1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

28

ἁγίους αὐτοῦ. ὁρᾷς εἰς οἷον κεχώρηκεν κρημνὸν μηδενὶ χειραγωγῷ. χρησάμενος, μηδὲ ταῖς θείαις γραφαῖς· ταῦτα γοῦν πάντα 2.9.12 ἀπὸ μιᾶς φωνῆς, ἣν μὴ νενόηκεν, ἑαυτῷ συνέθηκεν. αὐτίκα γὰρ χωρήσας ἐπὶ τὰς ἀποδείξεις τῆς νέας καὶ καινῆς διαθήκης, πανταχόθεν μὲν ἠλαύνετο στενοχωρούμενος, μίαν δὲ μόνην εὑρὼν λέξιν τῇ αὐτοῦ συμβαλλομένην κακοδοξίᾳ, ὥσπερ τινὶ περιτυχὼν ἑρμαίῳ ταύτῃ μόνῃ συνεπλάκη, οὐδ' αὐτῇ ἐκ προσώπου τοῦ σωτῆρος ἡμῶν εἰρημένῃ ἀλλ' ἐκ προσώπου τοῦ εὐαγγελιστοῦ, δι' ἧς αὐτὸν ὠνόμασεν, «ἐν ἀρχῇ ἦν ὁ λόγος» εἰπὼν «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». ἔνθεν γοῦν ὁρμηθεὶς ὡς μηδὲν ὄντα ἕτερον ἢ λόγον ὅμοιον τῷ παρ' ἡμῖν ἐγνωσμένῳ τὸν υἱὸν ἠρνήσατο. 2.10.1 καίτοι οὐ λόγον μόνον αὐτὸς ὁ μέγας καὶ θεῖος εὐαγγελιστὴς κέκληκεν, ὡς πολλάκις ἡμῖν εἴρηται, ἀλλὰ καὶ θεὸν καὶ φῶς καὶ υἱὸν καὶ μονογενῆ· αὐτόν τε τὸν σωτῆρα ἱστορεῖ ἑαυτὸν ἀποκαλοῦντα λόγον μὲν οὐδαμοῦ τῆς γραφῆς, δι' ὅλου δὲ τοῦ εὐαγγελίου ζωὴν καὶ φῶς καὶ μονογενῆ καὶ υἱὸν θεοῦ καὶ ἀλήθειαν καὶ ἀνάστασιν καὶ ἄρτον ζωῆς καὶ ἄμπελον καὶ ποιμένα καὶ μυρία ἕτερα, ὥσπερ 2.10.2 οὖν ἤδη προδέδεικται. τί δήποτ' οὖν, τοσούτων ὄντων, ἐπὶ μὲν τῶν λοιπῶν ἁπάντων οὐχ ἵσταται ἐπὶ τῆς λέξεως τὴν δὲ τῶν λεγομένων διάνοιαν πολυπραγμονεῖ, ἐπὶ δὲ μόνου τοῦ λόγου κυριολεκτεῖσθαι αὐτόν φησιν ὡς οὐδὲν ὄντα ἕτερον ἢ λόγον. γράφει δ' οὖν αὐτοῖς ῥήμασιν λέγων οὐ καταχρηστικῶς ὀνομασθεὶς λόγος, κἂν διαρρα γῶσιν οἱ ἑτεροδιδασκαλοῦντες ψευδόμενοι, ἀλλὰ κυρίως τε καὶ ἀληθῶς ὑπάρχων λόγος. 2.10.3 καὶ πάλιν μανθανέτω τοίνυν θεοῦ λόγον ἐληλυθέναι, οὐ λόγον καταχρηστικῶς ὀνομασθέντα, ὡς αὐτοί φασιν, ἀλλ' ἀληθῆ ὄντα λόγον. καὶ αὖθις πρότερον, ὥσπερ πολλάκις ἔφην, οὐδὲν ἕτερον ἦν ἢ λόγος. καὶ πάλιν πρὸ τοῦ κατελθεῖν καὶ διὰ τῆς παρθένου τεχθῆναι λόγος ἦν μόνον. ἐπεὶ τί ἕτερον ἦν πρὸ τοῦ τὴν ἀνθρωπίνην ἀναλαβεῖν σάρκα τὸ κατελθὸν «ἐπ' ἐσχάτων τῶν ἡμερῶν», ὡς καὶ αὐτὸς ἔγραφεν, καὶ τὸ γεννηθὲν ἐκ τῆς παρθένου; οὐδὲν ἕτερον ἦν ἢ λόγος. ταῦτα Μαρκέλλῳ λέγοντι ἦν ἂν δίκαιον τοιανδὶ προσαγαγεῖν πεῦσιν· 2.10.4 καὶ πόθεν ἡμῖν, ὦ οὗτος, τὸ οὐδὲν ἕτερον προστίθης καὶ τὸ μόνον; τὸ μὲν γὰρ «ἐν ἀρχῇ ἦν ὁ λόγος» ἀκριβῶς ἔγνωμεν· καὶ οὐ μόνον, ἀλλὰ καὶ «καὶ θεὸς ἦν ὁ λόγος» καὶ «φῶς ἦν τὸ φωτίζον πάντα ἄνθρωπον» καὶ «μονογενὴς ἦν υἱὸς» καὶ ὅσα κατείλεκται ἕτερα. ὅτι δὲ λόγος ἦν μόνον καὶ οὐδὲν ἕτερον ἢ λόγος οὐκ ἂν ἔχοι 2.10.5 τις εἰρημένον ἀποδεῖξαι. πόθεν οὖν τὸ τῆς προσθήκης τόλμημα; διὰ τί γὰρ οὐχὶ μᾶλλον υἱὸν ἄν τις εἴποι αὐτὸν μόνον καὶ οὐδὲν ἕτερον ἢ υἱόν; διὰ τί δὲ οὐ θεὸν καὶ οὐδὲν ἕτερον ἢ θεόν; διὰ τί μὴ φῶς τοῦ κόσμου καὶ οὐδὲν ἕτερον ἢ τοῦτο; διὰ τί δὲ μὴ ζωὴν καὶ οὐδὲν ἕτερον; καὶ ἐπὶ τῶν παραπλησίων ταὐτὸν ἄν τις δικαιό2.10.6 τατα ἂν προτείνειεν. ἀλλ' ὥσπερ ἄν τις, εἰ τοῦτο λέγοι, ἐλέγχοιτ' ἂν ἁμαρτάνων πάντα γὰρ ἀθρόως ἐστὶν ταῦτα, εἷς ὢν υἱὸς τοῦ θεοῦ καὶ εἴ τι τούτων ἀνώτερον, καθ' ἑκάστην ἐπίνοιαν τῶν ἐν αὐτῷ θεϊκῶν δυνάμεων διαφόρων καὶ τῶν ἐπηγοριῶν ἠξιωμένος, 2.10.7 οὕτω καὶ ἐπὶ τοῦ λόγου ὁ φὰς μόνον λόγον αὐτὸν εἶναι καὶ οὐδὲν ἕτερον σφάλλεσθαι ἂν λέγοιτο εἰκότως· μόνου γὰρ τοῦ εὐαγγελιστοῦ Ἰωάννου λόγον αὐτὸν ἀποκαλέσαντος καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ ἕτερα, τοῦ δὲ σωτῆρος φῶς καὶ ἀλήθειαν καὶ ζωὴν καὶ μονογενῆ υἱὸν καὶ τὰ λοιπὰ ἑαυτὸν ἀνειπόντος λόγον δὲ οὐδαμῶς, πῶς οὐκ ἄτοπον ἐπὶ μὲν ὧν αὐτὸς ἑαυτὸν ὠνόμασεν μὴ λέγειν ἓν τούτων εἶναι καὶ οὐδὲν ἕτερον, ἐπὶ δὲ τῆς τοῦ εὐαγγελιστοῦ περὶ αὐτοῦ φωνῆς, τῆς λόγον αὐτὸν ἀνειπούσης, διαβεβαιοῦσθαι ὡς οὐδὲν ἕτερον 2.10.8 ἦν ἢ λόγος. ἀλλὰ καὶ κυρίως φησὶν καὶ ἀληθῶς ὑπάρχων λόγος. διατί δὲ μὴ κυρίως καὶ ἀληθῶς ὑπάρχων θεός; οὐ γὰρ δὴ ἕτερος ἦν ὁ λόγον αὐτὸν ἀνειπών, ἕτερος δὲ ὁ θεὸν ἀποκαλέσας· εἷς δὲ καὶ ὁ αὐτὸς εὐαγγελιστὴς ὁμοῦ θεὸν καὶ λόγον αὐτὸν ἐδίδαξεν εἰπὼν «καὶ θεὸς ἦν ὁ λόγος», ὁ δ' αὐτὸς καὶ φῶς αὐτὸν ὠνόμασεν. διατί οὖν μὴ κυρίως καὶ ἀληθῶς υἱὸν μονογενῆ καὶ ὅσα ἄλλα αὐτὸς ὁ δεσπότης καὶ σωτὴρ διὰ τοῦ εὐαγγελιστοῦ περὶ