1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

18

ἀνυπόστατος ἔσται ἀλλ' υἱὸς ἀληθῶς μονογενὴς τοῦ θεοῦ ὁ «ἐν μορφῇ θεοῦ ὑπάρχων», ὃς «οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών», ὃν καὶ Ἰησοῦν Χριστὸν ὠνόμαζεν ὁ θεῖος ἀπόστολος, προϋπάρχοντα αὐτὸν τῆς σαρκὸς ἀκριβῶς ἐπιστάμενος. 1.20.65 ιαʹ. πρὸς τούτοις μεσίτην αὐτὸν τοῦ θεοῦ ὁ αὐτὸς ὠνόμασεν, τὴν Μωσέως νομοθεσίαν ἐν χειρὶ αὐτοῦ δεδόσθαι εἰπὼν δι' ὧν φησιν «ὁ νόμος διαταγεὶς δι' ἀγγέλων, ἐν χειρὶ μεσίτου. ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν». ἀκούεις ὅπως ἰδίως τὸν θεὸν ἀποκαλῶν καὶ ἀγγέλους ὀνομάζων, μεταξὺ τὸν μεσίτην εἰσάγει λέγων «ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν». ἦν ἄρα καὶ πρὸ τῆς ἐνανθρωπήσεως κατὰ τοὺς Μωσέως χρόνους μεσιτεύων τῇ νομοθεσίᾳ. 1.20.66 ιβʹ. καὶ ἀρχιερέα δὲ αὐτὸν ὁ αὐτὸς ἀπόστολος ἀποκαλεῖ λέγων «ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ». 1.20.67 ιγʹ. οὐ μὴν ἀλλὰ καὶ ἀπαύγασμα τῆς δόξης καὶ χαρακτῆρα τοῦ θεοῦ καὶ υἱὸν καὶ κληρονόμον τὸν αὐτὸν οἶδεν λέγων «ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι' οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας· ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ». καὶ ἐνταῦθα ὥσπερ ἀνωτέρω ἐλέγετο περὶ τοῦ λόγου τὸ «πάντα δι' αὐτοῦ ἐγένετο», καὶ περὶ τοῦ φωτὸς τὸ «ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο», καὶ περὶ Ἰησοῦ Χριστοῦ τὸ «ἡμῖν εἷς κύριος Ἰησοῦς Χρι1.20.68 στός, δι' οὗ τὰ πάντα» θέα ὅπως περὶ τοῦ αὐτοῦ ὁμοίως εἴρηται τὸ «δι' οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας». ιδʹ. ἐπιστῆσαι δὲ τὸν νοῦν ἐν τούτοις ἄξιον, ὅπως ὠνόμασται ἀπαύγασμα· οἶμαι γὰρ τῆς ἐκ τοῦ πατρὸς τοῦ υἱοῦ γεννήσεως παραστατικὸν εἶναι τὸν λόγον. πολλάκις γὰρ ὠνομασμένου υἱοῦ καὶ τοῦ θεοῦ πατρὸς χρηματίσαντος, ἵνα μὴ καταπεσόντες ἐπὶ τὰς τῶν ζῴων γενέσεις τοιοῦτόν τινα τρόπον ὑπολάβοιμεν, ἐπὶ τοῦ θεοῦ 1.20.69 θεοπρεπεστέρᾳ κέχρηται εἰκόνι ὁ ἀπόστολος, περὶ μὲν τοῦ πατρὸς εἰπὼν «φῶς οἰκῶν ἀπρόσιτον», τὸν δὲ υἱὸν ἀπαύγασμα τοῦ πατρικοῦ φωτὸς ὁρισάμενος, ὥστε εἶναι τὸ ἀπαύγασμα γέννημα τοῦ πρώτου φωτός, οὐ κατὰ τὴν τῶν θνητῶν ζῴων ὑποστὰν γένεσιν, κατὰ δὲ τὸ ῥηθὲν παράδειγμα. εἰκότως οὖν καὶ εἰκόνα αὐτὸν «τοῦ θεοῦ τοῦ ἀοράτου» ἀποκαλεῖ, διὰ τὸ «ἐν μορφῇ θεοῦ» ὑπάρχειν, καὶ διὰ 1.20.70 τὸ «ἀπαύγασμα» εἶναι «καὶ χαρακτῆρα τῆς ὑποστάσεως». διὰ ταῦτα γὰρ περὶ αὐτοῦ γράφων ἔλεγεν «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συν 1.20.71 έστηκεν». ταῦτα γὰρ περὶ τῆς θεότητος τοῦ υἱοῦ τοῦ θεοῦ, κἂν μὴ Μαρκέλλῳ δοκῇ, εἴρηται. οὐ γὰρ περὶ τῆς σαρκὸς εἶπεν ἂν τοσαῦτα ὁ θεῖος ἀπόστολος. μωρὸν γὰρ τοῦτο καὶ ἀδιανόητον, πρὸς τῷ καὶ ἀσυνάρτητον εἶναι τῆς φράσεως τὴν ἑρμηνείαν· πῶς γὰρ περὶ τῆς σαρκὸς ἥρμοζε λέγειν «ὅς ἐστιν εἰκών», δέον εἰ ἄρα φῆσαι· ἥ ἐστιν εἰκών. 1.20.72 ιεʹ. καὶ ἐν ἑτέρῳ δὲ πάλιν ὁ αὐτὸς εἰκόνα τοῦ θεοῦ αὐτὸν ὠνόμαζεν λέγων «εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον, ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων πρὸς τὸ μὴ καταυγάσαι ἐν ταῖς καρδίαις αὐτῶν τὸν φωτισμὸν τοῦ εὐαγγελίου τοῦ Χριστοῦ, 1.20.73 ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ». ἔνθα καὶ προσήκει τὸν νοῦν ἐπιστῆσαι, ὡς ὁ θεῖος ἀπόστολος ὁρικὸν ἐξηνέγκατο λόγον περὶ τοῦ Χριστοῦ εἰπὼν αὐτὸν εἰκόνα τοῦ θεοῦ, ἵνα μή τις δύο θεοὺς ὑπολάβοι εἶναι, ἀλλ' ἕνα τὸν ἐπὶ πάντων. εἰ γὰρ «εἷς θεός, καὶ οὐκ ἔστιν ἕτερος πλὴν αὐτοῦ», αὐτὸς ἂν εἴη ὁ καὶ διὰ τοῦ υἱοῦ ὡς δι' εἰκόνος γνω1.20.74 ριζόμενος. διὸ καὶ ὁ υἱὸς θεός, διὰ τὴν ἐν αὐτῷ τοῦ πατρὸς ὡς ἐν εἰκόνι μόρφωσιν. ὃ δὴ παρίστησιν ὁ θεῖος ἀπόστολος, τοτὲ μὲν λέγων «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων», τοτὲ δὲ αὐτὸν «εἰκόνα τοῦ θεοῦ» ὁριζόμενος. οὐκοῦν μετὰ τῶν ἄλλων ἐπηγοριῶν καὶ «εἰκὼν τοῦ θεοῦ» πρὸ τῆς ἐνσάρκου παρουσίας ὁ υἱὸς ἦν τε καὶ