμία μὲν αὐτῷ νεωτερίζοντι καὶ τῆς ὑγιοῦς ἐκτρεπομένῳ πίστεως συνᾴδει γραφή, τοὐναντίον δὲ πᾶσαι ἀντιφθέγγονται καὶ ἀντιμαρτυροῦσιν ταῖς οὐκ ὀρθῶς αὐτῷ παραληφθείσαις διηγήσεσιν. ὅπερ ἐχρῆν μάλιστα τοῖς τὸν ἄνδρα τιμῶσιν ἐνδείξασθαι, μήποτ' ἄρα τις αὐτῶν ἀπειρίᾳ τῶν θείων ἀναγνωσμάτων τυγχάνειν αὐτὸν τοῦ τῆς ἀληθείας σκοποῦ 1.19.2 νομίσειεν. καὶ δὴ τοῦτο πρῶτον διασκοπητέον, ὃ δὴ καὶ πρῶτον τετόλμηκεν ἀποφήνασθαι, πρὶν τεχθῆναι διὰ τῆς παρθένου τὸν υἱὸν τοῦ θεοῦ μὴ κεκλῆσθαι ἑτέρῳ ὀνόματι ἢ λόγον. μήτε γὰρ εἶναι αὐτόν τι πρὸ τῆς ἐνσάρκου παρουσίας ἢ λόγον, μήτ' ὠνομάσθαι ἑτέρως εἰ μὴ ἄρα προφητικῶς, λόγον γὰρ εἶναί τε καὶ ὠνομάσθαι καὶ οὐδὲν ἕτερον φάσκει, μετὰ δὲ τὴν ἔνσαρκον παρουσίαν διαφόρων καὶ τῶν ἐπηγοριῶν τετυχηκέναι. 1.20.1 τοῦτο δὴ οὖν πρῶτον δεικτέον ἀμαθῶς καὶ τῶν θείων γραφῶν ἀνεπιστημόνως αὐτὸν ἀποφηνάμενον. αʹ. πρῶτος μὲν γὰρ αὐτὸς ὁ θεῖος εὐαγγελιστὴς Ἰωάννης, ὁ δὴ λόγον αὐτὸν ἀνειπών, βʹ. οὐκ εἰς μακρὸν ἀλλ' εὐθὺς καὶ παρὰ πόδα θεὸν αὐτὸν ὠνόμασεν φήσας «καὶ θεὸς ἦν ὁ λόγος». δυνάμενος γοῦν εἰπεῖν· καὶ θεοῦ ἦν ὁ λόγος, τοῦτο μὲν οὐκ ἔφη, ὡς ἂν μή τις αὐτὸν τῷ παρὰ ἀνθρώποις ὅμοιον εἶναι φήσειεν, θεὸν δὲ αὐτὸν καλεῖ, τὸ ὑπερφυὲς τοῦ περὶ αὐτὸν θεοπρεποῦς ἀξιώματος οὕτω δεικνύς. 1.20.2 γʹ. μεταβὰς δὲ ἐφ' ἑτέραν ἐπίνοιαν τῆς περὶ αὐτοῦ δοξολογίας φῶς αὐτὸν ὠνόμασεν, προϋπάρχειν αὐτὸν τῆς τοῦ σώματος ἀναλή1.20.3 ψεως κατὰ τοῦτο αὐτὸ δηλώσας, ἐν οἷς περὶ τοῦ