1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

49

τοῦ ᾅδου χωρία κεκληκέναι ἄβυσσον. καὶ αὐτὸς δὲ ὁ κύριος σαφέστερον τοῦτο παρίστη, ἐν τῷ πρὸς τὸν Ἰὼβ χρηματισμῷ λέγων «ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυ3.3.17 λωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν»; καὶ τὰς ἐν τῇ ἀβύσσῳ δὲ δυνάμεις πονηράς, περὶ ὧν εἴρηται «αἰνεῖτε αὐτὸν ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι αἱ ἄβυσσοι», καὶ ἔτι τὸ ἐπάνω τῆς ἀβύσσου σκότος, περὶ οὗ Μωσῆς ἔφη «καὶ σκότος ἐπάνω τῆς ἀβύσσου», ταῦτα πάντα μαθών, εἴπερ ἦν ἐπιπόνως ἀλλὰ μὴ ἐξιτήλως ταῖς θείαις ἐντετυχηκὼς γραφαῖς, οὐκ ἂν τὰς τῶν ἁγίων καρδίας ἐτόλμα εἰπεῖν 3.3.18 τὰς ἀβύσσους, ἔγνω δ' ἂν ὅπως εἴρηται καὶ τὸ «ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρρακτῶν σου» καὶ αὖθις «ἐταράχθησαν ἄβυσσοι, πλῆθος ἤχους ὕδατος» καὶ πάλιν «ἄβυσσος ὡς ἱμάτιον 3.3.19 τὸ περιβόλαιον αὐτοῦ». ταῦτα καὶ τὰ τούτοις ἀδελφὰ διηκρίβωσεν ἄν, εἴ τις ἦν αὐτῷ φροντὶς τῆς τούτων καταλήψεως. νῦν δὲ προχείρως οὕτως καὶ διαλελυμένως τὰς τῶν ἁγίων καρδίας τὰς ἀβύσσους εἶναι ἀποφηνάμενος, οὐδ' οὕτως συνῆκεν ὡς πρὸ τῶν ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν τῶν ἐξ αἰῶνος γενομένων ἑαυτὸν ὑπάρχειν ἐδίδαξεν ὁ εἰπὼν «πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι»· ὡς πανταχόθεν μὴ δύνασθαι τῇ σαρκὶ τοῦ σωτῆρος ἐφαρμόζειν τὰς προκειμένας 3.3.20 λέξεις. ὁ δὲ ἐφ' ἑτέραν μεταβὰς ῥῆσιν τῆς αὐτῆς γραφῆς, καὶ ταύτην οὕτως ἑρμηνεύει λέγων τί τοίνυν ἔστιν καὶ τουτὶ τὸ κεφάλαιον «πρὸ τοῦ προ ελθεῖν τὰς πηγὰς τῶν ὑδάτων»; τοὺς ἱεροὺς ἀποστόλους εἶναί φησιν. τοῦτο δὲ ἡμῖν τὸ μυστήριον παρίστησιν ἡ τῆς Ἐξόδου 3.3.21 γραφὴ τοὺς τῶν ἀποστόλων τύπους πάλαι προαγορεύουσα, δώ δεκα γὰρ ὄντων τὸν ἀριθμὸν τῶν ἀποστόλων δώδεκα πηγῶν μέμνηται. καὶ ταῦτα λέγων οὐ συνίησιν ὡς καὶ τοῦ Ἰσραὴλ δώδεκα ἦσαν φυλαὶ καὶ δώδεκα οἱ τούτων πατριάρχαι μία τε βίβλος ἡ τῶν δώδεκα προφητῶν, ἀλλὰ καὶ δώδεκα τῆς ἡμέρας ὧραι καὶ μῆνες τοῦ παντὸς 3.3.22 ἔτους δώδεκα. τί οὖν μᾶλλον τοῖς ἀποστόλοις ἢ ἐκείνοις ἅπασιν ὁ τῶν δώδεκα διέφερεν ἀριθμός, εἰ δὴ τοῦ ποσοῦ τις ἀριθμὸς τὴν αἰτίαν αὐτῷ τῆς τοιασδὶ τοῦ λόγου παρεῖχεν ἑρμηνείας; χρῆν δὲ συνιδεῖν ὡς καὶ οἱ τοῦ θεοῦ προφῆται, καθ' ὃ τοῦ αὐτοῦ μετέσχον πνεύματος ἁγίου, οὐκ ἦσαν ἀλλότριοι τῶν πηγῶν. διὸ λέλεκται περὶ αὐτῶν ἐν Ψαλμοῖς «ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεὸν κύριον ἐκ 3.3.23 πηγῶν Ἰσραήλ». ὥστε καὶ πρὸ ἐκείνων τῶν πηγῶν ἀναγκαῖον ὁμολογεῖν τὸν υἱὸν εἶναι τοῦ θεοῦ τὸν λέγοντα «πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων». ὁ δὲ ἐπάκουσον ὅπως ἑρμηνεύει, λέγων εἰκότως οὖν περὶ τῆς κατὰ σάρκα γενέσεως ὁ δεσπότης διὰ τοῦ προφήτου Σολομῶνος λέγων «πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων» ἔφη. 3.3.24 καὶ ἐπιφέρει οὕτω γὰρ ὁ σωτὴρ πρὸς τὰς ἱερὰς πηγὰς ἔφη «πορευ θέντες μαθητεύσατε πάντα τὰ ἔθνη». εἶθ' ὥσπερ συναγαγὼν τὸν λόγον, τὸ συμπέρασμα ἐπάγει τῇ ἑαυτοῦ διηγήσει λέγων πανταχόθεν δῆλόν ἐστιν τοὺς ἱεροὺς ἀποστόλους καὶ πηγὰς τροπικῶς ὠνομάσθαι ὑπὸ τοῦ προφήτου. καὶ τοὺς μὲν ἀποστόλους τὰς πηγὰς εἶναι βούλεται, οὐκ ἀρέσκουσιν 3.3.25 δὲ αὐτῷ οἱ προφῆται· διατί, ἀλλ' ἢ ὅτι μὴ ἐδύνατο τὴν σάρκα τοῦ σωτῆρος πρὸ ἐκείνων διδόναι; καίτοι καὶ πρὸ τῶν κατὰ φύσιν αἰσθητῶν πηγῶν, ὧν καὶ Μωσῆς ἐμνημόνευσεν ἐν τῇ κοσμοποιίᾳ εἰπὼν «πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς, καὶ ἐπότιζεν πᾶν τὸ πρόσωπον τῆς γῆς» καὶ αὖθις «ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον», προϋπῆρχεν ὁ τοῦ θεοῦ υἱὸς ὁ ταῦτα ἐν Παροιμίαις περὶ ἑαυτοῦ διδάσκων. ὁ δὲ τῷ Ἰὼβ χρηματίζων καὶ πηγῶν θαλάσσης μνημονεύει λέγων «ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, 3.3.26 ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας»; ἐπεὶ δὲ καὶ ὑπεράνω τῶν οὐρανῶν ὕδατά τινα εἶναι ἡ γραφὴ διδάσκει ἡ λέγουσα «αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν», ἀκόλουθόν ἐστιν κἀκείνων τῶν ὑδάτων ὁποῖα δ' ἂν ὑπάρχῃ τὴν φύσιν νοῆσαί τινας εἶναι πηγάς, ὅπως κἀκείνων πρεσβύτερος ἀποδειχθῇ ὁ εἰρηκὼς ἑαυτὸν προϋπάρχειν «πρὸ τοῦ προελθεῖν τὰς 3.3.27 πηγὰς τῶν ὑδάτων». ὁ δὲ μηδενὶ τούτων ἐπιστήσας