1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

36

ἀντωνυμίας ἕνα εἶναι θεὸν 2.19.11 μόνον ἀποφαίνεται. καὶ αὖθις μικρὸν ὕστερον «ἐγώ εἰμι κύριος ὁ θεός σου» φησίν, ἑαυτὸν κύριον καὶ θεὸν εἶναι λέγων. τί δὲ καὶ δι' ἑτέρας γραφῆς μανθάνομεν; «καὶ γνώσῃ σήμερον» φησὶν «καὶ οὐ διαστραφήσῃ τῇ διανοίᾳ, ὅτι κύριος ὁ θεός σου, οὗτος θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστι πλὴν αὐτοῦ». καὶ αὖθις ἐν τῷ αὐτῷ ∆ευτερονομίῳ «ἄκουε, Ἰσραήλ·» φησὶν «κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν· καὶ ἀγα πήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης καρδίας σου καὶ ἐξ ὅλης 2.19.12 ψυχῆς σου καὶ ἐξ ὅλης διανοίας». καὶ πάλιν ἐν τῷ αὐτῷ «ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· πατάξω καὶ ἰάσομαι». πῶς οὖν Ἀστέριος ταῖς ἁγίαις γραφαῖς ἁπλῶς καὶ ἐμφόβως ἀκολουθεῖν προσποιούμενος οὐκ ἔγνω τὸ μέρος τοῦτο λέγον «κύριος ὁ θεός σου, οὗτος θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ», καὶ ὅτι «εἷς ἐστιν» καὶ πλὴν αὐτοῦ ἕτερος «οὐκ ἔστιν»; 2.19.13 καὶ μεθ' ἕτερα τούτοις αὖθις προστίθησιν λέγων πῶς οὖν ὁ ἱερὸς προφήτης Ἱερεμίας οὐ φανερῶς αὐτὸν ἑτεροδιδασκαλοῦντα ἐλέγξει; τὰ γὰρ κατὰ τὸν σωτῆρα ἡμῖν προ φητεύων οὕτως ἔφη «οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανε στράφη». 2.19.14 καὶ πάλιν προστίθησιν λέγων ἀλλ' ἔοικεν ἐν τῷ λόγῳ ὁ πατὴρ εἶναι, κἂν Ἀστερίῳ μὴ δοκῇ καὶ τοῖς τὰ αὐτὰ ἐκείνῳ φρονοῦσιν. δοκεῖ γὰρ τοῦτο τῷ θεσπεσίῳ προφήτῃ Ἡσαΐᾳ, τῷ δι' ἁγίου λέγοντι πνεύματος «καὶ προσκυνήσουσιν σοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος πλήν σου. σὺ γὰρ εἶ ὁ θεός.» ὁρᾷς ὅπως πρόρριζον ἀνατρέπει τὴν τῶν ἑτεροδιδασκαλούντων ἔντεχνον κακουργίαν; 2.19.15 καὶ αὖθις ἐπιλέγει εἰ δὲ καὶ βούλει καὶ ἑτέρας ἀκοῦσαι τοῦ αὐτοῦ προφητείας ἕνα ἡμῖν θεὸν βεβαιούσης, «ἐγὼ θεὸς» φησὶν «πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι»· τὸ γὰρ ἐγὼ ἑνὸς προσώπου δεικτικόν ἐστιν, αἱ γὰρ δύο ῥήσεις ἓν ἡμῖν πρόσωπον σημαίνουσιν. «ἐγὼ» γὰρ εἰπὼν ἐπάγει καὶ τὸ «εἰμί», ὥστε διὰ τῶν δύο τοῦ λόγου μερῶν, ἀντωνυμίας τε καὶ ῥήματος, τὴν τῆς θεότητος 2.19.16 μαρτυρεῖσθαι μονάδα. εἰ δὲ δέοιτο καὶ ἑτέρας μαρτυρίας, αὖθις τὸν αὐτὸν αὐτῷ παρέξομαι προφήτην λέγοντα «ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν θεός». εἰ ὑποστάσει διῃρημένον τὸν υἱὸν τοῦ πατρὸς ὡς υἱὸν ἀνθρώπου Ἀστέριος εἶναι οἴεται, ἀπὸ τῆς ἀνθρωπίνης σαρκὸς ἣν δι' ἡμᾶς ἀνέλαβεν σκανδαλιζόμενος, δεικνύτω ἡμῖν τὸν ταῦτα λέγοντα· 2.19.17 ἑνὸς γάρ ἐστιν κἀνταῦθα προσώπου ἡ λεγομένη ῥῆσις. τίς οὖν ἔστιν ὁ λέγων «οὐκ ἔστιν πλὴν ἐμοῦ θεός»; ἀκουέτω δὲ καὶ ἑτέρας προφητείας λεγούσης «οὐκ ἔστιν πλὴν ἐμοῦ δίκαιος καὶ σωτήρ». εἰ δύο θεοὺς εἶναι νομίζοι, ἀνάγκη αὐτὸν τὸν ἕτερον μὴ δίκαιον ὁμολογεῖν εἶναι μηδὲ σωτῆρα. εἰ δὲ οὐ δίκαιος οὐδὲ σωτήρ, πῶς ἔτι θεὸς εἶναι δύναται; ἕνα γὰρ ἀποφαίνεται δίκαιον καὶ σωτῆρα εἶναι. καὶ αὖθις «ἔμπροσθέν μου» φησὶν «οὐκ ἐγένετο ἄλλος, καὶ μετ' ἐμὲ οὐκ ἔσται, ἐγὼ θεός, καὶ οὐκ ἔσται παρὲξ 2.19.18 ἐμοῦ σῴζων». εἰ δὲ βούλεται καὶ ἑτέρου προφητικοῦ ἀκοῦσαι ῥητοῦ, τάχα που πρὸς αὐτὸν καὶ τοὺς ὁμοίως περὶ θεότητος αὐτῷ διακειμένους λεχθέντος, ἀκουέτω αὐτοῦ Ἡσαΐου λέγοντος «μετανοήσατε, οἱ πλανώμενοι, ἐπιστρέψατε τῇ καρδίᾳ, καὶ μνήσθητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγὼ ὁ θεὸς καὶ οὐκ ἔστιν πλὴν 2.19.19 ἐμοῦ». οὐκ εἶπεν· ἐγὼ θεός, ἵνα καὶ διὰ τῆς τοῦ ἄρθρου προσθήκης ἕνα θεὸν ὄντα σαφῶς ἐπιδείξῃ. τί δὲ καὶ Ὡσηὲ ὁ προφήτης; οὐ καὶ αὐτὸς τὰ αὐτὰ μαρτυρεῖ, «ἐγὼ ἀνήγαγόν σε ἐξ Αἰγύπτου,» λέγων «καὶ θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σῴζων οὐκ ἔστιν παρὲξ ἐμοῦ»; αὖθίς τε ὁ Μαλαχίας «οὐχὶ θεὸς εἷς 2.19.20 ἔκτισεν ὑμᾶς;» φησὶν «οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν»; ἀλλὰ τὸν ∆αυὶδ φήσει που Ἀστέριος μηδὲν εἰρηκέναι περὶ τούτου, καίτοι πρεσβύτατον παρὰ Μωσέα τῶν ἄλλων προφητῶν ὄντα, καὶ διὰ τοῦτο ἀμφιγνοεῖν, εἴτε δύο θεοὺς ὑποστάσει διῃρημένους νομίζειν